Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Ἐπιστολαί

Δωρόθεος Γάζης

Επιστολή Α΄: Η πνευματική εγρήγορση στο κελλί και κατά τη συναναστροφή

Αναλυτική διδασκαλία σχετικά με την ορθή διαχείριση της ησυχίας, τον πνευματικό σκοπό των επισκέψεων και την επίδραση της εσωτερικής κατάστασης στην κρίση των πραγμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΑΒΒΑ ΔΩΡΟΘΕΟΥ ΕΠΙΣΤΟΛΑΙ ΔΙΑΦΟΡΟΙ Αʹ. ΠΡΟΣ ΤΙΝΑΣ ΚΕΛΛΙΩΤΑΣ ΕΡΩΤΗΣΑΝΤΑΣ ΑΥΤΟΝ ΠΕΡΙ ΤΟΥ ΠΑΡΑΒΑΛΛΕΙΝ Λέγουσιν οἱ Πατέρες ὅτι τὸ καθίσαι εἰς τὸ κελλίον ἥμισύ ἐστι καὶ τὸ παραβάλλειν γέρουσιν ἥμισύ ἐστι. Τοῦτο σημαίνει ὁ λόγος ὅτι καὶ ἐν τῷ κελλίῳ καὶ ἔξωθεν τοῦ κελλίου ὁμοίως νήψεως χρεία, καὶ τοῦ εἰδέναι τινὰ καὶ διὰ τί ὀφείλει ἡσυχάζειν καθ’ ἑαυτὸν καὶ διὰ τί ὀφείλει παραβάλλειν Πατράσι ἢ ἀδελφοῖς. Ἐὰν γὰρ νήφῃ τις περὶ τὸν σκοπὸν τοῦτον, σπουδάζει ποιεῖν ὡς εἶπον οἱ Πατέρες· καὶ ὅτε μὲν κάθηται ἐν τῷ κελλίῳ, εὔχεται, μελετᾷ, ποιεῖ μικρὸν ἐργόχειρον, φροντίζει κατὰ δύναμιν τῶν λογισμῶν· ὅτε δὲ πάλιν παραβάλλει πούποτε, κατανοεῖ καὶ βλέπει τὴν κατάστασιν ἑαυτοῦ, εἰ ὠφελεῖται ἐκ τῆς ἀπαντήσεως τῶν ἀδελφῶν ἢ οὔ, καὶ εἰ δύναται ἀβλαβῶς ἀνακάμψαι εἰς τὸ κελλίον αὐτοῦ. Καὶ ἐὰν ἴδῃ ἑαυτὸν εἴς τί ποτε βλαβέντα, μανθάνει τὴν ἀσθένειαν ἑαυτοῦ, μανθάνει ὅτι ἀκμὴν οὐδὲν ἐκτήσατο ἀπὸ τῆς ἡσυχίας, καὶ ἀποστρέφεται τεταπεινωμένος εἰς τὸ ἴδιον κελλίον, κλαίων, μετανοῶν, παρακαλῶν τὸν Θεὸν ὑπὲρ τῆς ἀσθενείας αὐτοῦ, καὶ οὕτως λοιπὸν καθέζεται προσέχων ἑαυτῷ.

Εἶτα πάλιν ἔρχεται πρὸς τοὺς ἀνθρώπους καὶ βλέπει ἑαυτὸν εἰ ἔμεινεν ἡττωμένος εἰς τὰ πρῶτα ἢ εἰς ἄλλα, καὶ οὕτως ὑποστρέφει πάλιν εἰς τὸ κελλίον ἑαυτοῦ ὁμοίως τὰ αὐτὰ ποιῶν, μετανοῶν, κλαίων, δεόμενος τοῦ Θεοῦ περὶ τῆς καταστάσεως αὐτοῦ. Τὸ κελλίον γὰρ ὑψοῖ, οἱ δὲ ἄνθρωποι δοκιμάζουσιν. Ὥστε καλῶς εἶπον οἱ Πατέρες ὅτι τὸ καθίσαι εἰς τὸ κελλίον ἥμισύ ἐστι καὶ τὸ παραβάλλειν γέρουσιν ἥμισύ ἐστι.

