Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Διδασκαλίαι διάφοροι

Δωρόθεος Γάζης

Διδασκαλία ΙΒ': Ο φόβος της μέλλουσας κολάσεως

Η πρόνοια του Θεού στις ασθένειες, η κατάσταση της εμπαθούς ψυχής μετά θάνατον και η ανάγκη έμπρακτης εργασίας των αρετών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 12 από 17

ΙΒʹ. ΠΕΡΙ ΦΟΒΟΥ ΤΗΣ ΜΕΛΛΟΥΣΗΣ ΚΟΛΑΣΕΩΣ, ΚΑΙ ΟΤΙ ΧΡΗ ΤΟΝ ΘΕΛΟΝΤΑ ΣΩΘΗΝΑΙ, ΜΗΔΕΠΟΤΕ ΑΜΕΡΙΜΝΕΙΝ ΠΕΡΙ ΤΗΣ ΙΔΙΑΣ ΣΩΤΗΡΙΑΣ Ἐν τῷ ἀλγεῖν με τοὺς πόδας καὶ ἀσθενεῖν ἐξ αὐτῶν, τινὲς τῶν ἀνελθόντων ἐπισκέψασθαί με ἀδελφῶν ἠρώτων ἵνα εἴπω αὐτοῖς τὴν αἰτίαν τῆς νόσου, δύο ὡς νομίζω πραγματευόμενοι, τὸ παραμυθήσασθαί με καὶ μικρὸν ἀπαγαγεῖν ἐκ τοῦ πόνου, καὶ τὸ δοῦναι ἀφορμὴν λαλῆσαι αὐτοῖς τί ποτε περὶ ὠφελείας. Ἀλλ’ ἐπειδὴ οὐ συνεχώρει μοι ὁ πόνος λαλῆσαι ὑμῖν εἴ τι ἤθελον τότε, χρεία ἐστὶν ἄρτι ἀκοῦσαι ὑμᾶς περὶ τούτου· ἔστι γὰρ καὶ τερπνὴ ἡ διήγησις τῆς θλίψεως μετὰ τὴν θλίψιν. Καὶ εἰς τὴν θάλασσαν, ὅτε ἐπεγείρεται ζάλη, ἀεὶ θλίβονται πάντες οἱ ἐν τῷ πλοίῳ· μετὰ δὲ τὸ παρελθεῖν τὴν ζάλην, μετὰ χαρᾶς διηγοῦνται ἀλλήλοις τερπόμενοι τὰ συμβάντα.

Καλόν ἐστιν, ἀδελφοί, καθὼς ἀεὶ λέγω ὑμῖν, ἕκαστον πρᾶγμα ἐπὶ τὸν Θεὸν ἀνάγειν καὶ λέγειν ὅτι οὐδὲν ἐκτὸς τοῦ Θεοῦ γίνεται· ἀλλὰ πάντως οὕτως οἶδεν ὁ Θεὸς ὅτι καλόν ἐστι καὶ συμφέρον, καὶ οὕτως ἐποίησε, κἂν ἔχῃ ἔξωθεν αἰτίαν τινὰ τὸ πρᾶγμα· οἷόν τι λέγω· Ἐδυνάμην εἰπεῖν ὅτι ἐπειδὴ ἔφαγον μετὰ ξένων καὶ μικρὸν ἐβιασάμην ἐμαυτὸν διὰ τὸ ἀναπαῦσαι αὐτούς, ἐβαρήθη ὁ στόμαχός μου, καὶ ἐγένετο σύρροια εἰς τὸν πόδα μου, κἀκεῖθεν ἐρευματίσθην· ἢ καὶ ἄλλας διαφόρους αἰτίας· οὐ λείπουσι γὰρ τῷ θέλοντι.

Ἀλλὰ τὸ ἀκριβέστερον καὶ ὠφελιμότερον τοῦτο μᾶλλόν ἐστιν, ὅτι οὕτως οἶδεν ὁ Θεὸς ὅτι συμφέρει τῇ ψυχῇ μου, καὶ οὕτως ἐγένετο· οὐδὲν γάρ ἐστιν ὧν ποιεῖ ὁ Θεός, ὅ τι οὐκ ἔστι καλόν, ἀλλὰ πάντα καλὰ καὶ καλὰ λίαν. Οὐ δεῖ οὖν ἀθυμεῖν τινα ἐπὶ τοῖς συμβαίνουσιν, ἀλλὰ πάντα, ὡς εἶπον, ἐπὶ τὴν πρόνοιαν τοῦ Θεοῦ ἀναφέρειν καὶ ἀναπαύεσθαι.

