Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Διαθήκη

Ἐφραίμ ὁ Σύρος

Οδηγίες για τον ενταφιασμό και αποτροπή νεκρικών τιμών

Παραγγελίες για ταπεινή ταφή στο κοιμητήριο των ξένων, αυστηρή απαγόρευση απόσπασης λειψάνων ως αντικειμένων ευλαβείας και προτροπή για μετατροπή των νεκρικών προσφορών σε ελεημοσύνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 6

Προσελθόντες οὖν, ὦ ἀδελφοί μου, δότε εἰς τέλος εἰρήνην καὶ ἀπολύσατέ με, διότι ἐκλείπων ἄπειμι. Μνημονεύετε δέ μου τοῦ εὐτελοῦς ἐν ταῖς εὐπροσδέκτοις ἁγίαις εὐχαῖς καὶ πάσαις δεήσεσιν· ἐν γὰρ ματαιότητι καὶ ἁμαρτίαις διήνυσα περάσας μου τὸν βίον καὶ τὴν ζωήν. Ἐν φόβῳ δὲ ὑμᾶς ὁρκῶ, ἄνδρες ὅσιοι καὶ κάτοικοι πόλεως Ἐδεσσηνῶν, τὴν ἀπαράλλακτον ὑμῖν τοῦ ἀθανάτου Θεοῦ πίστιν, ἵνα μὴ λήθην ποιῆσθε τῶν τῆς ἐμῆς βραχύτητος παραγγελμάτων, μήτε διαπτύσητε ἐξουθενοῦντες τοὺς ἐμοὺς λόγους· ἐκ γὰρ θείας χάριτος ὑπῆρξάν μοι οὗτοι. Καὶ μὴ ἐάσητέ με ἐν οἴκῳ Θεοῦ τεθῆναι, ἢ ὑπὸ θυσιαστήριον. Εἴ τις δὲ τολμήσει θεῖναί με ὑπὸ θυσιαστήριον, μὴ ἴδῃ τὸ ἐπουράνιον θυσιαστήριον· οὐ γὰρ καθήκει σκώληκι σαπρίαν ἀποβάλλοντι κατατεθῆναι εἰς ναὸν καὶ ἁγίασμα Κυρίου. Ἀλλὰ μήτε εἰς ἕτερον τόπον συγχωρήσητέ με τεθῆναι τοῦ ναοῦ τοῦ Θεοῦ. Μὴ γὰρ καταξιωθείη ναοῦ βασιλείας οὐρανῶν, ὃς ἂν αὐθαδιάζων τοῦτο πράξῃ· οὐ γὰρ ὀνήσει δόξα ματαία ἄνδρα ἀνάρμοστον, καὶ ᾧ μὴ καθήκει. Διότι γυμνοὶ ἐτέχθημεν βροτοὶ ἅπαντες· ὡσαύτως δὲ καὶ ἐγερθέντες τὴν αὐτῶν διὰ γυμνῆς ἐσομένην ἐμφάνειαν ποιησόμεθα, καὶ τῶν ἡμῖν ἐνταῦθα βεβιωμένων λόγον ὑφέξομεν, παραστάντες ἅπαντες ἐπὶ 〈τὸ〉 τοῦ Χριστοῦ κριτήριον.

Ἱνατί οὖν τιμήν μοι προσάγετε τῷ ἑαυτὸν μὴ τιμήσαντι τῇ προσηγορίᾳ τῶν πράξεων; Ὃς γὰρ ἑαυτὸν μὴ τιμήσῃ δι᾽ ἔργων ἀγαθῶν καὶ πράξεων, ἅπας ὁ τῶν ἀνθρώπων βίος τῷ τοιούτῳ προσφερόμενος, εἰς ἣν μὴ κέκτηται δόξαν, οὐδὲν αὐτὸν ὠφελῆσαι δύναται. Πᾶν δὲ τὸ κτιστὸν καὶ φθαρτόν, ἀδελφοί, καθὼς ἀκούετε ὑπὸ τοῦ Θεοῦ. Διὸ κλαίων λέγω, καθὼς γὰρ ἀνέγνωτε, καταλύεται καὶ φθείρεται οὗτος ὁ χειροποίητος ναὸς καὶ ἐγείρεται ὁ πνευματικός, οὐχ ὁ σωματικὸς καὶ παρόδιος, ὁ κατὰ τὰς ἐπιθυμίας τῆς σαρκὸς φθειρόμενος, ἀλλ᾽ ὁ αὐτὸς σωματικὸς 〈καὶ〉 πνευματικός, ἄφθαρτος ἐγειρόμενος, εἰς τὸ μηκέτι αὐτὸν ὑποστρέψαι εἰς διαφθοράν, ὅταν ἠχήσασα ἡ τοῦ Χριστοῦ σάλπιγξ ἐξυπνήσῃ τοὺς ἀπ᾽ αἰῶνος καθεύδοντας. Οὐ γὰρ διὰ τοὺς λιθίνους ναοὺς ἔσται ἡ κρίσις, οὔτε λίθους κρινεῖ ὁ Θεός, ἀλλὰ τοὺς ἐν σώματι ναούς, τοὺς τὴν ἀνθρωπείαν φύσιν ναοὺς προσαγορευομένους περιέχοντας.

