Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Διαθήκη

Ἐφραίμ ὁ Σύρος

Η μέλλουσα κρίση και η σημασία των μνημοσύνων

Εσχατολογικές αναφορές στη θεία δίκη, παράκληση για την τέλεση μνημοσύνων, τεκμηρίωση της πνευματικής ωφέλειάς τους για τους κεκοιμημένους και νουθεσίες για ευσεβή συμπεριφορά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 6

Ἴδε, Κύριε, τὴν ταπείνωσιν καὶ τὴν ἱκεσίαν μου, καὶ σπλαγχνίσθητι ἐπ᾽ ἐμοί, δέομαί σου. Καταξίωσον, μονογενὲς Υἱὲ τοῦ Θεοῦ, καὶ μὴ κατ᾽ ἀξίαν τῶν βεβιωμένων ἀνταποδώσῃς μοι· ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς, τίς ὑποστήσεται; Καὶ εἰ κατὰ τὴν μεγαλωσύνην σου ἀποδῷς ἡμῖν, τίς ἐλέους ἀξιωθήσεται ἐν τῇ κρίσει σου;

Πᾶν γὰρ στόμα φραγήσεται, καὶ ὑπόδικος γενήσεται πᾶς ὁ κόσμος τῷ Θεῷ. Οὐ τὴν χάριν δὲ ἀθετῶν, προσφέρω ταῦτα· τὰ γὰρ γεγραμμένα λαλῶ, μακρόθυμε Χριστέ. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐὰν εἰς τὸ ἐκφλέγον πῦρ ἀποπεμφθῶ; Ποίησον τοίνυν συνήθως ἐπ᾽ ἐμὲ τοὺς οἰκτιρμούς σου, καὶ γνωσθήσεται ἐν αὐτῷ ἡ χάρις τῆς μακροθυμίας σου. Εἰ δὲ καὶ κρίσιν ποιήσῃς τῆς γῆς ἁπάσης, καθὼς καὶ ἡ χάρις σου δηλοῖ, οὐ μὴ σωθῇ εἷς ἀπὸ χιλίων, καὶ ἀπὸ μυριάδων οὐ λυτρωθήσονται δύο.

Τί οὖν ἀδημονῶν λαλήσω ὁ ταπεινὸς Ἐφραῒμ οὕτω πληροφοροῦντα τὴν ἐπίκρισιν μὴ γίνεσθαι βροτῶν, ἀλλ᾽ ἐξ ἴσου εἰσὶν ἄδικοι καὶ ἁμαρτωλοὶ τοῖς δικαίοις καὶ εὐθέσι καὶ ἀληθινοῖς, οἵ τε ταπεινοὶ καὶ ἀγαθοὶ τοῖς πονηροῖς καὶ ἀσεβέσιν; Οὐχ οἷόν τε ἐξισοῦσθαι ταῦτα οὕτω· τὸ γὰρ φῶς ἀναλίσκει τὸ σκότος. Πῶς γὰρ δίκαιόν ἐστι τὸν δίκαιον Ἄβελ τῷ ἀδελφοκτόνῳ καὶ ἀδίκῳ Κάϊν ἐξισοῦσθαι; Ἢ πῶς ῥᾷον γενέσθαι τοῦτο, κατοικῆσαι δικαίους καὶ ἀνόμους ἐπὶ τὸ αὐτό; Κεκραγότες γὰρ φωνὰς δώσουσι.

Δέομαί σου, Σωτήρ, οὐχ ἵνα ἰσώσῃς ἁμαρτωλοὺς δικαίοις· σὲ παρακαλῶ, ὦ τῆς ἀγαθότητος Υἱέ· ἀλλ᾽ ὅπως τοὺς οἰκτιρμούς σου καταξιώσῃς ἐφαπλῶσαι ἡμῖν, ἐπ᾽ ἐμὲ καὶ ἐπὶ τοὺς μετόχους μου. Ὁ πρῶτος οὖν μοι εἰρήσθω λόγος· λέξω γὰρ καὶ οὐκ ἀποστήσομαι τοῦ τοιούτου, ὅτι ἐὰν μὴ τοὺς οἰκτιρμούς σου ἐκτείνῃς ἡμῖν, οὐδεὶς ὄψεται ζωήν· εἷς γὰρ μαρτυρεῖται μόνος Θεὸς εἶναι ἀγαθὸς ἐκ πάντων ἐν σώματι βροτῶν. Οὐκ ἐπειδὴ δὲ ἁμαρτωλός εἰμι, ταῦτα λέγω· σύνηθες γὰρ τῇ Γραφῇ τὰ νῦν μοι εἰρημένα ἄρδην βοᾶν.