Εἰσί τινες τοσοῦτον ἐπὶ ταῖς συμβαινούσαις θλίψεσι βαρούμενοι, ὥστε καὶ αὐτὴν τὴν ζωὴν ἀπολέγεσθαι καὶ ἡδέως ἔχειν τοῦ ἀποθανεῖν, ὡς διὰ τοῦτο ἀπαλλαγῆναι· τοῦτο δὲ ἀπὸ μικροψυχίας καὶ πολλῆς ἀγνωσίας πάσχει τις, ἀγνοῶν τὴν φοβερὰν ἀνάγκην τὴν μετὰ τὴν ἔξοδον τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. Μεγάλη φιλανθρωπία τοῦ Θεοῦ, ἀδελφοί, τὸ εἶναι ἡμᾶς εἰς τὸν κόσμον τοῦτον· ἀλλ’ ἡμεῖς ἀγνοοῦντες τὰ ἐκεῖ, βαρέα ἡγούμεθα τὰ ὧδε· καὶ οὐκ ἔστιν οὕτως. Οὐκ οἴδατε εἰς τὸ Γεροντικὸν τί λέγει; ὅτι ἠρώτησεν ἀδελφὸς πάνυ ἐργάτης τινὰ γέροντα λέγων·

Ἡ ψυχή μου ἐπιθυμεῖ τὸν θάνατον· καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐπειδὴ τὴν θλίψιν φεύγει καὶ οὐκ οἶδεν ὅτι ἡ μέλλουσα θλίψις πολὺ χείρων ἐστὶ τῆς ἐνταῦθα. Καὶ ἄλλος ὁμοίως ἠρώτησε γέροντα λέγων· Πόθεν ἀκηδιῶ καθήμενος ἐν τῷ κελλίῳ; Καὶ λέγει αὐτῷ ὁ γέρων· Ὅτι ἀκμὴν οὐχ ἑώρακας οὔτε τὴν ἐλπιζομένην ἀνάπαυσιν οὔτε τὴν ἐσομένην κόλασιν. Εἰ γὰρ ἴδῃς ἀκριβῶς ταῦτα, εἰ σκωλήκων ἔγεμε τὸ κελλίον σου, ὥστε σε ἐν αὐτοῖς δεδυκέναι ἕως τραχήλου, ὑπέμενες ἂν μὴ ἀκηδιῶν. Ἀλλ’ ἡμεῖς κοιμώμενοι θέλομεν σωθῆναι καὶ διὰ τοῦτο ὀλιγωροῦμεν ἐν ταῖς θλίψεσιν, ὀφείλοντες μᾶλλον εὐχαριστεῖν τῷ Θεῷ καὶ μακαρίζειν ἑαυτοὺς ὅτι ὅλως ἀξιούμεθα μικρὸν θλιβῆναι ὧδε, ἵνα ἐκεῖ εὕρωμεν μικρὰν ἀνάπαυσιν.

Ἔλεγε καὶ Εὐάγριος ὅτι ἐμπαθής τις ὢν καὶ προσευχόμενος ταχυτέραν αὐτῷ γενέσθαι τὴν ἔξοδον, ἔοικεν ἀνθρώπῳ παρακαλοῦντι τὸν τέκτονα ταχέως συντρίψαι τὴν κλίνην τοῦ ἀσθενοῦντος. Διὰ γὰρ τοῦ σώματος τούτου περισπᾶται ἡ ψυχὴ ἀπὸ τῶν παθῶν αὐτῆς καὶ παρακαλεῖται· τρώγει, πίνει, κοιμᾶται, συντυγχάνει, ἀπάγεται μετὰ ἀγαπητῶν. Ἐπὰν δὲ ἐξέλθῃ ἀπὸ τοῦ σώματος, μονοῦται αὕτη καὶ τὰ πάθη αὐτῆς, καὶ λοιπὸν κολάζεται πάντοτε ὑπ’ αὐτῶν, εἰς αὐτὰ ἀδολεσχοῦσα καὶ φλεγομένη ὑπὸ τῆς ὀχλήσεως αὐτῶν καὶ διασπαραττομένη ὑπ’ αὐτῶν, ὥστε μηδὲ μνημονεῦσαι Θεοῦ δύνασθαι. Αὐτὴ γὰρ ἡ μνήμη τοῦ Θεοῦ παρακαλεῖ τὴν ψυχήν, ὡς καὶ ἐν τῷ ψαλμῷ λέγει·

Ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην· καὶ ὅμως οὐδὲ τοῦτο συγχωροῦσιν αὐτῇ τὰ πάθη. Θέλετε ὡς ἐν ὑποδείγματι μαθεῖν τί ἐστιν ὃ λέγω; Ἔλθῃ τις ὑμῶν καὶ ἐγκλείσω αὐτὸν εἰς κελλίον σκοτεινόν, καὶ μὴ φάγῃ τρεῖς ἡμέρας μόνον καὶ μὴ πίῃ, μὴ κοιμηθῇ, μὴ συντύχῃ τινί, μὴ ψάλλῃ, μὴ εὔξηται, μηδὲ ὅλως μνημονεύσῃ Θεοῦ· καὶ μάθῃ μοι τί ποιοῦσιν εἰς αὐτὸν τὰ πάθη· καὶ τοῦτο ὅτε ἐστὶν ἀκμὴν ἐνταῦθα, πόσῳ γε μᾶλλον μετὰ τὸ ἐξελθεῖν τὴν ψυχὴν ἀπὸ τοῦ σώματος καὶ προδοθῆναι αὐτοῖς καὶ μονωθῆναι μετ’ αὐτῶν.