Φημὶ δή, ἄνθρωπον κατὰ τὴν οἰκείαν πρᾶξιν κρινεῖ ὁ Θεὸς καὶ κατὰ τὸν ἑκάστου ἀγῶνα καὶ κόπον, καὶ τὸ βραβεῖον ἐπαξίως ἀποδώσει. Προσέχετε, ἀδελφοί, μὴ ἆραί μου ῥάκη λειψάνου μνημοσύνου χάριν· ἔχετε γὰρ μνήμης παραγγελίαν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ἣν λαβόντες παρ᾽ αὐτοῦ ἐμάθετε τὴν αὐτοῦ ἀναμένειν ἐπάνοδον. Τίνος γὰρ χάριν κόπον μοι καὶ δυσβάστακτον φορτίον ἐπισωρεύετε; Μήτε καὶ εἰς διάγνωσιν ἔλθω ἐξετασμοῦ—οὐ γὰρ κρείττων εἰμὶ τῶν ἀπ᾽ αἰῶνος ἀνδρῶν ὁσίων—καὶ τιμωρίαις δι᾽ ὑμᾶς ὑποπέσοιμι. Καὶ κωμῳδῶν τὴν ἐμὴν ἀφροσύνην ὁ Κύριος ἐρεῖ μοι· ὧ Ἐφραΐμ, εἰς σὲ πλέον ἢ εἰς ἐμὲ οἱ ἄνθρωποι ἐπίστευσαν. Εἰ γὰρ ἐκ σοῦ μνημόσυνα αἴρειν βούλονται, ἴσως οὐκ ἐπίστευσαν εἰς ἃς ἔδωκα αὐτοῖς τηρήσεις τῶν ἐντολῶν· διότι ταῖς σαῖς πλέον ἢ ταῖς ἐμαῖς ἥδονται μνήμαις.

Πρὸς ἐπὶ τούτοις δὲ παρακαλῶ ὑμᾶς, ὦ ποθεινὰ σπλάγχνα, εἴ περ ἀνέχεσθε τῆς τοῦ Χριστοῦ διδασκαλίας, μὴ θεῖναί με σὺν τοῖς Ἁγίοις· ἁμαρτωλὸς γάρ εἰμι καὶ ἐλάχιστος, πτήσσω τε τὴν ὑστέρησιν καὶ τὴν ἀφροσύνην μου τοῦ προσεγγίζειν αὐτοῖς· ἐὰν γὰρ καὶ προσεγγίζῃ ἢ καὶ προσομιλῇ ὕλη φρυγανώδης πυρί, ἅπασα ἀπ᾽ αὐτοῦ ἀναλωθήσεται καταφλεχθεῖσα. Οὐ τὴν συγκατάθεσιν δὲ αὐτῶν ἢ τὴν συνάφειαν ἀποβαλλόμενος ταῦτά φημι, ἀλλὰ τῶν ἐμῶν ἁμαρτιῶν τὸ ἄμετρον πλῆθος ἐνορῶν φρίττω τε καὶ τρέμω· τοῦ γὰρ Προφήτου λέγοντος ἀκούω· ὅτι εἴπερ ὦσι Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, οὐ μὴ ῥύσονται υἱοὺς αὐτῶν καὶ θυγατέρας· ἀδελφὸς ἀδελφὸν οὐ λυτροῦται· οὐ λυτρώσεται ἄνθρωπος ἄνθρωπον· οὐδ᾽ ἔτι Γιεζὶ τῆς λέπρας ἀπαλλαγεῖται.