Παῦσαι, Ἐφραΐμ, ὁ παραλήπτωρ Ἄγγελός μοι λέγει σοφιζόμενος· οὐ γὰρ ὠφελήσουσί σε οἱ συνεχεῖς σου στεναγμοί, ἐπειδὴ μὴ ἐκμειλίσσονται δώροις οἱ ἐπὶ σὲ ἀποσταλέντες ὀξεῖς παραλήπτορες. Καὶ ἐμβριθῶς ἀποκριθεὶς ἔφη μοι· τὸ στόμα σου φράττε· οὐ γὰρ συμμέτοχοί σου ἀπολομένων τυγχάνουσι τῷ τῶν ἀνθρώπων γένει. Ὁ δὲ ἁμαρτωλὸς οἴεται τοὺς πάντας αὐτῷ ὁμοίους ὑπάρχειν· καὶ ὡς τυφλώττων, ἐμφερεῖς ἑαυτῷ.

Προσεγγίσατε οὖν, ἀδελφοί μου, καὶ διατείναντες καταστήσατέ με. Τὸ πνεῦμα μου ἐκλέλοιπε κραταιῶς, καὶ προσευχαῖς ὑμῶν προσφορὰς συνήθως ὑπὲρ τῆς ἐμῆ βραχύτητος ποιεῖν καταξιώσατε. Καὶ ἡνίκα ποιήσω τριακοστήν, ποιήσατέ μου τὴ μνήμην· εὐεργετοῦνται γὰρ οἱ θνητοὶ ἐν προσφοραῖς ἀναμνήσεως περὶ τῶν ζώντων ἁγίων. Ὁρᾶτε δὲ καὶ ὑπόδειγμα ἐκ τῶν μερικῶν τοῦ Θεοῦ κτισμάτων, οἱονεὶ τὸ γέννημα τῆς ἀμπέλου, ἡ ὄμφαξ ἐν ἀγρῷ καὶ ὁ ἐκπεπιεσμένος οἶνος ἐν τοῖς ἀγγείοις.

Ὅταν ἐπακμάσῃ οὖν ὁ βότρυς ἐν τῇ ἀμπέλῳ, τότε ἐκστὰς σαλευθήσεται ὁ ἐν οἴκῳ ἀκίνητος ἐξελάσων οἶνος. Παραπλησίως μοι νοεῖται καὶ τὸ ἐπὶ κρομμύου· τὸ γὰρ ἔμφυτον ἐν τῷ ἀγρῷ, τῷ αὐτῷ ἁπλοῖ καιρῷ χλωρὸν βλαστόν, καὶ τὸ ξηρὸν ἐν τῷ οἴκῳ βλαστάνει φοράν. Εἰ οὖν τῶν κτισμάτων γεννήματα ἀλλήλοις οὕτω συναίσθονται, πῶς γε μᾶλλον οἱ νεκροὶ ἐν ταῖς μνήμαις τῶν προσφορῶν αἴσθονται; Καὶ ἐὰν δῷς μοι λόγον συνετόν, ὅτι ταῦτα τῇ φύσει τῶν κτισμάτων ἕπεται, γνώσεις σαυτὸν εἶναι ἀπαρχήν τινα τῶν τοῦ Θεοῦ κτισμάτων. Καὶ εἰ μὴ πληροφορεῖ τὰ ὑποδείγματα, ἐὰν γὰρ μὴ μαρτυρίαν σοι παραγάγω, ἀνεξικάκως ἀκροῶ τὰ γεγραμμένα, καὶ εἴπερ βούλει, συνέσει δέξαι τὰ λεγόμενα.

