Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἀποσπάσματα

Ἐφραίμ ὁ Σύρος

Οι προπάτορες και τα αίτια του Κατακλυσμού

Ερμηνευτικά σχόλια για τη γενεά του Σηθ, τη ζωή του Ενώχ, την ηθική πτώση της ανθρωπότητας και τα αίτια του Κατακλυσμού, με αναφορές στη νίκη του Χριστού επί του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Καὶ ἦν οἰκοδομῶν πόλιν ... Δύο φόνους ἐτόλμησε· ἄλλο γὰρ ἀνὴρ καὶ ἄλλο νεανίσκος. Καὶ τῶν ἀναιρεθέντων, φησίν, ἔλαβε τὰς γυναῖκας, πρὸς ἃς ἐξομολογεῖται, πρὸς ἄνδρας μὴ ἐξομολογούμενος. Πάντως γὰρ ἀσέλγεια κατ᾽ ἐκεῖνο τοῦ καιροῦ κατεκράτησε, καὶ συνεχεῖς ἀνδροφονίαι διὰ τὰς γυναῖκας ἐγίνοντο, καὶ αὐτὰς τοὺς ἄνδρας ἀμειβούσας ἀναιδῶς, ὥστε καὶ τοὺς υἱοὺς τοῦ Θεοῦ ἑλεῖν πρὸς τὴν μῖξιν τοὺς ἐκ τοῦ γένους τοῦ Σήθ, ὥς που φησὶ περὶ Χριστοῦ τὸ Εὐαγγέλιον, ὅτι γέγονεν υἱὸς Σήθ, υἱὸς Ἀδάμ, υἱὸς τοῦ Θεοῦ.

Καὶ ἔζησεν Ἰάρεδ δύο καὶ ἑξήκοντα καὶ ρʹ ... Ἤκουσα Ἰουδαϊκῆς αἱρέσεως λεγούσης· εἰ ὁ Κύριος διὰ τὸ καταργῆσαι τὸν θάνατον παρεγένετο, πῶς Ἐνὼχ οὐκ ἀπέθανεν, οὐδὲ Ἠλίας; Καὶ εἰ ἐν τῷ Ἐνώχ, φησί, κατήργητο, ἄρα μείζων ὁ Ἐνὼχ καὶ ὁ Ἠλίας τοῦ Χριστοῦ. Καὶ εἰ Ἠλίας καὶ Ἐνὼχ πρὸ Χριστοῦ παράδεισον ᾤκησαν καὶ οὐρανόν, τίς ἡ χρεία τῆς τοῦ Χριστοῦ ἀναστάσεως, τί δὲ πλέον ὁ Χριστὸς παρέσχετο ἢ ἔσχε; Συντόμως λέγω· ὁ Χριστὸς διὰ τὸν θανατωθέντα Ἀδὰμ παρεγένετο, οὐ διὰ Ἠλίαν τὸν εἰς λειτουργίαν τηρούμενον.

Ἦλθεν ὁ Χριστὸς λῦσαι τῆς ἁμαρτίας τὸ κράτος, οὐ μὴν δὲ διὰ τὴν τοῦ Ἐνὼχ φύσιν, ἥτις εἰς ἀπόδειξιν τοῦ Κτίστου τέως οὐκ ἀπέθανεν. Ἡ χάρις διεφύλαξε τὸν Ἐνώχ, οὐχ ἡ φύσις αὐτοῦ τὸν θάνατον ἐνίκησεν. Ὁ Χριστὸς ἦλθε διὰ τὴν φύσιν, οὐ διὰ τὴν χάριν, διὰ τοῦτο καὶ ἡ φύσις ὑπόκειται τῷ θανάτῳ, ἵνα ὁμοῦ καὶ Ἐνὼχ μετὰ πάντων ἀπολαύῃ τὴν φύσιν τὴν ἀθάνατον διὰ Ἰησοῦ Χριστοῦ.

Καὶ μετ᾽ ὀλίγα Οὐκ ἀπώλεσε τὸ κράτος ὁ θάνατος, τοῦ Ἐνὼχ μὴ θανόντος, ἐπειδὴ ἔτι ὑπὸ τὸν θάνατον εἶναι πιστεύεται· οὐ λυπεῖ τὸν θάνατον ἡ τοῦ Ἠλιοὺ ζωή· ἡ γὰρ ἐλπὶς τοῦ θανεῖν αὐτοὺς τὴν νομὴν αὐτῷ οὐ ποιεῖ ἄκυρον. Ἐπὶ Χριστοῦ ὁ θάνατος σφόδρα λελύπητο, ὅτι ὑπ᾽ αὐτοῦ νεκροῦ ἡττήθη ἀναστάντος. Οἶδα τὸν Ἐνὼχ δοῦλον τῆς χάριτος, καὶ αὐτὸν γὰρ ἀπὸ τοῦ τῆς ἁμαρτίας χρέους ἠλευθέρωσε.