Μή τις ὑμῶν δορυφορῶν με, εἰς ἐπίδειξιν διαπομπεύσας, περιενέγκῃ, ἀλλ᾽ ἐπ᾽ ὤμων ἄραντές με καὶ δρόμῳ συνοδεύσαντές μοι, κηδεύσαντες θάψετέ με ὥσπερ ὄνειδος ἐξουθενημένον, διότι ἐν ὀδύναις διῆλθον αἱ τῆς ζωῆς μου ἡμέραι. Μηδέ τις ὑμῶν ἐγκωμιάσῃ με καὶ ἐπαινέσῃ, ἀδελφοί· εἰμὶ γὰρ ἐνώπιον Κυρίου εὐτελὴς καὶ τοῖς ἔργοις μου τεθριαμβευμένος. Τρέμω τε λίαν, ὅτι ἐνώπιον τοῦ Θεοῦ τῶν ἀπαρρησιάστων τυγχάνω. Τίς γὰρ ὑμῶν δείξει τὰ ἐμὰ ὀφειλήματα, καὶ μὴ ἅπαντες ἐμπτύσητε τῇ ἐμῇ ἀπαιδευσίᾳ; Καὶ τίς κοινωνία κακίᾳ πρὸς ἀρετήν; Ἢ τί ἁμαρτωλῷ προσεγγίζειν δικαίῳ; Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; Ἐὰν γὰρ αἴσθησθε τῆς τῶν πράξεών μου ὀσμῆς, ἅπαντες ἂν ἀποφύγητε καταλείψαντες ἄταφον, τὸν βόρβορον τῶν ἁμαρτιῶν μου μὴ φέροντες.

Ὃς ἂν διαθῇ μοι κοσμικὸν στολισμόν, ἀπορριφθείη εἰς τὸ σκότος τὸ ἐξώτερον. Εἰ δὲ καί τις με σμυρνίσῃ, τούτου ἡ μερὶς εἰς τὴν φλεγομένην κάμινον καὶ εἰς τὸ τῆς γεέννης πῦρ ἔσται. Ἀλλ᾽ ἐν τῷ χιτῶνί μου καὶ ἐν τῷ περιβολαίῳ θέτε με, καὶ ἐν οἷς τὸ καθ᾽ ἡμέραν. Οὐ γὰρ ἁρμόζει καλλωπισμὸς ἁμαρτωλῷ, σκώληκί τε καὶ σαπρίας μεστῷ. Οὔτε ἡδύνει, οὔτε κατακοσμεῖ, ἡ τῶν ζώντων δόξα τοὺς ἐν τῇ γῇ ἁμαρτωλούς.

Εἰμὶ δὲ ἁμαρτωλός, καθὼς ἔφην. Μηδεὶς οὖν με μακαρίσῃ· τῷ γὰρ Θεῷ ἔγνωσται πᾶσά μου ἡ πρᾶξις καὶ πᾶσαι αἱ πονηρίαι, ἃς ἔδρασα. Μεμόλυσμαι ταῖς ἀνομίαις μου, καὶ ἀπέρριμμαι ταῖς ἁμαρτίαις μου. Ποῖον γὰρ ἀδίκημα οὐ κεῖται ἐν ἐμοί;