Ἄρα τί ἔχει τότε ἡ ἀθλία παθεῖν ὑπ’ αὐτῶν; δύνασθε ἀπὸ τῶν ὧδε κατανοῆσαί πως καὶ τὴν θλίψιν ἐκείνην. Ὅταν γὰρ πυρέσσῃ τις, τί ἐστι τὸ καῖον αὐτόν; ποῖον πῦρ ἢ ποῖα ξύλα ποιοῦσι τὴν καῦσιν ἐκείνην; Εἰ δὲ καὶ εὑρεθῇ τις ἔχων σῶμα μελαγχολικὸν δύσκρατον, οὐκ αὐτὴ ἡ δυσκρασία αὐτοῦ καίει αὐτὸν καὶ ταράσσει πάντοτε καὶ θλίβει τὴν ζωὴν αὐτοῦ; Οὕτως καὶ ἡ ἐμπαθὴς ψυχή· πάντοτε κολάζεται ἡ ἀθλία ὑπὸ τῆς ἰδίας κακοεξίας, ἔχουσα ἀεὶ τὴν πικρὰν μνήμην καὶ τὴν ἐπώδυνον ἀδολεσχίαν τῶν παθῶν καιόντων ἀεὶ καὶ καταφλεγόντων αὐτήν· καὶ πρὸς τούτοις, τίς δύναται, ἀδελφοί, διηγήσασθαι τοὺς τόπους ἐκείνους τοὺς φοβερούς, τὰ σώματα ἐκεῖνα τὰ κολαστικά, τὰ ὑπουργοῦντα ταῖς ψυχαῖς εἰς τοιαύτην καὶ τοσαύτην ὀδύνην, καὶ μὴ φθειρόμενα, τὸ πῦρ ἐκεῖνο τὸ ἄφατον, τὸ σκότος, τὰς ἀποτόμους δυνάμεις τὰς τιμωρητικάς, τὰ ἄλλα μυρία βασανιστήρια ὅσα ἄλλην ἄλλως εἴρηται ταῖς θείαις Γραφαῖς, πάντα ἀναλογοῦντα πρὸς τὴν κακὴν πρᾶξιν τῶν ψυχῶν καὶ τὰς κακὰς αὐτῶν ἐνθυμήσεις; Ὥσπερ γὰρ οἱ ἅγιοι λαμβάνουσι τόπους τινὰς φωτεινοὺς καὶ εὐφροσύνην ἀγγελικὴν ἀναλογοῦσαν τῇ ἀγαθῇ αὐτῶν πράξει, οὕτως καὶ οἱ ἁμαρτωλοὶ λαμβάνουσι τόπους σκοτεινοὺς καὶ ζοφώδεις, γέμοντας φρίκης καὶ ἐκστάσεως, καθὼς λέγουσιν οἱ ἅγιοι.

Τί γάρ ἐστι φοβερώτερον ἢ ἐλεεινότερον ἐκείνων τῶν τόπων ἐν οἷς πέμπονται οἱ δαίμονες; Τί δὲ πικρότερον τῆς κολάσεως ἧς κατακρίνονται; Καὶ ὅμως κολάζονται καὶ οἱ ἁμαρτωλοὶ μετ’ αὐτῶν τῶν δαιμόνων, καθὼς λέγει· Ἀπέλθετε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

Τὸ δὲ φοβερὸν ἐκεῖνο μάλιστα ὃ λέγει ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος, ὅτι εἰ καὶ μὴ ποταμὸς εἵλκετο πυρός, μηδὲ ἄγγελοι παρειστήκεισαν φοβεροί, μόνον δὲ καλούμενοι τῶν ἀνθρώπων οἱ μὲν ἐπῃνοῦντο καὶ ἐδοξάζοντο, οἱ δὲ παρεπέμποντο ἀτίμως, ἵνα μὴ ἴδωσι τὴν δόξαν τοῦ Θεοῦ, ἆρα οὐκ ἦν πικροτέρα πάσης γεέννης ἡ κόλασις τῆς αἰσχύνης καὶ τῆς ἀτιμίας ἐκείνης, καὶ ἡ ὀδύνη τῆς ἐκπτώσεως τῶν τοσούτων ἀγαθῶν; Τότε γὰρ καὶ αὐτὸς ὁ ἔλεγχος τῆς συνειδήσεως καὶ αὐτὴ ἡ μνήμη τῶν πεπραγμένων, καθὼς ἀνωτέρω εἴπομεν, χεῖρόν ἐστι μυρίων καὶ ἀφάτων τιμωριῶν.

Πάντων γὰρ μέμνηνται αἱ ψυχαὶ τῶν ἐνταῦθα, καθὼς λέγουσιν οἱ Πατέρες, καὶ λόγων καὶ ἔργων καὶ ἐνθυμήσεων, καὶ οὐδενὸς τούτων δύνανται ἐπιλαθέσθαι τότε. Ὃ δὲ λέγει ἐν τῷ ψαλμῷ· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν, τοὺς διαλογισμοὺς λέγει τοῦ αἰῶνος τούτου, οἷον οἰκοδομῆς, χωρίων, γονέων, τέκνων, πάσης δοσοληψίας. Ταῦτα ἅμα τῷ ἐξελθεῖν τὴν ψυχὴν ἀπὸ τοῦ σώματος ἀπόλλει, οὐδενὸς τούτων μνημονεύει ἢ φροντίζει.

