Ἔργον
Δωρόθεος Γάζης – Διδασκαλίαι διάφοροι
Διδασκαλία ΙΕ': Οι άγιες νηστείες
Η πνευματική σημασία της Μεγάλης Τεσσαρακοστής, η αποφυγή της γαστριμαργίας και η καθολική νηστεία όλων των αισθήσεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Διδασκαλία ΙΕ': Οι άγιες νηστείες
Η πνευματική σημασία της Μεγάλης Τεσσαρακοστής, η αποφυγή της γαστριμαργίας και η καθολική νηστεία όλων των αισθήσεων.
ΙΕʹ. ΠΕΡΙ ΤΩΝ ΑΓΙΩΝ ΝΗΣΤΕΙΩΝ Ἐν τῷ νόμῳ προσέταξεν ὁ Θεὸς τοῖς υἱοῖς Ἰσραὴλ ἵνα καθ’ ἕκαστον ἐνιαυτὸν ἀποδεκατῶσι πάντα ὅσα ἂν κτήσωνται· καὶ οὕτως ποιοῦντες εὐλογοῦντο ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν. Τοῦτο εἰδότες οἱ ἅγιοι ἀπόστολοι ἐβουλεύσαντο πρὸς βοήθειαν καὶ εὐεργεσίαν τῶν ψυχῶν ἡμῶν, καὶ τοῦτο μειζόνως καὶ ὑψηλοτέρως ἡμῖν παραδοῦναι αὐτὰς τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν ἀποδεκατῶσαι καὶ οἱονεὶ ἀφιερῶσαι τῷ Θεῷ, ἵνα οὕτως καὶ εὐλογούμεθα ἐν τοῖς ἔργοις ἡμῶν καὶ ἐξιλεούμεθα καθ’ ἕκαστον ἔτος τὰς ἁμαρτίας ὅλου τοῦ ἐνιαυτοῦ. Καὶ ψηφίσαντες ἡγίασαν ἡμῖν ἀπὸ τῶν τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν τοῦ ἐνιαυτοῦ ταύτας τὰς ἑπτὰ ἑβδομάδας τῶν νηστειῶν· οὕτω γὰρ ἀφώρισαν ἑπτὰ ἑβδομάδας. Ἀλλὰ οἱ Πατέρες τῷ χρόνῳ συνεῖδον προστεθεῖναι αὐταῖς καὶ ἄλλην μίαν ἑβδομάδα, ἅμα μὲν διὰ τὸ προγυμνάζεσθαι καὶ οἷον προομαλίζεσθαι τοὺς μέλλοντας εἰσελθεῖν εἰς τὸν κόπον τῶν νηστειῶν, ἅμα δὲ καὶ τιμῶντες τὰς νηστείας τῷ ἀριθμῷ τῆς ἁγίας Τεσσαρακοστῆς ἣν ἐνήστευσεν ὁ Κύριος ἡμῶν.
Αἱ γὰρ ὀκτὼ ἑβδομάδες, ὑφαιρουμένων τῶν σαββάτων καὶ τῶν κυριακῶν, τεσσαράκοντα ἡμέραι γίνονται, τιμωμένης καθ’ ἑαυτῆς τῆς νηστείας τοῦ ἁγίου Σαββάτου, διὰ τὸ εἶναι αὐτὴν ἱερωτάτην καὶ μόνην νηστείαν ἀπὸ πάντων τῶν σαββάτων τοῦ ἐνιαυτοῦ. Αἱ δὲ ἑπτὰ ἑβδομάδες χωρὶς τῶν σαββάτων καὶ τῶν κυριακῶν γίνονται τριάκοντα πέντε ἡμέραι· λοιπὸν προστιθεμένης τῆς νηστείας τοῦ ἁγίου Σαββάτου καὶ τοῦ ἡμίσεως τῆς λαμπρᾶς καὶ φωτοποιοῦ νυκτός, γίνονται τριάκοντα ἓξ ἥμισυ ἡμέραι, ὅπερ ἐστὶ τὸ δέκατον τῶν τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν τοῦ ἐνιαυτοῦ μετὰ πολλῆς ἀκριβείας. Τῶν γὰρ τριακοσίων τὸ δέκατόν ἐστι τριάκοντα, καὶ τῶν ἑξήκοντα τὸ δέκατον ἕξ, καὶ τῶν πέντε τὸ δέκατον ἥμισυ. Ἰδοὺ τριάκοντα ἓξ ἥμισυ ἡμέραι, καθὼς εἴπομεν· αὕτη ἐστὶν ἡ δεκατία, ὡς ἂν εἴπῃ τις, παντὸς τοῦ ἐνιαυτοῦ, ἣν ἡγίασαν ἡμῖν εἰς μετάνοιαν οἱ ἅγιοι ἀπόστολοι, καθάρσιον οὖσαν τῶν ἁμαρτιῶν, ὡς εἶπον, παντὸς τοῦ ἐνιαυτοῦ.
