Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Ἐπιστολαί

Δωρόθεος Γάζης

Επιστολές Γ΄ έως ΣΤ΄: Διακονία, πρακτικές αρετές και αντιμετώπιση λογισμών

Οδηγίες προς τον υπεύθυνο του κελαριού, απαντήσεις για την έμπρακτη εφαρμογή των αρετών, την αποφυγή της κατάκρισης, τον φόβο του Θεού και την ανάγκη προσευχής και αγάπης προς τον πλησίον.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 3 από 4

Γʹ. ΠΡΟΣ ΤΟΝ ΕΧΟΝΤΑ ΤΗΝ ΔΙΑΚΟΝΙΑΝ ΤΟΥ ΚΕΛΛΑΡΙΟΥ Εἰ θυμῷ καὶ μνησικακίᾳ περιπίπτειν οὐ θέλεις, προσπάθειαν τὸ καθόλου μὴ ἔχε πρὸς τὴν ὕλην, μηδὲ ἀντιποιοῦ σκεύους οἱουδήποτε, μήτε δὲ πάλιν ὡς ἐλαχίστου ἢ μηδαμινοῦ καταφρόνει· ἀλλὰ κἂν θέλει τις ἀπὸ σοῦ, δίδου, κἂν δὲ ἀπὸ ἀσυστροφίας ἢ καταφρονήσεως κλασθῇ ἢ ἀπώληται, μὴ μεριμνήσῃς. Τοῦτο δὲ ποιεῖν ὀφείλεις, οὐχ ὡς καταφρονῶν τῶν σκευῶν τοῦ μοναστηρίου· χρεωστεῖς γὰρ πάσῃ δυνάμει καὶ πάσῃ σπουδῇ φροντίζειν αὐτῶν· ἀλλ’ ὡς θέλων τὸ ἀτάραχον καὶ ἀθόρυβον ἑαυτοῦ φυλάττειν, δεικνύων ἀεὶ τῷ Θεῷ τὸ κατὰ δύναμιν. Τοῦτο δὲ κατορθῶσαι δυνήσῃ, ἐὰν μὴ ὡς ἴδια διοικῇς τὰ πράγματα, ἀλλ’ ὡς τῷ Θεῷ ἀνακείμενα, καὶ μόνην τούτων πιστευθεὶς τὴν φροντίδα. Τὸ μὲν γὰρ μὴ προσπάσχειν, ὡς εἶπον, τὸ δὲ μὴ καταφρονεῖν παρασκευάζει. Εἰ δὲ τοῦτον οὐκ ἔχῃς τὸν σκοπόν, θάρρει, οὐ μὴ παύσῃ ταρασσόμενος καὶ ταράσσων.

Δʹ. ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ Ἐρώτησις· Τοῦ λογισμοῦ χαίροντος ἐν τοῖς λόγοις τούτοις καὶ θέλοντος εἶναι οὕτως, πόθεν οὐχ εὑρίσκομαι ἕτοιμος εἰς τὴν ὥραν τοῦ πράγματος; Ἀπόκρισις· Ἐπειδὴ οὐ μελετᾷς αὐτὰ πάντοτε. Εἰ δὲ θέλεις ἔχειν αὐτὰ ἐν καιρῷ, πάντοτε αὐτὰ μελέτα καὶ ἐν τούτοις ἴσθι, καὶ πιστεύω τῷ Θεῷ ὅτι μέλλεις προκόπτειν.