Ἐνὼχ γέγονεν ἀνὴρ εὐσεβέστατος, καὶ τὸν Ἀδὰμ τὸν προπάτορα ἤλεγξε περὶ τῆς παραβάσεως, καὶ ἐμαρτύρησε τῷ Θεῷ, ὅτι ἃ εἶπε παρείχετο τῷ Ἀδάμ, εἰ μὴ παρέβη· ἐπειδὴ τῇ πίστει τῆς ἀθανασίας ἔτυχε, καὶ θνητὸς ὤν, οὐκ ἀπέθανε.

Πῶς οὖν ὁ Ἀδὰμ ἀπέθανεν; Ἐπειδὴ οὐκ ἐφύλαξε τὴν ἐντολήν. Ἀνθίσταται ταῖς αἱρέσεσιν ὁ δίκαιος ταῖς λεγούσαις, ὅτι ἀδίκως ἐκ τοῦ παραδείσου τὸν Ἀδὰμ ἐξέβαλεν. Ἰδὼν γὰρ τὸν Ἐνὼχ δικαίως διατρίψαντα, ἐκ γῆς ταύτης εἰς τὸν παράδεισον εἰσήγαγεν. Εἰ ἀδυνατῶν τὸν Ἀδὰμ ἀπώσατο διὰ προφάσεως τοῦ παραδείσου, πῶς τὸν Ἐνὼχ εἰσήγαγε διὰ τῆς πίστεως, καὶ ἀθάνατον διετήρησεν, ἕβδομον ἀπὸ Ἀδάμ, εὑρὼν τὸν δίκαιον εὐαρεστήσαντα;

Καὶ μετ᾽ ὀλίγα Ἐν τῷ Ἐνὼχ ἔδειξεν ὁ Θεὸς πῶς ἐπὶ τῆς ἀναστάσεως οἱ δίκαιοι τῶν ἁμαρτωλῶν χωρίζονται, καὶ ἐν τῷ Ἠλίᾳ πῶς τὰ σώματα ἐν ἀέρι κουφίζονται. Δύο τέχνας εὕρασθαι τοῖς τότε ἡ Γραφὴ εἴρηκε, ψαλτήριον καὶ κιθάραν, καὶ χαλκείαν χαλκοῦ καὶ σιδήρου· τὴν κιθάραν πρὸς τοὺς κώμους, καὶ πρὸς πόλεμον τὴν χαλκείαν· δεινὸς γὰρ ὄλεθρος κατεῖχε τὸν βίον, κομπαζόντων, πορνευόντων, παροινούντων εἰς τὴν εὐσέβειαν. Οὐκ ἦν αὐτοῖς ὁ βίος εἰ μὴ μανία καὶ τέρψις. Καὶ γὰρ ὡς θῆρες ἦσαν πρὸς πρόβατα, μόνον πρὸς τὰς γυναῖκας εἰρήνην ἄγοντες, καὶ ἐν αὐταῖς οὐ τὸν τυχόντα πόλεμον ὑπομένοντες, ἐπεὶ καὶ φόνοις ἀνδρῶν γυνὴ περιεφέρετο· ἡ γὰρ φθορὰ τὴν ἰσχὺν τοῦ σώματος ἐν τῇ μοιχείᾳ ἐγύμναζε, καὶ 〈αἱ〉 γυναῖκες οὐκ εἶχον ἐν τῇ εὐνοίᾳ τὸ καύχημα, ἀλλ᾽ ἐν τῇ πολυανδρίᾳ. Οὕτω καὶ αὗται ἐξεμάνησαν, οὐχ ἥκιστα τῶν ἀνδρῶν ταῖς ψυχαῖς πολεμοῦσαι. Τοὺς ἔχοντας αὐτὰς ηὔχοντο θανεῖν, ἵνα τῇ φθορᾷ ἐκμανῶς λειτουργήσωσι· προέκοπτε γὰρ ἐν αὐταῖς τὸ πάθος τῆς ἀκρασίας τοσοῦτον, ὥστε καὶ τοὺς υἱοὺς τοῦ Θεοῦ ἑλεῖν πρὸς τὴν μῖξιν τὴν ἄτιμον, οἳ ἐκ τοῦ γένους τοῦ Σὴθ ἦσαν υἱοὶ τοῦ Θεοῦ, ἐπειδὴ καὶ τὸ Εὐαγγέλιον λέγει περὶ τοῦ Χριστοῦ, ὅτι γέγονεν υἱὸς Σήθ, υἱὸς Ἀδάμ, υἱὸς Θεοῦ· καὶ τὸν Ἰσραὴλ υἱὸν πρωτότοκον ὠνόμασε. Τίς ἀπιστήσειε τοῖς εἰρημένοις μὴ ἕπεσθαι τὰς φθορὰς καὶ θάνατον; Καὶ διὰ τί ταῦτα εἶπον;

Ἵνα δείξω τὴν συντέλειαν τὴν ἐπὶ τοῦ Νῶε συμβᾶσαν, ἤτοι τὸν κατακλυσμόν, διὰ ταῦτα γενόμενον.