Ὅστις οὖν φυλάττει ἑαυτὸν καλῶς καὶ ὡς δεῖ ἐν ταῖς ἁγίαις ἡμέραις ταύταις, μακάριός ἐστιν, ἀδελφοί· κἂν γὰρ ἔτυχεν αὐτόν, ὡς ἄνθρωπον, ἁμαρτῆσαι εἴτε ἐξ ἀσθενείας εἴτε ἐξ ἀμελείας, ἀλλ’ ἰδοὺ ἔδωκεν ὁ Θεὸς τὰς ἁγίας ἡμέρας ταύτας, ἵνα ἐὰν σπουδάσει τις μετὰ νήψεως καὶ ταπεινοφροσύνης φροντίσαι ἑαυτοῦ καὶ μετανοῆσαι ἐν αὐταῖς, καθαρθῇ ἀπὸ τῶν ἁμαρτιῶν ὅλου τοῦ ἐνιαυτοῦ, καὶ λοιπὸν ἀναπαύεται ἡ ψυχὴ αὐτοῦ ἀπὸ τοῦ βάρους, καὶ οὕτως καθαρῶς προσέρχεται τῇ ἁγίᾳ ἡμέρᾳ τῆς ἀναστάσεως καὶ μεταλαμβάνει ἀκατακρίτως τῶν ἁγίων μυστηρίων νέος ἄνθρωπος γενόμενος διὰ τῆς μετανοίας τῶν ἁγίων νηστειῶν τούτων, καὶ μένει μετὰ χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς, ἑορτάζων σὺν Θεῷ πᾶσαν τὴν ἁγίαν Πεντηκοστήν. Πεντηκοστὴ γάρ ἐστιν ἀνάστασις ψυχῆς, ὡς λέγει· τούτου γὰρ καὶ σύμβολόν ἐστι τὸ μὴ κλίνειν ἡμᾶς γόνυ ἐν τῇ ἐκκλησίᾳ πᾶσαν τὴν ἁγίαν Πεντηκοστήν.
Ἕκαστος οὖν θέλων καθαρισθῆναι ἀπὸ τῶν ἁμαρτιῶν ὅλου τοῦ ἐνιαυτοῦ διὰ τῶν ἡμερῶν τούτων, θέλει πρῶτον μὲν φυλάττειν ἑαυτὸν ἀπὸ ἀδιαφορίας βρωμάτων. Ἡ γὰρ ἀδιαφορία τῶν βρωμάτων, καθὼς λέγουσιν οἱ Πατέρες, γεννᾷ τῷ ἀνθρώπῳ πᾶν κακόν. Εἶτα θέλει ὁμοίως φυλάττειν τὸ μὴ καταλύειν τὴν νηστείαν χωρὶς μεγάλης ἀνάγκης, τὸ μὴ ἐπιζητεῖν τὰ ἡδέα βρώματα, τὸ μὴ καταβαρεῖν ἑαυτὸν τῇ πλησμονῇ τῶν βρωμάτων ἢ πομάτων.