Ἃ δὲ ἐποίησε κατ’ ἀρετὴν ἢ κατὰ πάθος, τούτων μέμνηται, καὶ οὐδὲν ἐξ αὐτῶν ἀπόλλει. Ἀλλὰ καὶ ἐὰν ὠφέλησέ τίς τινὰ ἢ αὐτὸς ὠφελήθη παρά τινος, ἀεὶ μέμνηται καὶ τοῦ ὠφεληθέντος παρ’ αὐτοῦ καὶ τοῦ ὠφελήσαντος αὐτόν· ὁμοίως ἐὰν ἐβλάβη παρά τινος ἢ αὐτὸς ἔβλαψέ τινα, ἀεὶ μέμνηται καὶ τοῦ βλάψαντος αὐτὸν καὶ τοῦ βλαβέντος ὑπ’ αὐτοῦ· καὶ οὐδέν, καθὼς εἶπον, ἀπόλλει ἡ ψυχὴ ὧν ἔπραξεν ἐν τῷ κόσμῳ τούτῳ, ἀλλὰ πάντων μέμνηται μετὰ τὸ ἐξελθεῖν ἀπὸ τοῦ σώματος, ἀλλὰ καὶ ἔτι τρανοτέρως, ἔτι φανερωτέρως, ὡς ἀπαλλαγεῖσα τοῦ γηΐνου τούτου σώματος.

Ποτὲ ἐλαλοῦμεν μετά τινος μεγάλου γέροντος περὶ τούτου· καὶ ἔλεγεν αὐτὸς ὁ γέρων ὅτι μέμνηται ἡ ψυχὴ μετὰ τὸ ἐξελθεῖν ἀπὸ τοῦ σώματος τοῦ πάθους οὗ ἐνήργησε, καὶ τῆς ἁμαρτίας καὶ τοῦ προσώπου μεθ’ οὗ ἐνήργησεν αὐτήν. Ἐγὼ δὲ ἔλεγον αὐτῷ· Τάχα οὐχ οὕτως, ἀλλ’ ἴσως τὴν ἕξιν τὴν γενομένην αὐτῇ ἐκ τῆς ἐργασίας τῆς ἁμαρτίας μέλλει ἔχειν, καὶ αὐτῆς μέμνηται. Καὶ ἐμείναμεν ἐπὶ πολὺ φιλονεικοῦντες περὶ τοῦ λόγου τούτου θέλοντες μαθεῖν. Καὶ οὐκ ἐπείθετο ὁ γέρων λέγων ὅτι καὶ αὐτοῦ τοῦ εἴδους τῆς ἁμαρτίας μέμνηται, καὶ τοῦ τόπου καὶ αὐτοῦ τοῦ προσώπου τοῦ συναμαρτήσαντος. Καὶ ὄντως ἐὰν οὕτως ἐστίν, ἔτι πλεῖον κάκην ἐσχάτην ἔχομεν, εἰ μὴ προσέχωμεν ἑαυτοῖς. Διὰ τοῦτο ἀεὶ λέγω ὑμῖν, σπουδάσατε γεωργεῖν καλοὺς λογισμούς, ἵνα αὐτοὺς εὕρητε ἐκεῖ. Εἴ τι γὰρ ἔχει τις ὧδε, αὐτὸ ἐξέρχεται μετ’ αὐτοῦ, καὶ αὐτὸ μέλλει ἔχειν ἐκεῖ. Φροντίσωμεν ῥυσθῆναι ἀπὸ τῆς τοιαύτης ἀνάγκης, ἀδελφοί, σπουδάσωμεν, καὶ ὁ Θεὸς ποιεῖ μεθ’ ἡμῶν τὸ ἔλεος αὐτοῦ. Αὐτὸς γάρ ἐστιν, ὡς λέγει ἐν τῷ ψαλμῷ, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν. Οἱ εἰς τὰ πέρατα τῆς γῆς εἰσιν οἱ ἐν τελείᾳ κακίᾳ· οἱ δὲ ἐν θαλάσσῃ μακράν εἰσιν οἱ ἐν ἐσχάτῃ ἀγνωσίᾳ, καὶ ὅμως ὁ Χριστός ἐστιν ἡ ἐλπὶς τῶν τοιούτων.