Ὁ θεράπων τοῦ Θεοῦ Μωυσῆς τὸν Ῥουβὴμ ἐν εὐλογίαις ἕως τρίτης γενεᾶς εὐλόγησεν. Εἰ οὖν οἱ θνητοὶ οὐ λυτρῶνται, τίνι τῷ λόγῳ εὐλογεῖ τὸν Ῥουβὴμ ἕως τρίτης γενεᾶς ὁ Μωυσῆς; Καὶ μήν, 〈εἰ〉 ἀναστάσεως μνῆμα οὐκ ἔστιν, ἄκουε τί βοᾷ ὁ Ἀπόστολος· εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν;

Οἱ γὰρ τοῦ νόμου, ἐπὶ προσδοκίᾳ ἀναστάσεως ἐν μυστηρίῳ συγκεκλεισμένοι, κατείχοντο εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλύπτεσθαι. Ὅτι εἰ προσφοραῖς λατρειῶν περιεκάθαιρον οἱ ἐν νόμῳ ἱερεῖς καὶ τοὺς ἐν ἀνομίαις ἐν πολέμῳ τετρωμένους—μεμιασμένων γὰρ πράξεων πλήρεις, ἐτύγχανον ὀφειλέται τῶν ὁπωσοῦν γεγραμμένων— πόσῳ δὲ μᾶλλον οἱ ἱερεῖς διαθήκης νέας Χριστοῦ περιελεῖν δυνήσονται εἰκότως ὀφειλήματα τῶν παροδευόντων ἐν ἁγίαις προσφοραῖς καὶ εὐχαῖς γλωσσῶν αὐτῶν;

Ἐρχομένων δὲ ὑμῶν εἰς τὴν μνήμην μου, ὁρᾶτε, ἀδελφοί, μή τις ἁμάρτῃ εἰς τὰ ἅγια. Ἀλλὰ προσεχῶς καὶ ἐπιεικῶς καὶ ταπεινοφρόνως, ὁσίως τε καὶ ἁγνῶς ἀγρυπνήσατε. Οὐχ ὅτι βαρυτέρας κατακρίσεως ἠξίωται ἡ τῆς εὐολίσθου σαρκὸς ἁμαρτία παρὰ τὰ σύμφυτα αὐτῆς· εἰσὶ γὰρ ἕτερα ἁμαρτήματα, ἅτινα πλειόνως βεβυθισμένα, τῶν ἀνομιῶν πλείονα τυγχάνουσιν. Ἐλεεινὸν ὦπταί μοι τοῦτο, μήπως ἀντὶ μνήμης, ἀταξιῶν ἕνεκα ὑμῶν, λόγον τῷ Θεῷ μου παράσχοιμι. Ἴσως γὰρ ἐν τῇ κρίσει λέξει μοι τοῦτο· ὅτιπερ σὺ εἶ τούτων αἴτιος πάντων, Ἐφραΐμ, ἅτε δὴ συνάξας τοιούτους ἀσελγεῖς. Γέγραπται γάρ· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.

Καὶ τί εἴπωμεν ἐν τούτῳ, ἀγαπητοί μου; Ὃ πρῴην εἶπον, φόβῳ συνεχόμενος, καὶ νῦν λέξω, ὅτι, ὃν ὁ Θεὸς κρινεῖ, ἀνέσεως ἀξιοῦται. Καθὼς μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ, οὕτω σχολὴ μελέτης κακῶν διαχυθεῖσα συναναφλέγει ὅλον τὸ σῶμα.

Καὶ ὥσπερ ὁ ἐκ τοῦ σιδήρου γενόμενος ἰὸς ἀναλίσκει αὐτόν, οὕτω καὶ ἡ ἐξ ἀνθρώπων τικτομένη ἁμαρτία ἀντιστρατεύεται τοῖς σεμνοῖς αὐτῶν μέλεσι καὶ τρόποις, καὶ τικτομένη καταναλίσκει, χαρακτηρίζουσα τοὺς τὴν αὐτῆς ἀποπληροῦντας ὁδόν. Ὃς δὲ μὴ ποιήσει αὐτῆς τὸ θέλημα, καθάπερ μονήμερος παρόδιος μείνας ἔν τινι καταλύματι ἄπεισιν. Οὕτω βραχὺν χρόνον μείνας παρ᾽ αὐτῷ, οἰχήσεται φυγῇ· παροδεύει γὰρ τὸ θνητὸν τοῦτο σῶμα, καὶ ἐνδύεται τὸ ἀθάνατον καὶ οὐράνιον. Καὶ ὅταν τῆς φθορᾶς γεύσηται τὴν πεῖραν, τότε ἐνεργῶς ἀναστήσεται ἄφθαρτος, πάσης φθορᾶς καθαρεύων. Ἰδοὺ δή, καὶ ὁ φαιδρότατος τῆς Ἐκκλησίας αὐλὸς προαναφωνεῖ τὰς ἀλγεινὰς ἡμῶν φωνὰς ταύτας, ἢ καὶ καθιδρύει λέγων· σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ.