Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἀποσπάσματα

Ἐφραίμ ὁ Σύρος

Άσκηση και πνευματικός αγώνας

Αναφορές στη μοναχική πολιτεία, την εγκράτεια, την αποταγή των κοσμικών μεριμνών και την αντιμετώπιση των δαιμονικών προσβολών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

〈Ἀποσπάσματα〉 Ὁ γὰρ δεδεμένος ἐν τοῖς κοσμικοῖς πράγμασι, κἂν ἀκούσῃ τὴν ἀλήθειαν, βδελύσσεται τὸν λέγοντα. Συνετὸς μοναχὸς τὴν χρείαν στοιχήσει τοῦ σώματος, καὶ τὴν χρείαν τῆς γαστρὸς ἄρτῳ πληρώσει καὶ ὕδατι.

Ὡς ὁρῶ γάρ, οἱ τοῦ παρόντος καιροῦ ἄνθρωποι τραπέζης καὶ ἀδηφαγίας εἰσὶ φίλοι μᾶλλον ἢ ἀγάπης καὶ πίστεως. Νοῦς ὅσιος αὐτοπροαίρετος. Τιμὴ ἐκ Θεοῦ καὶ πατρίδος λύτρωσις. Εἴ τις ἀπροσπαθῶς πρὸς τὸ οἱονοῦν πρᾶγμα διακεῖσθαι νομίζει, ἐπὶ δὲ τῇ τούτου ἀποστερήσει, κἂν πρὸς βραχύ, τῇ καρδίᾳ λελύπηται, ὁ τοιοῦτος τελείως ἑαυτὸν ἠπάτησεν.

Ὅσοι νέοι περὶ τοὺς τῶν σωμάτων ἔρωτας καὶ τὴν τρυφὴν ἐμμανῶς διάκεινται, καὶ τῇ μοναδικῇ πολιτείᾳ προσελθεῖν βούλονται, πάσῃ νήψει καὶ προσοχῇ ἑαυτοὺς γυμνάσωσι, καὶ πείσωσι πάσης τρυφῆς καὶ πονηρίας ἀπέχεσθαι, μήπως γένωνται αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.

Ὁ λιμὴν καὶ σωτηρίας καὶ κινδύνων πολλάκις πρόξενος. Καὶ τοῦτο γινώσκουσιν οἱ τὴν νοητὴν θάλασσαν πλέοντες. Ἐλεεινὸν δὲ εἰδέσθαι θέαμα τοὺς ἐν τῷ πελάγει διασωθέντας ἐν τῷ λιμένι ναυαγήσαντας.

Περὶ τοῦ μὴ μεθύσκεσθαι οἴνῳ, εἴτ᾽ οὖν μὴ συνδιατρίβειν γυναιξί Περισσόν μοι δοκεῖ σημᾶναι τῇ σῇ θεοφιλίᾳ, καθότι πᾶσι φανερόν, ἀλλότριον εἶναι τοῦτο τῆς ἀρετῆς. Ἀναγκαῖον οὖν μὴ μόνον ἐν τούτῳ τῷ μέρει ἐπιτηρεῖν τὸ ὁρμηθὲν τῶν δαιμόνων, ἀλλὰ μηδὲ μετὰ ἀρρένων συγκρούειν λόγους ἡδονικούς τε καὶ γυναικώδεις, τοὺς ἐπὶ ὄλεθρον ἄγοντας τὴν ψυχήν· οὐ γὰρ ὡς πονηροῦ ὄντος τοῦ θήλεος τὴν τούτου συντυχίαν ἀποποιούμεθα, ἀλλ᾽ ὡς εὔκολον τῷ Ἐχθρῷ διὰ τῆς τῶν γυναικῶν συντυχίας τε καὶ συνδιατριβῆς καταστρέφειν ἡμᾶς καὶ πρὸς παράβασιν ἄγειν 〈τῆς〉 τοῦ Θεοῦ ἐντολῆς. Χρὴ οὖν ἡμᾶς πάντοθεν ἐπιτηρεῖν τὰς προσβολὰς τῶν πονηρῶν πνευμάτων, θαρροῦντας τῇ πανοπλίᾳ καὶ δυνάμει τοῦ Ἁγίου Πνεύματος· ὁ γὰρ τὴν μίαν πύλην ἀποκλείων τῷ ἐχθρῷ, δύο δὲ αὐτῷ ἀνοίγων, καὶ ἐν ἀσφαλείᾳ δοκῶν καθῆσθαι, ἀπατᾶται ὁ τοιοῦτος. Ἀναγκαῖον οὖν πανταχόθεν ἐπασφαλίζειν ἑαυτούς, καὶ μὴ διδόναι ἀφορμὴν τοῖς ζητοῦσιν ἀφορμήν· Θεὸς γὰρ οὐ μυκτηρίζεται· καί, φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.