Τὴν προσευχὴν σύγκρινε τῇ μελέτῃ· τοὺς ἀσθενεῖς θεράπευε, πρῶτον μὲν ἵνα κτήσῃ ἐκ τούτου συμπάθειαν, ὡς πολλάκις εἶπον, ἔπειτα δὲ ἵνα καὶ σὺ ὅτε δήποτε ἀσθενήσεις, ἐγείρῃ ὁ Θεὸς τὸν θεραπεύοντά σε. Ἐν ᾧ γὰρ μέτρῳ, φησί, μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἐὰν σπουδάσῃς ποιεῖν πρᾶγμα μετὰ συνειδήσεως πρὸς τὴν δύναμίν σου, εἰδέναι ὀφείλεις καὶ ἑαυτὸν πληροφορεῖν ὅτι τὴν ἀληθινὴν ὁδὸν οὔπω οἶδας, καὶ ὀφείλεις ἀταράχως καὶ ἀθλίπτως καὶ μετὰ χαρᾶς δέχεσθαι, ὅτε ἀκούσεις ὅτι ἐσφάλης εἰς ἐκεῖνο ὃ ἐνόμισας ποιεῖν μετὰ συνειδήσεως. Τῇ γὰρ κρίσει τῶν συνετωτέρων σου πάντως ἢ τὸ ἀπολειπόμενον διορθοῦται ἢ τὸ καλῶς γινόμενον ἀσφαλέστερον γίνεται. Σπούδαζε προκόψαι, ἵνα ἐὰν συμβῇ σοι θλίψις ἢ σωματικῶς ἢ πνευματικῶς, ἀθλίπτως καὶ ἀβαρῶς καὶ μεθ’ ὑπομονῆς δυνηθῇς βαστάσαι. Ἐὰν ἀκούσῃς ὅτι ἐποίησας πρᾶγμα ὅπερ οὐκ ἐποίησας, μὴ θροηθῇς ὅλως μηδὲ πυρθῇς, ἀλλ’ εὐθέως βάλε μετάνοιαν τῷ εἰπόντι σοι, μετὰ ταπεινώσεως λέγων αὐτῷ· Συγχώρησόν μοι καὶ εὖξαι ὑπὲρ ἐμοῦ, καὶ σιώπα μέχρι τούτου, καθὼς καὶ οἱ Πατέρες εἶπον. Ἐὰν δὲ ἐρωτηθῇς παρ’ αὐτοῦ εἰ ἀληθές ἐστι τὸ πρᾶγμα ἢ οὔ, τότε βάλε μετάνοιαν μετὰ ταπεινώσεως καὶ εἰπὲ μετὰ ἀληθείας πῶς ἦν τὸ πρᾶγμα. Καὶ μεθ’ ὃ λέγεις, πάλιν βάλε μετάνοιαν μετὰ ταπεινώσεως λέγων ὁμοίως·

Συγχώρησόν μοι καὶ εὖξαι ὑπὲρ ἐμοῦ.

Εʹ. ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ Ἐρώτησις· Τί ποιήσω, ὅτι οὐ τὴν αὐτὴν ἔχω κατάστασιν ἐν τῇ ἀπαντήσει τῶν ἀδελφῶν; Ἀπόκρισις· Τὴν μὲν αὐτὴν κατάστασιν ἐν τῇ ἀπαντήσει τῶν ἀδελφῶν οὔπω δύνασαι ἔχειν· ἀλλὰ τέως σπούδαζε μὴ σκανδαλισθῆναι ἔν τινι, μηδὲ κρίνειν τινά, μηδὲ καταλαλεῖν τινος, μηδὲ προσέχειν λόγῳ ἢ ἔργῳ ἢ κινήματι ἀδελφοῦ μὴ ὠφελοῦντός σε· ἀλλὰ μᾶλλον σπούδαζε ἐν πᾶσιν οἰκοδομεῖν ἑαυτόν, καὶ μὴ θέλε φανητιᾷν ἐν λόγῳ ἢ ἔργῳ σου καὶ κενοδοξεῖν. Κτήσαι ἐλευθερίαν εἰς τὴν διαίταν σου καὶ εἰς τὸν λόγον σου, ἕως λεπτοῦ πράγματος. Γίνωσκε ὅτι, ἐὰν πολεμῆταί τις ἢ θλίβηται ὑπό τινος ἐμπαθοῦς λογισμοῦ, καὶ ἐνεργήσῃ αὐτόν, ἐνδυναμοῦται τὸ πάθος κατ’ αὐτοῦ· αὐτὸς γὰρ ἰσχυροποιεῖ αὐτὸ καθ’ ἑαυτοῦ, οἱονεὶ δύναμιν παρέχει αὐτῷ εἰς τὸ πλέον πολεμεῖν καὶ θλίβειν αὐτόν. Ἐὰν δὲ πάλιν ἀγωνίσηται καὶ ἐναντιωθῇ τῷ λογισμῷ ἑαυτοῦ καὶ ἐνεργήσῃ τὰ ἐναντιούμενα αὐτῷ, καθὼς πολλάκις εἶπον, ἐξασθενεῖ τὸ πάθος καὶ ἀνίσχυρον γίνεται εἰς τὸ πολεμεῖν καὶ θλίβειν αὐτόν· καὶ οὕτως κατὰ μικρὸν μικρὸν ἀγωνιζόμενος καὶ βοηθούμενος ὑπὸ τοῦ Θεοῦ, περιγίνεται καὶ αὐτοῦ τοῦ πάθους.

Ϛʹ. ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ Ἐρώτησις· Διὰ τί εἶπεν ὁ ἀββᾶς Ποιμὴν ὅτι τρία ταῦτα κεφαλαῖά ἐστι, τὸ φοβεῖσθαι τὸν Κύριον καὶ εὔχεσθαι τῷ Κυρίῳ καὶ ποιῆσαι ἀγαθὸν τῷ πλησίον; Ἀπόκρισις· Τὸ φοβεῖσθαι τὸν Κύριον εἶπεν ὁ γέρων, ἐπειδὴ ὁ φόβος τοῦ Θεοῦ προηγεῖται πάσης ἀρετῆς· ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου· καὶ ὅτι οὐδεὶς ἄνευ φόβου Θεοῦ κατορθοῖ ἀρετὴν οὐδέ τί ποτε ἀγαθόν· τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.

Τὸ δὲ εὔχεσθαι τῷ Κυρίῳ εἶπεν, ἐπειδὴ οὔτε ἀρετὴν δύναται κτήσασθαι ἄνθρωπος οὔτε ἄλλο τι ἀγαθόν, ὡς εἶπον, ποιῆσαι, κἂν διὰ τὸν φόβον τοῦ Θεοῦ θέλει καὶ σπουδάζει, ἄνευ τῆς βοηθείας τοῦ Θεοῦ· χρεία γὰρ πάντως καὶ τῆς ἡμετέρας σπουδῆς καὶ τῆς τοῦ Θεοῦ συνεργείας.

Χρῄζει οὖν ὁ ἄνθρωπος ἐν παντὶ προσεύχεσθαι καὶ παρακαλεῖν τὸν Θεὸν βοηθῆσαι αὐτῷ καὶ συνεργῆσαι ἐν παντὶ πράγματι. Τὸ δὲ ποιῆσαι ἀγαθὸν τῷ πλησίον, τῆς ἀγάπης ἐστίν. Ἐπειδὴ οὖν ὁ φοβούμενος τὸν Κύριον καὶ εὐχόμενος τῷ Θεῷ δῆθεν μόνον ἑαυτὸν ὠφελεῖ, πᾶσα δὲ ἀρετὴ διὰ τῆς εἰς τὸν πλησίον ἀγάπης τελειοῦται, διὰ τοῦτο εἶπεν ὁ γέρων τὸ ποιῆσαι ἀγαθὸν τῷ πλησίον. Κἂν γὰρ φοβεῖταί τις τὸν Θεόν, κἂν προσεύχεται τῷ Θεῷ, ὀφείλει καὶ τῷ πλησίον χρησιμεῦσαι καὶ ἀγαθοποιῆσαι αὐτῷ. Τοῦτο γάρ, ὡς εἶπον, τῆς ἀγάπης ἐστίν, ἥτις ἐστὶν ἡ τελείωσις τῶν ἀρετῶν, καθὼς καὶ ὁ ἅγιος Ἀπόστολος λέγει.