Καὶ ὑμεῖς οὖν ὅτε παραβάλλετε ἀλλήλοις, ὀφείλετε εἰδέναι διὰ τί ἐξέρχεσθε τοῦ κελλίου, καὶ μὴ ἀφαρεὶ ἐξέρχεσθε πούποτε. Ὁ γὰρ ἀσκόπως ὁδοιπορῶν, καθὼς εἶπον οἱ Πατέρες, ματαιοπονεῖ. Ἕκαστος οὖν ποιῶν πρᾶγμα ὀφείλει ἔχειν σκοπὸν πάντως καὶ εἰδέναι διὰ τί ποιεῖ αὐτό. Τίς οὖν ἐστιν ὁ σκοπὸς ὃν ὀφείλομεν ἡμεῖς ἔχειν, ὅταν ἀπερχώμεθα πρὸς ἀλλήλους; Πρῶτον διὰ τὴν ἀγάπην· λέγει γάρ·

Εἶδες τὸν ἀδελφόν σου, εἶδες Κύριον τὸν Θεόν σου. Δεύτερον διὰ τὸ ἀκοῦσαι λόγον Θεοῦ· πάντως γὰρ ἐν τῷ πλήθει πλεῖον κινεῖται ὁ λόγος· ὃ γὰρ οὗτος πολλάκις οὐκ οἶδεν, ἄλλος ἐρωτᾷ. Ἔπειτα καὶ διὰ τὸ μαθεῖν, ὡς προεῖπον, τὴν ἰδίαν κατάστασιν. Οἷόν τι λέγω· Ἀπερχόμενός τις, ὑπόθου, εἰς τὸ φαγεῖν μετὰ τῶν συνευρισκομένων, κατανοεῖ ἑαυτὸν καὶ βλέπει, ἐὰν παρατεθῇ βρῶμα καλὸν καὶ ἀρέσῃ αὐτῷ, εἰ δύναται ἐγκρατεύσασθαι καὶ μὴ λαβεῖν ἀπ’ αὐτοῦ, εἰ σπουδάζει μὴ πλεονεκτῆσαι τὸν ἀδελφὸν αὐτοῦ καὶ λαβεῖν περισσότερον αὐτοῦ, ἤ τί ποτε ἐὰν κατὰ μερίδας παρατεθῇ, εἰ σπουδάζει μὴ λαβεῖν τὸ μειζότερον μέρος καὶ ἀφεῖναι αὐτῷ τὸ μικρότερον. Ἔστι γὰρ ὅτε οὐδὲ τὴν χεῖρα αἰσχύνεταί τις ἐκτεῖναι καὶ ὠθῆσαι τὸ μικρὸν ἔμπροσθεν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ λαβεῖν τὸ μέγα ἔμπροσθεν αὐτοῦ. Ἄρα τί ἔχει εἶναι ἡ διαφορὰ τοῦ μειζοτέρου μέρους πρὸς τὸ μικρότερον;

Πόσον ἐστὶ τὸ μεταξὺ τῶν δύο μερίδων, ὅτι διὰ τοιαῦτα εὐτελῆ πράγματα εὑρίσκεταί τις πλεονεκτῶν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἁμαρτάνων; Πάλιν προσέχει ἐὰν δύναται κρατῆσαι ἑαυτὸν ἀπὸ πολλῶν βρωμάτων, καὶ μή, ὡς εἰκός, εὑρίσκων διάφορα βρώματα, ἐκδίδωσιν ἑαυτὸν εἰς χορτασίαν· εἰ φυλάττει ἑαυτὸν ἀπὸ παρρησίας, εἰ βλέπει τὸν ἀδελφὸν αὐτοῦ προτιμώμενον ἢ ἀναπαυόμενον πλέον αὐτοῦ καὶ οὐ πάσχει, εἰ βλέπει ἄλλον παρρησιαζόμενον μετὰ ἄλλου ἢ λαλοῦντα πολλὰ ἢ εἴ τι δήποτε ἀσυστροφοῦντα, καὶ οὐ προσέχει αὐτῷ οὐδὲ κατακρίνει αὐτόν, ἀλλὰ μᾶλλον τῷ εὐλαβεστέρῳ προσέχει καὶ σπουδάζει ποιῆσαι ὡς λέγει περὶ τοῦ ἀββᾶ Ἀντωνίου ὅτι ἀπερχόμενος πρός τινας, εἴτι ἔβλεπε καλὸν ἔχοντα ἕκαστον αὐτῶν, ἐκεῖνο ἐλάμβανε καὶ ἐκράτει, τοῦ μὲν τὸ πρᾷον, τοῦ δὲ τὸ ταπεινόν, τοῦ δὲ τὸ ἥσυχον, καὶ εὑρίσκετο αὐτὸς ἔχων τὰ ἑκάστου ἐν ἑαυτῷ.

Ἰδοὺ οὕτως ὀφείλομεν καὶ ἡμεῖς ποιεῖν καὶ διὰ ταῦτα παραβάλλειν, καὶ ὅτε ὑποστρέφομεν εἰς τὰ κελλία ἡμῶν, ἐρευνᾷν ἑαυτοὺς καὶ μανθάνειν εἰς τί ὠφελήθημεν ἢ εἰς τί ἐβλάβημεν· καὶ ἐφ’ οἷς μὲν εὑρίσκομεν ὅτι ἐσκεπάσθημεν, εὐχαριστήσωμεν τῷ Θεῷ τῷ σκεπάσαντι ἡμᾶς ἀβλαβῶς παρελθεῖν· ἐφ’ οἷς δὲ ἐσφάλημεν, μετανοήσωμεν, κλαύσωμεν, πενθήσωμεν τὴν ἰδίαν κατάστασιν.