Χρεία μικροῦ κόπου, κοπιάσωμεν, ἵνα ἐλεηθῶμεν. Ἐὰν ἔχῃ τις χωρίον καὶ ἀμελήσῃ αὐτοῦ καὶ χερσωθῇ, οὐχ ὅσον ἀμελεῖ αὐτοῦ, τοσοῦτον γομοῦται ἀκανθῶν καὶ τριβόλων; ὅταν δὲ ἔλθῃ εἰς τὸ καθαρίσαι αὐτό, οὐχ ὅσον γέμει, τοσοῦτον ἔχουσιν αἱμορραγῆσαι αἱ χεῖρες αὐτοῦ θέλοντος ἀνασπᾶσαι τὴν κακὴν βοτάνην ἐκείνην, ἣν ἀφῆκεν ἀνελθεῖν ἐν τῷ καιρῷ τῆς ἀμελείας αὐτοῦ; Ἀδύνατον γάρ ἐστι τινὰ μὴ θερίσαι ὃ ἔσπειρε. Χρῄζει δὲ ὁ θέλων καθαρίσαι τὸ χωρίον αὐτοῦ, πρῶτον μὲν ἵνα καλῶς ἐκριζώσῃ πάσας τὰς βοτάνας. Ἐὰν γὰρ μὴ καλῶς ἀνασπάσῃ τὰς ῥίζας αὐτῶν, ἀλλὰ μόνον ἄνωθεν κόψῃ αὐτάς, πάλιν φύονται. Θέλει οὖν τις ἵνα αὐτὰς τὰς ῥίζας, ὡς εἶπον, ἀνασπάσῃ, καὶ μετὰ τὸ καλῶς καθαρίσαι αὐτὸ ἀπὸ τῶν βοτανῶν καὶ ἀκανθῶν καὶ τῶν τοιούτων, θέλει βολοστροφῆσαι αὐτὸ καὶ κοπανίσαι καὶ οὕτως ἀροτριάσαι αὐτό· καὶ ὅτε καλῶς φιλοκαλήσει αὐτό, τότε λοιπὸν θέλει σπεῖραι αὐτὸ καλὸν σπέρμα. Ἐὰν γὰρ μετὰ τὸ ποιῆσαι αὐτὸν τοσαύτην φιλοκαλίαν, ἐάσει αὐτὸ ἀργόν, ἀνέρχονται αἱ βοτάναι καὶ εὑρίσκουσι τὴν γῆν ἁπαλὴν καὶ καλὴν ἐκ τῆς φιλοκαλίας, καὶ βάλλουσι κάτω εἰς βάθος τὰς ῥίζας καὶ πλεῖον ἰσχυροποιοῦνται καὶ πληθύνονται ἐν αὐτῇ.

Οὕτως ἐστὶ καὶ τὸ τῆς ψυχῆς. Πρῶτον θέλει ἐκκόψαι πᾶσαν παλαιὰν προσπάθειαν καὶ τὰς κακὰς συνηθείας ἃς ἔχει· οὐδὲν γὰρ χεῖρον κακῆς συνηθείας. Καὶ ὁ ἅγιος Βασίλειος λέγει· Οὐ μικρὸς δὲ οὗτος ἀγών, τῆς συνηθείας ἑαυτοῦ περιγενέσθαι. Ἔθος γὰρ διὰ μακροῦ χρόνου βεβαιωθέν, φύσεως ἰσχύν, ὡς τὰ πολλά, λαμβάνει. Θέλει οὖν τις ἀγωνίσασθαι, ὡς εἶπον, οὐ μόνον πρὸς τὰς κακὰς συνηθείας καὶ πρὸς τὰ πάθη, ἀλλὰ καὶ πρὸς τὰς αἰτίας αὐτῶν, αἵτινές εἰσι αἱ ῥίζαι. Καὶ ἐὰν μὴ αἱ ῥίζαι ἐκβληθῶσιν, ἀνάγκη τὰς ἀκάνθας πάλιν φύεσθαι. Εἰσὶ γάρ τινα πάθη μηδὲν ἰσχύοντα, ἐὰν ἐκκόψῃ τις τὰς αἰτίας αὐτῶν· οἷον, ὁ φθόνος καθ’ ἑαυτὸν οὐδέν ἐστιν, ἀλλὰ ἔχει τινὰ αἴτια ἐξ ὧν ἐστι καὶ ἡ φιλοδοξία· θέλων γάρ τις δοξασθῆναι, φθονεῖ τῷ δοξαζομένῳ ἢ προτιμωμένῳ. Ὁμοίως καὶ ἡ ὀργὴ γίνεται ἐξ ἄλλων αἰτιῶν καὶ μάλιστα ἐκ τῆς φιληδονίας. Καὶ μέμνηται τούτου καὶ Εὐάγριος λέγων περί τινος ἁγίου ὅτι ἔλεγε· Διὰ τοῦτο περιαίρω τὰς ἡδονάς, ἵνα τὰς τοῦ θυμοῦ περικόψω προφάσεις.

Καὶ πάντες δὲ οἱ Πατέρες λέγουσιν ὅτι ἕκαστον πάθος ἐκ τούτων τῶν τριῶν γεννᾶται πάθων, τῆς φιλοδοξίας καὶ τῆς φιλαργυρίας καὶ τῆς φιληδονίας, καθὼς διαφόρως εἶπον ὑμῖν. Θέλει οὖν τις οὐ μόνον ἐκκόψαι τὰ πάθη, ἀλλὰ καὶ τὰς αἰτίας αὐτῶν, καὶ οὕτως φιλοκαλῆσαι καλῶς τὰ ἤθη αὐτοῦ διὰ μετανοίας, διὰ κλαυθμοῦ, καὶ τότε ἄρξασθαι σπείρειν τὸ καλὸν σπέρμα, ἅτινά εἰσι τὰ καλὰ ἔργα. Ἐπεί, ὥσπερ εἴπομεν περὶ τοῦ χωρίου ὅτι ἐὰν μετὰ τὸ καθαρίσαι αὐτὸ καὶ φιλοκαλῆσαι μὴ βάλλῃ τις καλὸν σπέρμα, ἀνέρχονται αἱ βοτάναι καὶ εὑρίσκουσι τὴν γῆν καλὴν καὶ ἁπαλὴν ἐκ τῆς φιλοκαλίας, καὶ πλεῖον ῥιζοβολοῦσιν εἰς αὐτήν· οὕτως ἐστὶ καὶ τὸ τοῦ ἀνθρώπου· ἐὰν μετὰ τὸ φιλοκαλῆσαι τὰ ἤθη αὐτοῦ καὶ μετανοῆσαι ἀπὸ τῶν προτέρων αὐτοῦ πράξεων, ἀμελήσει τοῦ ποιῆσαι καλὰ ἔργα καὶ κτήσασθαι τὰς ἀρετάς, γίνεται ἐπ’ αὐτῷ ὡς λέγει εἰς τὸ Εὐαγγέλιον ὅτι· Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκον, τότε λέγει· Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον. Καὶ ἐλθὸν εὑρίσκει αὐτὸν σχολάζοντα, δῆλον ὅτι ἀπὸ πάσης ἀρετῆς, καὶ σεσαρωμένον καὶ κεκοσμημένον. Τότε πορεύεται καὶ παραλαμβάνει μεθ’ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.

