Ἔργον
Ἐφραίμ ὁ Σύρος – Διαθήκη
Προοίμιο και ικεσία εν όψει του θανάτου
Εισαγωγή της διαθήκης προς τους Εδεσσηνούς, θρήνος για το τέλος της επίγειας ζωής και θερμή ικεσία για το θείο έλεος κατά τη μέλλουσα κρίση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και ικεσία εν όψει του θανάτου
Εισαγωγή της διαθήκης προς τους Εδεσσηνούς, θρήνος για το τέλος της επίγειας ζωής και θερμή ικεσία για το θείο έλεος κατά τη μέλλουσα κρίση.
Τοῦ ὁσίου Ἐφραῒμ διαθήκη Ἐγὼ Ἐφραῒμ ἀποθνῄσκω· γνωστὸν οὖν ὑμῖν ἔστω πᾶσιν, ἄνδρες Ἐδεσσῶν. Διαθήκην γὰρ ὑμῖν καταλιμπάνω, σύμβολον μνημοσύνου διδαγμάτων, ἐξ ἐκείνης, ἧς μοι ὑπῆρξε, χάριτος καὶ δωρεᾶς· ὅπως ταῖς ὑπομνήσεσι τῶν λόγων μνείαν μου ποιῆσθε οἱ ἰδόντες καὶ οἱ γινώσκοντες.
Οἴμοι, ὅτι προέφθασάν με παγίδες θανάτου! Οἴμοι, ὅτι ἐξέλιπον αἱ ὧραι τῆς ζωῆς μου καὶ ἐκολοβώθη ὁ τοῦ σώματός μου χιτών! Ἐπληρώθη τε ὁ ἱστὸς καὶ ὁλοτελῶς καθῃρέθη. Ἐξέλιπε τὸ ἔλαιον τοῦ γηΐνου λύχνου καὶ ἤγγισαν οἱ καταποντισταὶ τοῦ σκάφους. Μίσθιος γὰρ ὑπάρχων, ἐπλήρωσά μου τὸ ἔτος, καὶ πάροικος τυγχάνων, τελέσας τὸν καιρόν, ἄπειμι. Περιεκύκλωσάν με ἐπ᾽ ἄμφω δημόται, οἱ τῆς ὀξύτητος ἐτασταί, ὑποτάξαι μου τὸν αὐχένα ἐν κλοιῷ βαρεῖ, ὡς ἀνδρὸς κακοποιοῦ.
Τί οὖν; Κλαύσωμαι; Ἀλλ᾽ οὐκ ἔστιν ὁ προσέχων. Ἀναβοήσωμαι; Καὶ τίς ὁ ἐπακουόμενός μου; Οἴμοι, ἐξ ἐπιτιμίας κρίσεως προσδοκία! Ὅταν γὰρ παραστῶ ἐπὶ τοῦ φρικτοῦ βήματος τοῦ Δεσπότου καὶ ἐπιγνώσομαι ἐκεῖσε ἑκατέρωθεν περικυκλοῦντάς με τινάς, ἄρξομαι [δὲ] αἰσχύνεσθαι· αἰσχύνη γὰρ ὄντως ἐκεῖσε φρικτή· καὶ οὐαὶ τῷ ἐκεῖ αἰσχυνομένῳ!
Κύριε Ἰησοῦ Χριστέ, μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, καὶ μὴ δῷς ἑτέρῳ τὴν κρίσιν μου· ἀλλ᾽ ἐπὶ τοῦ ἐνδόξου βήματός σου παραστῆναί με καταξίωσον· ὃν γὰρ ὁ Θεὸς κρινεῖ, ἐλέους ἀξιοῦται. Ἀκηκοὼς τοῦτό φημι παρὰ σοφῶν καὶ συνετῶν Ἀποστόλων ἁγίων, ὅτι πᾶς ὁ βασιλέα ὁρῶν, κἂν ἡμαρτηκὼς ᾖ, ὁ τοιοῦτος οὐκ ἀποθνῄσκει.
Οὐαὶ δέ μοι, ἀδελφοί, τί τὸ συνεσχηκός με! Κλαύσατε ὀλολύζοντες ἐπὶ τῷ συντρίμματί μου. Προσήγγισαν γὰρ τῇ φρουρᾷ οἱ ἐκσπηλεύοντές με, καὶ οἱ ἀποκαθιστῶντές με εἰς τὴν ἀπεκδεχομένην τοὺς ἀπ᾽ αἰῶνος βροτοὺς χώραν. Ὁ μεγαλόφωνος Ὠσηὲ πάνυ καταπλήττει με· καθυβρίζων γὰρ ἐκβοᾷ καὶ λέγει μοι· πολιὰ ἐξήνθησε τῷ Ἐφραΐμ, καὶ οὐκ ἐνετράπη. Καὶ πάλιν· Ἐφραῒμ δάμαλις ἐξοιστρῶσα, δεδιδαγμένη ἀγαπᾶν νεῖκος. Εἰ καὶ λέγει τις, τῷ Ἐφραῒμ τῷ κατὰ Ἰωσὴφ λέγειν ταῦτα τὸν προφήτην, ἀλλ᾽ οὖν ἐγὼ οὕτως ἔχω, ὅτι, ἡνίκα τὸν θρῆνον τοῦτον ἐδίδου ὁ προφήτης, οὐ διέστησεν ἕτερον τοῦ ἑτέρου τῶν Ἐφραΐμ. Ὁ Δαυῒδ πάλιν ἐν μέρει παραινεῖ, λέγων· Ἐφραῒμ κραταίωσις τῆς κεφαλῆς μου. Οὐκ ἀλαζονείᾳ δὲ φερόμενος τοῦτό φημι· οὐ μή μοι γὰρ προσεγγίσῃ· καὶ γὰρ μάρτυς τῶν ἐμῶν λόγων Κύριος.
Καὶ νῦν βούλομαι, ἀδελφοί μου, παραγγείλας παραινέσαι καὶ κραταιῶς ἐφιδρύσασθαι, ἵνα μετὰ τὴν ἔξοδόν μου μνείαν μου ποιῆσθε· συνήθως ἐν ταῖς δεήσεσιν ὑμῶν. Προσελθόντες δὲ νυνὶ καμμύσατέ με, χεῖρας ὑμῶν θέντες ἐπὶ τῶν ὁρατῶν μου· ὑστέρημα γάρ ἐστι τῆς πνοῆς ἐν ἐμοί, ἤδη μου ἐκλείποντος, καὶ τὰ κατ᾽ ἐμὲ τέλος ἔχει, καὶ ἀληθὲς τὸ πέραμα. Τὴν γὰρ ζωὴν ὑμῶν ἐν ἐμοὶ ἀναμάθητε, καὶ τὴν ἐμαυτοῦ 〈ἐν〉 ὑμῖν. Ἡ κλίνη, ἐφ᾽ ἧς κατεσχέθην, οὐ μὴ καταβῶ ἀπ᾽ αὐτῆς· παρεῖμαι γὰρ πάντοθεν, καὶ οὐ δύναμαι φέρειν, καὶ αἱ ὀδύναι συνέχουσί με. Μνήμην δὲ ὑμῖν πᾶσι καταλείψω ὡς ἔσοπτρον ἀκηλίδωτον, ἵνα ἀόκνως ἐν παντὶ ταύτην ἐνορῶντες καὶ σπουδὴν εἰσφέροντες πᾶσαν, ἀεὶ τοιαύτην ἐξομοιούμενοι φιλοπόνως σπουδάζητε.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.