Ἕκαστος γὰρ ἐκ τῆς ἰδίας καταστάσεως ὠφελεῖται ἢ βλάπτεται· ἐπεὶ οὐδεὶς βλάπτει τινά. Ἀλλ’ ἐὰν βλαβῶμεν, ἐκ τῆς καταστάσεως ἡμῶν, ὡς εἶπον, βλαπτόμεθα. Δυνάμεθα γάρ, ὡς ἀεὶ λέγω ὑμῖν, ἀπὸ ἑκάστου πράγματος, ἐὰν θέλωμεν, καὶ ὠφεληθῆναι καὶ βλαβῆναι. Καὶ λέγω ὑμῖν ὑπόδειγμα, ἵνα μάθητε ὅτι οὕτως ἐστί. Συμβαίνει τινὰ ἐν νυκτὶ ἵστασθαι εἰς τόπον τινά, οὐ λέγω μοναχὸν ἀλλ’ εἴ τινα δήποτε ἐν τῇ πόλει, καὶ παρέρχονται δι’ αὐτοῦ τρεῖς ἄνθρωποι· καὶ ὁ μὲν εἷς λογίζεται περὶ αὐτοῦ ὅτι τινὰ ἐκδέχεται, ἵνα ἀπέλθῃ καὶ πορνεύσῃ· ὁ δὲ ἄλλος λογίζεται ὅτι κλέπτης ἐστίν· ὁ δὲ ἄλλος λογίζεται ὅτι φίλον αὐτοῦ ἐκάλεσεν ἐκ τοῦ πλησίον οἴκου καὶ ἐκδέχεται αὐτόν, ἵνα κατέλθῃ καὶ ἀπέλθωσιν ἅμα πώποτε εἰς προσευχήν. Ἰδοὺ καὶ οἱ τρεῖς τὸν αὐτὸν ἄνθρωπον εἶδον καὶ ἐν τῷ αὐτῷ τόπῳ, καὶ ὅμως οὐκ ἐλογίσαντο οἱ τρεῖς περὶ αὐτοῦ τὸν αὐτὸν λογισμόν, ἀλλ’ ὁ μὲν τοῦτο ἐνεθυμήθη, ὁ δὲ ἐκεῖνο, ὁ δὲ ἄλλο, ἕκαστος δῆλον ὅτι πρὸς τὴν ἰδίαν κατάστασιν.

Ὥσπερ γάρ εἰσι σώματα μελαγχολικά, κακόχυμα, καὶ ἕκαστον βρῶμα ὃ λαμβάνωσιν εἰς κακοχυμίαν αὐτὸ τρέπουσι, κἂν ὠφέλιμον εἴη τὸ βρῶμα· καὶ οὐκ ἔστιν ἀπὸ τοῦ βρώματος ἡ αἰτία· ἀλλ’ αὐτὸ τὸ σῶμα, ὡς εἶπον, δύσκρατόν ἐστι καὶ λοιπὸν ἀνάγκῃ πρὸς τὴν κρᾶσιν αὐτοῦ ἐργάζεται καὶ ἀλλοιοῖ τὰ βρώματα· οὕτως καὶ ἡ ψυχὴ ἡ ἔχουσα κακὴν ἕξιν ἀπὸ ἑκάστου πράγματος βλάπτεται· κἂν ὠφέλιμόν ἐστι τὸ πρᾶγμα αὐτῇ, βλάπτεται. Ὑπόθου μοι ἀγγεῖον μέλιτος εἶναι, καὶ βάλλει τις εἰς αὐτὸ μικρὸν ἀψινθίον· οὐκ ἀφανίζει τὸ μικρὸν ἐκεῖνο ὅλον τὸ ἀγγεῖον καὶ ποιεῖ ὅλον τὸ μέλι πικρόν;