Ἀδύνατον γάρ ἐστι τὴν ψυχὴν μεῖναι ἐν τῇ αὐτῇ καταστάσει· ἀλλὰ εἰς προκοπὴν ἔρχεται, εἴτε ἐπὶ τὸ κρεῖττον εἴτε ἐπὶ τὸ χεῖρον. Διὰ τοῦτο ἕκαστος θέλων σωθῆναι χρείαν ἔχει οὐ μόνον μὴ ποιῆσαι τὸ κακόν, ἀλλὰ καὶ τὸ ἀγαθὸν ἐργάσασθαι, ὡς λέγει ἐν τῷ ψαλμῷ· Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. Οὐκ εἶπεν· Ἔκκλινον ἀπὸ κακοῦ μόνον, ἀλλὰ καὶ Ποίησον ἀγαθόν. Οἷόν τι· Εἴωθέν τις ἀδικεῖν, θέλει οὐ μόνον μὴ ἀδικεῖν τινα, ἀλλὰ καὶ δικαιοπραγεῖν. Εἰ ἦν ἄσωτος, θέλει οὐ μόνον μὴ ἀσωτεύεσθαι, ἀλλὰ καὶ ἐγκρατεύεσθαι. Εἰ ἦν ὀργίλος, θέλει οὐ μόνον μὴ ὀργίζεσθαι, ἀλλὰ καὶ πραότητα κτήσασθαι. Εἰ ἐθρασύνετό τις, θέλει οὐ μόνον μὴ θρασύνεσθαι, ἀλλὰ καὶ ταπεινοῦσθαι.

Καὶ τοῦτό ἐστι τὸ Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. Ἕκαστον γὰρ πάθος ἔχει τὴν ἐναντίαν αὐτοῦ ἀρετήν. Ἡ ὑπερηφανία ἔχει τὴν ταπεινοφροσύνην, ἡ φιλαργυρία ἔχει τὴν ἐλεημοσύνην, ἡ ἀσωτία τὴν ἐγκράτειαν, ἡ ὀλιγωρία τὴν ὑπομονήν, ἡ ὀργὴ τὴν πραότητα, τὸ μῖσος τὴν ἀγάπην.

Ἕκαστον ἁπλῶς πάθος, ὡς εἶπον, ἔχει τὴν ἐναντίαν αὐτοῦ ἀρετήν. Ταῦτα πολλάκις ὑμῖν εἶπον. Ὥσπερ οὖν ἐξεβάλομεν τὰς ἀρετὰς καὶ εἰσηνέγκαμεν τὰ πάθη ἀντ’ αὐτῶν, οὕτως θέλομεν κοπιάσαι οὐ μόνον ἐκβαλεῖν τὰ πάθη, ἀλλὰ καὶ εἰσενέγκαι τὰς ἀρετὰς καὶ καταστῆσαι αὐτὰς εἰς τὸν ἴδιον τόπον. Φυσικῶς γὰρ ἔχομεν τὰς ἀρετὰς παρὰ Θεοῦ δοθείσας ἡμῖν. Ἅμα γὰρ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ἐνέσπειρεν αὐτῷ τὰς ἀρετάς, ὡς λέγει· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. Κατ’ εἰκόνα εἶπεν, ἐπειδὴ ἄφθαρτον καὶ αὐτεξούσιον ἐποίησεν ὁ Θεὸς τὴν ψυχήν· καθ’ ὁμοίωσιν δὲ λέγει, τὸ κατ’ ἀρετήν. Λέγει γάρ·