Δύο γάρ εἰσι διαφοραὶ τῆς γαστριμαργίας. Ἔστιν ὅτε πολεμεῖταί τις εἰς τὴν ἡδύτητα, καὶ οὐκ ἀεὶ θέλει πολλὰ φαγεῖν, ἀλλὰ θέλει τὰ ἡδέα. Καὶ συμβαίνει ὅτι ἐσθίει ὁ τοιοῦτος βρῶμα ἀρέσκον αὐτῷ καὶ τοσοῦτον ἡττᾶται τῇ ἡδονῇ αὐτοῦ, ὅτι μένει κρατῶν τὸ βρῶμα ἐκεῖνο εἰς τὸ στόμα αὐτοῦ καὶ μασσώμενος αὐτὸ ἐπὶ ἱκανὸν καὶ μὴ εὐψυχῶν καταπιεῖν αὐτὸ διὰ τὴν ἡδονήν. Αὕτη λέγεται λαιμαργία. Ἄλλος πολεμεῖται εἰς τὴν πλησμονήν, καὶ οὐ θέλει τὰ καλὰ βρώματα, οὐδὲ μέλει αὐτῷ περὶ ἡδύτητος, ἀλλὰ κἂν καλά εἰσι, κἂν κακά, οὐ θέλει εἰ μὴ μόνον φαγεῖν, καὶ εἴτι δήποτε ἐάν εἰσιν, οὐ μέλει αὐτῷ εἰ μὴ μόνον τοῦ γεμίσαι τὴν γαστέρα αὐτοῦ. Αὕτη λέγεται γαστριμαργία.
Καὶ λέγω ὑμῖν τὴν αἰτίαν τῶν ὀνομάτων τούτων. Μαργαίνειν λέγεται παρὰ τοῖς ἔξω τὸ μαίνεσθαι, καὶ μάργος λέγεται ὁ μαινόμενος. Ὅταν μὲν οὖν γίνεται ἡ νόσος ἐκείνη καὶ ἡ μανία τινὶ περὶ τὸ πληροῦσθαι τὴν γαστέρα, τότε λέγεται γαστριμαργία παρὰ τὸ μαργαίνειν, ὅ ἐστι μαίνεσθαι, τὴν γαστέρα. Ὅταν δὲ γένηται περὶ μόνην τὴν ἡδονὴν τοῦ λαιμοῦ, καλεῖται λαιμαργία παρὰ τὸ μαργαίνειν τὸν λαιμόν.
Ταῦτα οὖν χρὴ φεύγειν μετὰ πάσης νήψεως τὸν θέλοντα καθαρθῆναι ἐκ τῶν ἁμαρτιῶν ἑαυτοῦ. Οὐκ εἰσὶ γὰρ κατὰ χρείαν τοῦ σώματος, ἀλλὰ κατὰ πάθος· καὶ ἐὰν ἀνάσχηται αὐτῶν, γίνονται αὐτῷ εἰς ἁμαρτίαν. Ὥσπερ ἐστὶ τὸ νομίμως βιῶσαι καὶ τὸ πορνεῦσαι, ὅτι ἡ μὲν πρᾶξις ἡ αὐτή, ὁ δὲ σκοπός ἐστιν ὁ ποιῶν τὴν διαφορὰν τοῦ πράγματος· ὁ μὲν γὰρ διὰ παιδοποιίαν συμμίγνυται, ὁ δὲ διὰ τὸ πληρῶσαι ἰδίαν φιληδονίαν· οὕτως ἔστιν εὑρεῖν καὶ ἐπὶ τῆς βρώσεως, ὅτι ἓν πρᾶγμά ἐστι τὸ φαγεῖν κατὰ χρείαν καὶ τὸ φαγεῖν διὰ τὴν ἡδονήν· ὁ δὲ σκοπός ἐστιν ὁ ποιῶν τὴν ἁμαρτίαν. Τὸ δὲ κατὰ χρείαν φαγεῖν ἐστιν, ὅταν ὁρίζει τις ἑαυτῷ πόσον λαβεῖν τῆς ἡμέρας καὶ βλέπει εἰ ἐβάρησεν αὐτὸν ἐκεῖνο ὃ ὥρισε, καὶ χρῄζει ἐπᾶραι μικρὸν ἐξ αὐτοῦ, καὶ ἐπαίρει, ἢ οὐκ ἐβάρησεν αὐτόν, οὐκ ἐστάθη δὲ ἐπ’ αὐτῷ τὸ σῶμα αὐτοῦ, καὶ χρῄζει προσθεῖναι ἄλλο μικρόν, καὶ προστιθεῖ μικρόν, καὶ οὕτως δοκιμάζει καλῶς τὴν χρείαν αὐτοῦ καὶ στοιχεῖ λοιπὸν τῷ ὡρισμένῳ, οὐ διὰ τὴν ἡδονήν, ἀλλὰ σκοπῷ τοῦ στῆσαι τὴν δύναμιν τοῦ σώματος αὐτοῦ.