Οὕτως καὶ ἡμεῖς ποιοῦμεν· ἐκβάλλομεν μικρὸν ἐκ τῆς πικρίας ἡμῶν καὶ ἀφανίζομεν τὸ καλὸν τοῦ πλησίον, βλέποντες αὐτὸ πρὸς τὴν κατάστασιν ἡμῶν καὶ ἀλλοιοῦντες αὐτὸ πρὸς τὴν κακοεξίαν τὴν ἐν ἡμῖν. Οἱ δὲ ἔχοντες καλὴν ἕξιν εὑρίσκονται ὥσπερ τις ἔχων σῶμα εὔχυμον, ὅτι κἂν βλαβερόν τί ποτε φάγῃ, τρέπει αὐτὸ εἰς εὐχυμίαν πρὸς τὴν κρᾶσιν αὐτοῦ καὶ οὐκ ἀδικεῖ αὐτὸν οὐδὲ τὸ κακὸν βρῶμα ἐκεῖνο, ἐπειδή, καθὼς εἶπον, τὸ σῶμα αὐτοῦ εὔχυμόν ἐστι καὶ πρὸς τὴν κρᾶσιν αὐτοῦ ἐργάζεται τὴν τροφήν· καὶ καθὼς εἴπομεν περὶ τοῦ πρώτου ὅτι πρὸς τὴν δυσκρασίαν αὐτοῦ καὶ τὸ καλὸν βρῶμα μεταβάλλει εἰς κακοχυμίαν, ὁμοίως καὶ οὗτος πρὸς τὸ εὔκρατον αὐτοῦ σῶμα καὶ τὸ κακὸν βρῶμα μεταβάλλει εἰς εὐχυμίαν. Καὶ λέγω ὑμῖν ὑπόδειγμα ἵνα νοήσητε. Ὁ χοῖρος ἔχει σῶμα εὔχυμον πάνυ. Ἔστι δὲ ἡ τροφὴ αὐτοῦ κεράτια καὶ ὀστέα φοινίκων καὶ βόρβορος· καὶ ὅμως ἐπειδὴ εὔχυμον σῶμα ἔχει, τὴν τοιαύτην τροφὴν εἰς εὐχυμίαν μεταβάλλει· οὕτως καὶ ἡμεῖς, ἐὰν ἔχωμεν καλὴν ἕξιν καὶ καλὴν κατάστασιν, δυνάμεθα, ὡς προεῖπον, ἀπὸ ἑκάστου πράγματος ὠφεληθῆναι, κἂν μὴ ᾖ ὠφέλιμον τὸ πρᾶγμα. Καὶ καλῶς λέγει ἡ Παροιμία·

Ὁ βλέπων λεῖα ἐλεηθήσεται. Καὶ ἀλλαχοῦ λέγει· Πάντα ἐναντία ἀνδρὶ ἄφρονι. Ἤκουσα περί τινος ἀδελφοῦ ὅτι, ὅτε παρέβαλε ἑνὶ τῶν ἀδελφῶν, εἰ ἔβλεπε τὸ κελλίον αὐτοῦ ἀσύστροφον, ἀφιλοκάλητον, ἔλεγεν ἐν ἑαυτῷ· Μακάριός ἐστιν οὗτος ὁ ἀδελφός· πῶς ἠμερίμνησεν ἀπὸ ὅλων τῶν γηΐνων, καὶ οὕτως ὅλον τὸν νοῦν αὐτοῦ ἔλαβεν ἄνω, ὅτι οὐδὲ τὸ κελλίον αὐτοῦ σχολάζει καταστῆσαι. Πάλιν, εἰ ἀπήρχετο πρὸς ἄλλον καὶ ἔβλεπε τὸ κελλίον αὐτοῦ κατεσταμένον, καθαρόν, πεφιλοκαλημένον, ἔλεγε πάλιν ἐν ἑαυτῷ· Ὥσπερ ἐστὶν ἡ ψυχὴ τοῦ ἀδελφοῦ τούτου καθαρά, οὕτως ἐστὶ καὶ τὸ κελλίον αὐτοῦ καθαρόν· καὶ πρὸς τὴν κατάστασιν τῆς ψυχῆς αὐτοῦ ἐστι καὶ ἡ κατάστασις τοῦ κελλίου αὐτοῦ. Καὶ οὐδέποτε ἔλεγε περί τινος ὅτι οὗτος ἀσύστροφός ἐστιν ἢ οὗτος πέρπερος· ἀλλ’ ἐκ τῆς καλῆς καταστάσεως αὐτοῦ ὠφελεῖτο ἀπὸ ἑκάστου.

Ὁ Θεὸς ὁ ἀγαθὸς δώσῃ καὶ ἡμῖν καλὴν κατάστασιν, ἵνα δυνάμεθα καὶ ἡμεῖς ἀπὸ ἑκάστου ὠφεληθῆναι καὶ μηδέποτε νοῆσαι τὴν κακίαν τοῦ πλησίον. Εἰ δὲ καὶ νοήσωμεν ἢ ὑπονοήσωμεν ἐκ τῆς κακίας ἡμῶν, ἵνα εὐθέως μεταστρέψωμεν τὸν λογισμὸν ἡμῶν εἰς καλοεννοησίαν. Τὸ γὰρ μὴ εἰδέναι τὴν κακίαν τοῦ πλησίου τίκτει σὺν Θεῷ τὴν ἀγαθότητα.