Γίνεσθε οἰκτίρμονες, καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί. Γίνεσθε ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἰμι. Καὶ πάλιν ὁ Ἀπόστολος εἶπεν· Γίνεσθε εἰς ἀλλήλους χρηστοί. Καὶ λέγει ὁ ψαλμὸς ὅτι· Χρηστὸς Κύριος τοῖς ὑπομένουσι· καὶ ὅσα τοιαῦτα. Τοῦτό ἐστι τὸ καθ’ ὁμοίωσιν. Ὥστε φυσικῶς ἔδωκεν ἡμῖν ὁ Θεὸς τὰς ἀρετάς· πάθη δὲ οὐκ ἔχομεν φυσικῶς· οὐδὲ γὰρ ἔχουσιν οὐσίαν τινὰ ἢ ὑπόστασιν· ἀλλ’ ὥσπερ τὸ σκότος οὐχ ὑφέστηκε κατ’ οὐσίαν, ἀλλὰ πάθος ἐστὶ περὶ τὸν ἀέρα, ὡς λέγει ὁ ἅγιος Βασίλειος, τῇ στερήσει τοῦ φωτὸς παρυφιστάμενον· οὕτως ἐστὶ καὶ τὸ τῶν παθῶν. Κλίνασα ἡ ψυχὴ διὰ φιληδονίας ἐκ τῶν ἀρετῶν κατεσκεύασε τὰ πάθη καὶ ἐστερέωσεν αὐτὰ καθ’ ἑαυτῆς.

Ὥστε χρείαν ἔχομεν, ὡς εἶπον ὥσπερ ἐπὶ τοῦ χωρίου μετὰ τὸ ποιῆσαι πᾶσαν φιλοκαλίαν, εὐθὺς σπεῖραι τὸ καλὸν σπέρμα, ἵνα πρὸς αὐτὸ καὶ τὸν καρπὸν καλὸν ποιήσῃ· θέλει πάλιν ὁ σπείρων τὸ χωρίον αὐτοῦ ἅμα τῷ βαλεῖν τὸ σπέρμα, κρύψαι καὶ βυθίσαι αὐτὸ εἰς τὴν γῆν, ἐπεὶ ἔρχονται τὰ πετεινὰ καὶ ἁρπάζουσιν αὐτό, καὶ ἀπόλλυται· καὶ μεθ’ ὃ κρύψει αὐτό, ἀναμένει τὸ ἔλεος τοῦ Θεοῦ, ἕως ὅτε πέμψῃ τὴν βροχὴν καὶ αὐξηθῇ ὁ σπόρος. Μυρία γὰρ ἐὰν κοπιάσῃ ὁ γεωργὸς καθαρίζων καὶ φιλοκαλῶν καὶ σπείρων, ἐὰν μὴ βρέξῃ ὁ Θεὸς εἰς τὸν σπόρον αὐτοῦ, εἰς μάτην γίνεται ὅλος ὁ κόπος αὐτοῦ. Οὕτως καὶ ἡμεῖς θέλομεν, κἂν ποιήσωμέν τί ποτε ἀγαθόν, ἵνα καλύπτωμεν αὐτὸ διὰ τῆς ταπεινοφροσύνης καὶ ἐπιρίπτωμεν ἐπὶ τὸν Θεὸν τὴν ἀσθένειαν ἡμῶν, δεόμενοι αὐτοῦ ἵνα ἐπινεύσῃ εἰς τὸν κόπον ἡμῶν, ἐπεὶ εἰς μάτην γίνεται.

Ἔστι πάλιν ὅτε καὶ μετὰ τὸ βρέξαι καὶ βλαστῆσαι τὸν σπόρον, οὐ κατέρχεται πάλιν ἡ βροχὴ κατὰ τὸν καιρόν, καὶ ξηραίνεται τὸ βλάστημα καὶ ἀπόλλυται. Χρῄζει γὰρ καὶ ὁ σπόρος τῆς βροχῆς καὶ τὸ βλάστημα ὁμοίως κατὰ πρόσβασιν, ἕως οὗ στερεωθῇ, καὶ οὐδὲ οὕτως δύναταί τις ἀμεριμνῆσαι.

Ἐνίοτε γὰρ καὶ μετὰ τὸ αὐξηθῆναι καὶ ποιῆσαι στάχυν, γίνεται βροῦχος ἢ χάλαζα ἤ τι τοιοῦτον, καὶ ἀπόλλυσι τὸν καρπόν. Οὕτως ἐστὶ καὶ ἐπὶ τῆς ψυχῆς. Ὅταν γὰρ κοπιάσει καὶ καθαρίσει ἑαυτὴν ἀπὸ ὅλων τῶν παθῶν, ὧν εἴπομεν, καὶ σπουδάσει εἰς ὅλας τὰς ἀρετάς, θέλει πάντοτε προσέχειν εἰς τὸ ἔλεος τοῦ Θεοῦ καὶ εἰς τὴν σκέπην αὐτοῦ, ἵνα μὴ ἐγκαταλίπωσιν αὐτὴν καὶ ἀπόληται. Ὥσπερ γὰρ εἴπομεν περὶ τοῦ σπόρου ὅτι καὶ μετὰ τὸ βλαστῆσαι καὶ αὐξηθῆναι καὶ ποιῆσαι καρπόν, ἐὰν μὴ πάλιν κατὰ πρόσβασιν κατέλθῃ ἡ βροχή, ξηραίνεται καὶ ἀπόλλυται· οὕτως ἐστὶ καὶ τὸ τοῦ ἀνθρώπου. Ἐὰν μετὰ τὸ ποιῆσαι τοσαῦτα ἐπάρῃ ὁ Θεὸς μικρὸν τὴν σκέπην αὐτοῦ καὶ ἐγκαταλείψῃ αὐτόν, ἀπόλλυται.