Καὶ αὐτὸ δὲ ὃ λαμβάνει τις, ὀφείλει μετὰ εὐχῆς λαμβάνειν καὶ κατακρίνειν ἑαυτὸν ἐν τῷ λογισμῷ ὡς ἀνάξιον ὄντα οἵας δήποτε παρακλήσεως, καὶ μὴ προσέχειν ἐάν τινες κατά τινα, ὡς εἰκός, χρείαν ἣ κατὰ ἀνάγκην θεραπεύωνται, ἵνα μὴ καὶ αὐτὸς ζητῇ ἀνάπαυσιν ἢ νομίζῃ ὅτι ἐλαφρόν ἐστι τῇ ψυχῇ τὸ ἀναπαύεσθαι.
Ποτὲ ὄντος μου ἐν τῷ κοινοβίῳ, ἀπῆλθον ἐπισκέψασθαι ἕνα τῶν γερόντων—ἦσαν γὰρ ἐκεῖ πολλοὶ μεγάλοι γέροντες—, καὶ εὑρίσκω τὸν ὑπηρετοῦντα αὐτῷ ἀδελφὸν τρώγοντα μετ’ αὐτοῦ, καὶ λέγω αὐτῷ κατ’ ἰδίαν· Οἶδας, ἄδελφε, οὗτοι οἱ γέροντες οὓς βλέπεις τρώγοντας καὶ φησὶν ἔχοντας μικρὰν θεραπείαν, ὅμοιοί εἰσιν ἀνθρώποις οἵτινες κτησάμενοι βαλάντιον, ἔμειναν ἐργαζόμενοι καὶ βάλλοντες εἰς τὸ βαλάντιον ἐκεῖνο, ἕως οὗ ἐγέμισαν αὐτό, καὶ μετὰ τὸ σφραγῖσαι αὐτὸ πάλιν εἰργάσαντο καὶ συνῆξαν ἑαυτοῖς πρὸς ἄλλα χίλια νομίσματα, ἵνα ἐν καιρῷ ἀνάγκης εὕρωσι πόθεν ἐκβαλεῖν καὶ φυλάξωσι τὰ ἐν τῷ βαλαντίῳ. Οὕτως καὶ οὗτοι ἔμειναν ἐργαζόμενοι καὶ θησαυρίζοντες ἑαυτοῖς, καὶ μετὰ τὸ σφραγῖσαι τοὺς θησαυροὺς αὐτῶν, εἰργάσαντο ἄλλα ὀλίγα, καὶ ἔχουσιν αὐτὰ ἐν καιρῷ ἀσθενείας ἢ γήρους, ἵνα ἀπ’ αὐτῶν ἐκβάλλωσιν, ἐκεῖνα δὲ ἔχωσι τεθησαυρισμένα.
Ἡμεῖς δὲ ἀκμὴν οὐδὲ αὐτὸ τὸ βαλάντιον ἐκτησάμεθα, πόθεν ἀναλίσκομεν; Διὰ τοῦτο, ὡς εἶπον, ὀφείλομεν, κἂν εἰς χρείαν λαμβάνωμεν, κατακρίνειν ἑαυτοὺς ὡς ἀναξίους παντοίας θεραπείας καὶ αὐτῆς δὲ τῆς μοναδικῆς ζωῆς, καὶ μὴ μετὰ ἀδείας λαμβάνειν. Καὶ οὕτως οὐ γίνεται ἡμῖν εἰς κατάκριμα.
