Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Διαθήκη

Ἐφραίμ ὁ Σύρος

Οι τελευταίες παραγγελίες και η τελείωση του οσίου

Η διευθέτηση του ζητήματος της κατασκευής του φερέτρου με τη Λαμπροτάτη, η τελική δοξολογία προς τον Θεό και η εν ειρήνη παράδοση της ψυχής του μακαρίου Εφραίμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 6

Ταῦτα δὲ τοῦ Ἁγίου μετὰ δακρύων νουθετοῦντος καὶ ἐντελλομένου, καὶ τοῦ πλήθους τῆς πόλεως ἁπάσης περιεστῶτος αὐτῷ καὶ κλαίοντος, γυνή τις, ὀνόματι Λαμπροτάτη, θυγάτηρ τοῦ μεγάλου Ἀριστείδου, διαστήσασα τὸν ὄχλον τῶν τε ἀνδρῶν καὶ γυναικῶν, προσέπεσεν αὐτῷ καὶ εἶπε· τὸν Θεόν σου, ὅνπερ ἀπὸ νεότητος καὶ μέχρι γήρως ἠγάπησας, ἐπίτρεψον τῇ δούλῃ σου γλωσσόκομον λιτόν, ὥσπερ ὥρκισας ἡμᾶς ἐντειλάμενος μὴ ποιῆσαι, ποιῆσαί με, καὶ ἐν αὐτῷ καταθέσθαι τὸ τίμιόν σου λείψανον. Ὁ δὲ ἀποδεξάμενος αὐτῆς τὸ θερμὸν τῆς προθέσεως, ἔφη πρὸς αὐτήν· γύναι, ὕπαγε, ποίησον καθὰ προέθου· καὶ ἑτέρας δὲ βουλομένας τοῦτο ποιεῖν μὴ κωλύσῃς. Ἀπὸ δὲ μαρμάρου μὴ ποιήσῃς μοι τὴν θέσιν, οὐ γὰρ ὠφεληθήσεται δόξα ματαία. Ἐντολὴν δὲ ταύτην βραχυτάτην ἐντέλλομαι, ἥντινα θέλησον φυλάξαι· μὴ καθεσθῆναί σε τὸ σύνολον δίφρῳ, οὐδὲ γὰρ ὅσιον ἢ θεμιτὸν ἀνδρὶ κλίνειν πρὸς κλοιοὺς αὐχένα καὶ περιφέρειν δορυφόρως τὴν ὀλεθροφόρον ἡμῶν καὶ θανάτου πρόξενον· ἐπειδὴ τὸν Χριστόν, οὗπερ εἰς προσκύνησιν ἔρχῃ, αὐτὸν περιζευγνύεις ὑπὸ ζυγόν. Ἢ οὐκ ἀνέγνως καὶ ἤκουσας ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλή ἐστιν ὁ Χριστός; Καὶ τοὺς σταθμοὺς δὲ ὅταν παραδιδῷς, μνήμην ἔχε τῆς ἀναστάσεως, καὶ πράξεων ἀνταπόδοσιν γινομένην ἡμῖν ὑπὸ τοῦ Θεοῦ· ἐν ᾧ γάρ τις μετρήσει μέτρῳ, ἐν αὐτῷ ἀντιμετρηθήσεται αὐτῷ.

Ἴσως δὲ καὶ αὐτοῦ τοῦ Θεοῦ ἤκουσας λέγοντος· ὅτι ἕκαστον κατὰ τὰς ὁδοὺς ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ· ζῶ ἐγώ, λέγει Κύριος.

Τότε ὤμοσεν ἡ κόρη ἐπὶ τοῦ ἑστῶτος λαοῦ, λέγουσα· μὰ τὸν Θεόν, ὃν ἀκλινῶς ἐλάτρευσας ἀπὸ νεότητός σου μέχρι γήρως. Ἀπὸ τοῦ νῦν οὐ μὴ ἐπιβῶ δίφρῳ, καὶ οὐ μὴ ζευχθῇ ἔτι ἄνθρωπος ἐν σκεύει μου· εἰ δὲ καὶ ψεύσομαι, ἐλθέτω ἐν αὐτῇ τῇ ὥρᾳ ῥομφαία παραλύσεως ἐπὶ τὴν νεότητά μου, καὶ ἐν τῷ αἰωνίῳ πυρὶ μετὰ τῶν ἀνόμων κληρωθήσεται. Καὶ εἰ τὰς ἐντολάς σου παραβῶ, μὴ ἀποδεχθείην, ἀλλὰ δειγματισθείην ἐνώπιον τῆς τοῦ Θεοῦ ἐκκλησίας.

Ὁ δὲ μακάριος ἀποκριθεὶς εἶπε πρὸς αὐτήν· ὦ τέκνον, πρίν με ἐκλείπειν, εὐλογήσω σε, κατὰ τὴν πρόθεσίν σου. Μὴ ἐκλείποι ἐκ τοῦ σπέρματός σου διδασκαλία ὁσίων ἄχρις αἰώνων. Ὅταν ἔλθῃ ὁ Χριστὸς ἀλλάξαι τὸν οὐρανὸν καὶ τὴν γῆν, αὐτὸς ποιήσει ἔγγραφον τὸ μνημόσυνόν σου ἐν βίβλῳ ζώντων, ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ.

Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ τοὺς ἁγίους στεφανοῦσα στέμμασιν ἀχράντοις, ἐν τῇ κλήσει βραβευέτω σοι. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, καὶ τῷ Υἱῷ ἡ προσκύνησις, καὶ τῷ Ἁγίῳ Πνεύματι ἡ μεγαλοπρέπεια, πρὸ πάντων τῶν αἰώνων, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ταῦτα καὶ πλείονα τούτων εἰπών, ἀπέδωκε τὴν ψυχὴν καὶ ἐτελειώθη ὁ μακάριος ἐν Κυρίῳ, ἐν πολιτείᾳ ἀγαθῇ. Καὶ γέγονεν αὐτοῦ τῷ σώματι ὡς προέταξε τοῖς αὑτοῦ μαθηταῖς· εἰς δόξαν Θεοῦ τοῦ παντοκράτορος. Ἀμήν.