Ὅτι πᾶσαι αἱ ἀνομίαι καὶ ἀδικίαι ἐπιμελῶς ἔγκειται ἐν τῷ θνητῷ μου σώματι. Πάλιν ἅπαντες ὅσοι τάξιν πατέρων ἔχετε, τέκνων τε καὶ ἀδελφῶν καὶ μαθητῶν, ἄνδρες οἱ τὴν Ἐδεσσῶν οἰκοῦντες, φέρετε ὑμῶν τὰ τῆς δικαιοσύνης καρπώματα, ὅ τι ἕκαστος προέθεσθε μετ᾽ ἐμοῦ θεῖναι εἰς ἄληστον μνήμην ὑμῶν, ὅπως αὐτὸς ἐγὼ τιμὴν τούτοις ὀνομάσας, πολυτελές τι σκεῦος ἐν αὐτοῖς ὠνησάμενος, ἀξίους ἐργάτας μισθώσωμαι τῆς ὑμῶν ἐγκάρπου προαιρέσεως· φημὶ δὲ πτωχοὺς καὶ ὀρφανούς, χήρας τε καὶ ἐνδεεῖς καὶ ἀστέγους, γυμνούς τε καὶ λιμώττοντας καὶ πάντας τοὺς καταπονουμένους, ὡς τέλειον ὑμῶν τὸ μνημόσυνον γενέσθαι τῆς σωτηρίας ἐν τῇ τῶν ζώντων χώρᾳ. Ὑμῖν τε γὰρ ἀποβήσεται εἰς σωτηρίαν, καὶ ἐν ἐμοὶ λογισθείη, συμβουλίας ἕνεκεν, ἑκούσιος μισθός· ἄλλος γὰρ μισθὸς ὁ δι᾽ ἔργων, καὶ ἕτερος ὁ διὰ λόγων γενόμενος. Μείζων δέ, ἀδελφοί, ὁ διδοὺς τοῦ λαμβάνοντος, καθὼς καὶ ἀπὸ τοῦ Κυρίου ἠκηκόειτε. Καθώς τε ἕκαστος ὑμῶν τῇ προθέσει ἠθέλησεν, οὕτω καὶ πληρώσατε. Ἀπέχω τε ὑμῶν τὴν χάριν, καὶ περισσεύω. Καὶ ὁρκίζω ὑμᾶς τὸν Κύριον Ἰησοῦν Χριστόν, ἀδελφοί, ἵνα διαδοθῇ πάντα τοῖς πτωχοῖς· ὑπερπερισσεύομαι γὰρ τῆς ἀγάπης ὑμῶν, ὅτι παντὶ σθένει ἐτιμήσατέ με. Καὶ εἰ καὶ ἐγὼ ἀνάξιος τυγχάνω, ἀλλ᾽ οὖν γε ὁ τιμηθεὶς αὐτὸς ὑμῖν ἀποδῷ τὸν πλεονάζοντα μισθόν.

Καὶ ὃν τρόπον ἠκούσατε ὑπὸ τοῦ σοφοῦ Διδασκάλου στόματος φάσκοντος, ὁ δεχόμενος προφήτην, μισθὸν προφήτου λήψεται, αὐτὸς ὁ Χριστὸς προσδέξεται τὴν τελείαν ὑμῶν κάρπωσιν, ὅτι ἐπ᾽ ἐλπίδι ἐπ᾽ ὀνόματι αὐτοῦ ἐποιήσατέ μοι ταύτην τὴν τιμήν. Καὶ προσδεχθείη ὑμῶν ἡ θυσία, ὡς 〈ἡ〉 τοῦ δικαίου Νῶε, καὶ ὡς ἡ τοῦ προπάτορος ἡμῶν Ἀβραάμ.

Καὶ εὐλογημένη ὑμῶν ἡ πόλις Ἔδεσσα καὶ μήτηρ, ἥτις καὶ ἀποφαντικῶς ηὐλόγηται ἐκ στόματος Κυρίου, διὰ τῶν αὑτοῦ μαθητῶν, ἡμετέρων δὲ Ἀποστόλων. Ὁπηνίκα ἀποστείλας Αὔγαρος, ὁ ταύτην ἀνεγείρας βασιλεύς, ἠξίου δεξιοῦσθαι τὸν ἐν τῇ ἐπιδημίᾳ ἀναφανέντα Σωτῆρα τῶν ὅλων καὶ Δεσπότην Χριστόν, λέγων· ἤκουσα πάντα τὰ ὑπὸ σοῦ διαπραττόμενα, καὶ ὅσα πέπονθας ὑπὸ τῶν ἀθετούντων σε Ἰουδαίων. Ἐλθὲ τοιγαροῦν ἐνταῦθα, καὶ οἴκησον μετ᾽ ἐμοῦ. Ἔχω ἐμαυτῷ μικρὰν ταύτην τὴν πόλιν, ἥτις στοιχήσει σοί τε καὶ ἐμοί. Καὶ θαυμάσας ὁ Κύριος τὴν πίστιν αὐτοῦ, πέμψας δι᾽ Ἀγγέλων αἰωνίων ηὐλόγησε τὴν πόλιν, ἑδράσας αὐτῆς τὰ θεμέλια.