Καὶ ταῦτα μὲν περὶ τῆς ἐγκρατείας τῆς γαστρός. Χρῄζομεν δὲ ὁμοίως μὴ μόνον τὴν δίαιταν ἑαυτῶν φυλάττειν, ἀλλὰ καὶ πάσης ἄλλης ἁμαρτίας ἀπέχεσθαι, ἵνα ὥσπερ νηστεύομεν τῇ κοιλίᾳ, οὕτως νηστεύομεν καὶ τῇ γλώσσῃ, ἀπεχόμενοι ἀπὸ καταλαλιᾶς, ἀπὸ ψεύδους, ἀπὸ ἀργολογίας, ἀπὸ λοιδορίας, ἀπὸ ὀργῆς, ἀπὸ πάσης ἁπλῶς ἁμαρτίας γινομένης διὰ τῆς γλώσσης· ὁμοίως νηστεύειν τοῖς ὀφθαλμοῖς, τὸ μὴ βλέπειν μάταια, τὸ μὴ παρρησιάζεσθαι διὰ τῶν ὀφθαλμῶν, μὴ προσέχειν τινὶ ἀναιδῶς· ὁμοίως καὶ τὰς χεῖρας καὶ τοὺς πόδας κωλύειν ἀπὸ παντὸς πονηροῦ πράγματος· καὶ οὕτως νηστεύοντες, ὡς λέγει ὁ ἅγιος Βασίλειος, νηστείαν δεκτήν, ἀπεχόμενοι ἀπὸ πάσης κακίας διὰ ὅλων τῶν αἰσθήσεων ἡμῶν ἐνεργουμένης, προσερχώμεθα τῇ ἁγίᾳ ἡμέρᾳ τῆς ἀναστάσεως, ὡς ἤδη εἴπαμεν, νέοι καὶ καθαροὶ καὶ ἄξιοι τῆς μεταλήψεως τῶν ἁγίων μυστηρίων, πρότερον ἐξελθόντες εἰς ἀπάντησιν τοῦ Κυρίου ἡμῶν καὶ δεξάμενοι αὐτὸν μετὰ βαΐων καὶ κλάδων ἐλαιῶν καθήμενον ἐπὶ πώλῳ καὶ εἰσερχόμενον εἰς τὴν ἁγίαν πόλιν.
Τί θέλει εἶναι τὸ καθίσαι αὐτὸν ἐπὶ πώλῳ; Ἐπὶ πώλῳ ἐκάθισεν, ἵνα τὴν ἀλογωθεῖσαν, ὡς λέγει ὁ προφήτης, ψυχὴν καὶ ὁμοιωθεῖσαν τοῖς κτήνεσι τοῖς ἀνοήτοις ἐπιστρέψῃ ὁ Λόγος τοῦ Θεοῦ καὶ ὑποτάξῃ αὐτὴν τῇ ἑαυτοῦ θεότητι.
Τί δέ ἐστι τὸ ἀπαντῆσαι αὐτῷ μετὰ βαΐων καὶ κλάδων ἐλαιῶν; Ὅταν ἐξέρχεταί τις εἰς πόλεμον κατὰ τοῦ ἀντιδίκου αὐτοῦ καὶ ὑποστρέφει νικήσας, ἕκαστος τῶν ἰδίων ἀπαντᾷ αὐτῷ μετὰ βαΐων, ὡς νικητῇ· νίκης γὰρ σύμβολόν ἐστι τὸ βαΐον. Πάλιν ὅταν τις ἀδικεῖται ὑπό τινος καὶ θέλει προσελθεῖν τῷ δυναμένῳ ποιῆσαι τὴν ἐκδίκησιν αὐτοῦ, κλάδους ἐλαιῶν βαστάζει, βοῶν καὶ αἰτῶν ἐλεηθῆναι καὶ τυχεῖν βοηθείας· αἱ ἐλαῖαι γὰρ σύμβολόν εἰσι τοῦ ἐλέους. Διὰ τοῦτο καὶ ἡμεῖς ἀπαντῶμεν τῷ Δεσπότῃ ἡμῶν Χριστῷ μετὰ βαΐων μὲν ὡς νικητῇ· αὐτὸς γὰρ ἐνίκησε τὸν ἐχθρὸν ὑπὲρ ἡμῶν· μετὰ κλάδων δὲ ἐλαιῶν, αἰτοῦντες παρ’ αὐτοῦ ἔλεος, ἵνα ὥσπερ αὐτὸς ἐνίκησεν ὑπὲρ ἡμῶν, οὕτως καὶ ἡμεῖς νικήσωμεν δι’ αὐτοῦ αἰτοῦντες καὶ εὑρεθῶμεν βαστάζοντες αὐτοῦ τὰ νικητήρια, οὐ μόνον ὑπὲρ τῆς νίκης ἧς ἐνίκησεν ὑπὲρ ἡμῶν, ἀλλὰ καὶ ἧς ἐνικήσαμεν καὶ ἡμεῖς δι’ αὐτοῦ εὐχαῖς πάντων τῶν ἁγίων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.