Ἡ ἐγκατάλειψις δὲ γίνεται τῷ ἀνθρώπῳ, ὅταν ποιεῖ πράγμα παρὰ τὴν κατάστασιν αὐτοῦ· οἷόν τι λέγω· ἐάν τις ᾖ εὐλαβὴς καὶ ἔλθῃ εἰς ἀδιαφορίαν, ἢ ταπεινὸς καὶ ἔλθῃ εἰς θρασύτητα. Καὶ οὐ τοσοῦτον ἐγκαταλιμπάνει ὁ Θεὸς τὸν ἀδιάφορον, ἐὰν ἀδιαφορήσῃ, οὐδὲ τὸν θρασύν, ἐὰν θρασυνθῇ, ὅσον ἐγκαταλιμπάνει τὸν εὐλαβῆ, ἐὰν ἀδιαφορήσῃ, καὶ τὸν ταπεινόν, ἐὰν θρασυνθῇ. Τοῦτό ἐστι τὸ ἁμαρτεῖν τινα παρὰ τὴν κατάστασιν αὐτοῦ· ἐκ τούτου γίνεται ἡ ἐγκατάλειψις.

Διὰ τοῦτο ὁ ἅγιος Βασίλειος ἄλλως κρίνει τὴν ἁμαρτίαν τοῦ εὐλαβοῦς καὶ ἄλλως τὴν τοῦ ἀδιαφόρου. Ὅταν δὲ φυλάξῃ τις ἑαυτὸν καὶ ἀπὸ τούτων, θέλει προσέχειν, ἵνα μὴ ἐὰν ποιῇ μικρὸν ἀγαθόν, ποιῇ αὐτὸ μετὰ κενοδοξίας ἢ ἀνθρωπαρεσκείας ἢ κατά τινα λογισμὸν ἀνθρώπινον, καὶ ἀπόλλῃ αὐτὸ τὸ μικρὸν ὅλον ὃ ἐποίει, ὡς εἴπομεν περὶ τοῦ βρούχου καὶ τῆς χαλάζης καὶ τῶν τοιούτων.

Πάλιν ἐπὶ τῆς γῆς ὅταν καὶ μηδὲν πάθῃ κακὸν ὁ καρπός, ἀλλὰ φυλαχθῇ ἕως τοῦ θερισμοῦ, οὐδὲ οὕτως δύναται ὁ γεωργὸς ἀμεριμνῆσαι· ἔστι γὰρ ὅτε καὶ μετὰ τὸ θερίσαι τινὰ τὸ χωρίον αὐτοῦ καὶ ποιῆσαι ὅλον τὸν κόπον αὐτοῦ, ἔρχεται πονηρὸς ἄνθρωπος μετὰ μίσους καὶ βάλλει πῦρ εἰς τὸν καρπὸν ἐκεῖνον καὶ ἀπόλλει ὅλον τὸν καρπὸν καὶ τὸν κόπον τοῦ ἀνθρώπου. Ὥστε ἕως οὗ ἴδῃ ὅτι ἐκαθάρισεν αὐτὸν καλῶς καὶ ἔβαλεν εἰς τὴν ἀποθήκην, οὐ δύναται ἀμεριμνῆσαι.

Ὁμοίως καὶ ὁ ἄνθρωπος ὅταν δυνηθῇ ἐκ τούτων πάντων ὧν εἴπομεν ἐξειλῆσαι, οὐ θέλει οὐδ’ οὕτως ἀμεριμνῆσαι. Συμβαίνει γὰρ ὅτι μετὰ ὅλα ταῦτα, εὑρίσκει ὁ διάβολος πλανῆσαι αὐτὸν ἢ διὰ δικαιωμάτων ἢ διὰ ὑπερηφανίας ἢ διὰ τὸ ἐμβαλεῖν λογισμοὺς ἀπιστίας ἢ κακῆς αἱρέσεως, καὶ οὐ μόνον ὅτι ἀπόλλει ὅλους τοὺς κόπους αὐτοῦ, ἀλλὰ καὶ χωρίζει αὐτὸν ἀπὸ τοῦ Θεοῦ. Καὶ εἴ τι οὐκ ἠδυνήθη ποιῆσαι αὐτῷ διὰ τῆς πράξεως, δι’ ἑνὸς λογισμοῦ ποιεῖ αὐτῷ. Ἔστι γὰρ ὅτε καὶ εἷς λογισμὸς δύναται χωρίσαι τινὰ ἀπὸ τοῦ Θεοῦ, ἐὰν καταδέξηται καὶ συγκατάθηται αὐτῷ.

Ὥστε ὁ θέλων μετὰ ἀληθείας σωθῆναι, οὐκ ὀφείλει ἀμεριμνῆσαι ἕως ἐσχάτης ἀναπνοῆς. Χρεία οὖν κόπου καὶ φροντίδος πολλῆς καὶ τοῦ δέεσθαι τοῦ Θεοῦ διὰ παντὸς ἵνα αὐτὸς σκεπάσῃ καὶ διασώσῃ ἡμᾶς τῇ ἀγαθότητι αὐτοῦ, εἰς δόξαν τοῦ ἁγίου ὀνόματος αὐτοῦ. Ἀμήν.