Ἐκείνη οὖν ἡ εὐλογία, αὐλισθεῖσα ἐν αὐτῇ, κατασκηνώσει ἄχρις οὗ ἀποκαλυφθῇ ὁ Ἅγιος ἐξ οὐρανοῦ, Ἰησοῦς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς ἐκ Θεοῦ. Μή τις οὖν ὑμῶν, ἐκλείψας τῆς προθέσεως, ἀπελεύσηται ἄκαρπος· ὃς γὰρ προέθετό τι εἰσενέγκαι, καὶ τοῦτο ἀποστερήσει, τὸν τοῦ ἀδίκου Ἀνανίου θάνατον ἀπενέγκηται, ὅστις ἐβουλήθη μὲν πειράσαι τὸ πανάγιον τοῦ Θεοῦ Πνεῦμα, τοὺς δὲ Ἀποστόλους λαθεῖν· καὶ ἠλέγχθη πεσὼν ὑπὸ τοὺς πόδας αὐτῶν.

Ταῦτα δὲ αὐτοῦ λέγοντος, ἀνήρ τις τῶν αὐτόθι ἑστώτων, ἔνδοξος πάνυ, ῥαπισθεὶς ὑπὸ πνεύματος ἀκαθάρτου, παραχρῆμα ἔπεσε πρὸς τὴν κλίνην, καὶ ἀνακράζων διύλαττεν. Ὁ δὲ πρὸς αὐτόν· ἄνθρωπε, τί διαπέπρακταί σοι; Καὶ τῇ κελεύσει τοῦ λόγου, εὐθέως διαναστὰς ἔφη· προθέμενος ἡμῖν πολυτελές τι ἱμάτιον ἐνέγκας μετὰ σοῦ καταθέσθαι· ὡς δὲ κατέκρινας ἡμᾶς μηδὲν πλέον ἐνταφιάσαι σοι, ἀνεβαλλόμην τοῦτο ἐν τῇ διανοίᾳ μου, λέγων· εἰ ὅλως ἐν τοιούτοις οὐ κατατίθεται, τίς χρεία καὶ τὴν ἐμφάνειαν αὐτοῦ ποιήσασθαι; Εἰ δὲ πένησι δοθῆναί τι προστάττοι, ἑτέρων χρημάτων εὐποροῦντες, διδόαμεν τοῖς ἐνδεέσιν, ὅσα ἂν ἡ χρεία ἀπαιτήσῃ. Ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτὸν ὁ μακάριος· ὕπαγε, καὶ πλήρου σου τὴν πρόθεσιν. Καὶ ἐπευξάμενος αὐτῷ, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας, ὑγιῆ κατέστησε τοῦ ἀκαθάρτου πνεύματος.

Καὶ πάλιν εἶπε· παραγγέλλω, μή τις κηρίον μοι ἀνάψῃ ἐν τῇ ἐξόδῳ μου, ἵνα μὴ οὗτος καταδαπανηθείη τῷ αἰωνίῳ πυρί. Τί γὰρ ὠφελήσει δόξα φθαρτοῦ πυρὸς ἄνδρα, ὃς ἐκ τοῦ ἰδίου πυρὸς καταφλεχθήσεται; Ὅταν γὰρ φανῇ τὸ φοβερώτατον ἐκεῖνο πῦρ, ἐν αὐτῷ ὁ ἔνοχος αὐτοῦ καταναλωθήσεται. Ἀρκετὸν τοιγαροῦν ἔστω μοι τὸ ἐμαυτοῦ ἄλγος, καὶ μὴ καὶ ἕτερον παρ᾽ ὑμῶν μοι ἐπεισαγέσθω. Κλαύσατε δέ με, ἀδελφοί, ὅτι ἐξέλιπον ἐν ὀδύνῃ αἱ ἡμέραι μου· καὶ παγίδα ἣν οὐ προεθέμην, ἐν αὐτῇ περιέχομαι. Ἥκει τε ὁ ἐταστής μου, καὶ βρόχοις σφοδροῖς με διαθέμενοι ἀπάγουσιν ἠπειγμένως οἱ παραλήπτορες, καὶ καθέλκουσί με εἰς γῆν βροτῶν, καὶ χώραν, ἣν οὐκ ἔγνων.

Παρακαλῶ σε, Σῶτερ, ὁ πλάσας με, μὴ ἐκθλίβων ταλανίσῃς, καὶ συντρίβων μή με καταικίσῃς. Ἐὰν γὰρ ἀξίως τῶν ἐμοὶ πεπραγμένων ἐτάσῃς με, περιστοιχήσεται ἡ κατάπτωσις ἐμέ· καὶ γὰρ ἐπὰν μνησθῶ τῶν ἔργων μου τούτων, ἀφόρητός μοι φόβος ἐπιπεσὼν συντρίβει με, καὶ φρίκη μοί τις ἐνίσταται δεινή, τὴν προσδοκίαν τῶν ἀμοιβῶν ἐν τῷ αἰῶνι ἐκείνῳ προορωμένῳ· τρόμῳ τε συνείλημμαι, καὶ οὐ δύναμαι φέρειν· καὶ προδήλως οἱ ὀδόντες μου κροτοῦσί μοι τὴν ἐκεῖθεν ἀλγυνομένην φρίκην.

Μήτε μὴν ἀρώμασί με ἐνταφιάσητε, παρακαλῶ· οὐ γὰρ ἄφρονι συμφέρει τιμή, ἀλλὰ οὔτε δόξα ἀδόξῳ. Οὔτε δὲ ἕτερον κάπνισμα εὐωδίας, σαπρίᾳ καὶ γῆς κονίᾳ ὑπάρχοντι· ἀλλὰ δότε ἀτμίδα καπνισμοῦ εὐωδίας ἐν οἴκῳ Θεοῦ, κἀμοὶ ταῖς προσευχαῖς συνοδεύσατε μᾶλλον. Μὴ τὰ μὲν ἀρώματα ἐμοί, ἀλλὰ τῷ Θεῷ δότε· ἐμὲ δὲ ὀλολυγμοῖς κηδεύσατε τὸν ἐν ὀδύναις πεφυρμένον, καὶ ἀντὶ ὀσμῆς ἡδίστης καὶ ἀρωμάτων ταῖς δεήσεσιν ὑμῶν συναγωνίσασθε, παρακαλῶ, μεμνημένοι μου διαπαντὸς ἐν αὐταῖς. Τί γὰρ ὠφελήσει ἐν ὀσμῇ νεκρὸν ἀναισθητοῦντα; Καπνίσατε δὲ ὑμῶν τὰ θυμιάματα ἐν οἴκῳ Θεοῦ, εἰς δόξαν καὶ ἔπαινον αὐτοῦ, ἐπειδὴ κατοικεῖ καὶ αὐτὸς ἐν αὐτῷ.

Τί δὲ ἐνειλέεις σῶμα φθαρτὸν περιφανῆ καὶ ἔξαλλον στολήν, ἥπερ αὐτῷ καθέξει οὐδέν; Ἀλλὰ κατάλιπε τὸ γήϊνον σῶμα τῇ αὑτοῦ μητρί, ἐπειδὴ καὶ ἐκ ταύτης ἄπνουν ἐλήφθη αὐτὸ καὶ οὐ συνέπεται αὐτῷ δόξα ματαία· ἀνδρὶ δὲ ἐνδόξῳ καθήκει πλοῦτος, τῷ δὲ πτωχῷ ἁρμόττει ταπείνωσις· καὶ τοῖς μὲν εὐγενέσι πρέπει βασίλειον, τοῖς δὲ ἐλαχίστοις ἡ τοῦ στρατοῦ προσηγορία, προσαγορευομένη παραμυθίας χάριν.

Μηδὲ ἐν τοῖς μνήμασιν ὑμῶν μέ που κατάθετε· οὐ γὰρ μὴ ἐξαγοράσονταί με ἐκ τῶν αἰχμαλωτιστῶν μου αἱ τῶν μνημάτων ὑποθῆκαι. Λόγον δὲ ἔχω μετὰ τοῦ Θεοῦ μου αὐλισθῆναί με σὺν τοῖς ξένοις, ἐπείπερ εἰμὶ παρεπίδημος, καθάπερ ἐκεῖνοι. Σὺν αὐτοῖς οὖν ἀναπαύσατέ με, ὅτι πᾶσα σάρξ, ἀδελφοί μου, τῇ μετόχῳ κολλᾶται, καὶ πᾶς ἀνθρώπων τῷ ὁμοίῳ χαίρει. Ἐν τῷ κοιμητηρίῳ, φημὶ δὴ ἔνθα κατάκεινται οἱ συντετριμμένοι τῇ καρδίᾳ, ἐκεῖ με κατάθεσθε, ἵνα, ὅταν ἔλθῃ ὁ τοῦ Θεοῦ Υἱὸς ἀνεγεῖραι καὶ ἀναπαῦσαι αὐτούς, μετ᾽ αὐτῶν με ἰάσηται.