Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς Λὼτ καὶ περὶ ἀσφαλείας

Ἐφραίμ ὁ Σύρος

Η διάσωση του Λωτ και η καταστροφή των Σοδόμων

Η υποδοχή των αγγέλων από τον Λωτ, η υπεράσπισή τους από τους κατοίκους των Σοδόμων, η έξοδος του δικαίου στη Σηγώρ και η αιφνίδια τιμωρία των ασεβών μέσω του πυρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Ἀκούσωμεν τοίνυν τῆς θείας Γραφῆς λεγούσης· μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Ἀπῆλθε δὲ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ. Ἦλθον δὲ οἱ δύο Ἄγγελοι εἰς Σόδομα ἑσπέρας· ὑποδέχεται αὐτοὺς ὁ Λώτ. Καὶ οἱ ἄνθρωποι τῆς πόλεως, οἱ Σοδομῖται, περιεκύκλωσαν ἀπὸ νεανίσκου καὶ ἕως πρεσβυτέρου αὐτῶν πᾶς ὁ λαὸς ἅμα, καὶ ἐξεκαλοῦντο τὸν Λώτ, καὶ ἔλεγον πρὸς αὐτόν· ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρός σε τὴν νύκτα;

Ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεθα αὐτοῖς. Ὁ δὲ δίκαιος οὐ κατεπλάγη θεασάμενος αὐτῶν τὸ πλῆθος, οὐδὲ προέδωκεν εἰς χεῖρας τῶν ἀσεβῶν τοὺς δῆθεν ξένους καὶ ὁδοιπόρους, ὑλακτούντων κατ᾽ αὐτοῦ ἴσα κυνῶν· εἵλετο γὰρ θανεῖν ὑπ᾽ αὐτῶν πρὸς ταῖς ἰδίαις θύραις, ἢ κοινωνὸς γενέσθαι τῆς παρανομίας αὐτῶν. Ὅθεν ἐνδυσάμενος θώρακα πίστεως ἵστατο ὑπέρμαχος τῆς εὐσεβείας. Οἱ δὲ ἐκτραχηλιζόμενοι ὑπὸ τῆς κακῆς συνηθείας ἀνενδότως παρεβιάζοντο τὸν Λώτ, καὶ ἤγγισαν τοῦ συντρίψαι τὴν θύραν. Τότε ἐκτείναντες οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπάσαντο τὸν Λώτ, καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν. Τοὺς 〈δὲ〉 ὄντας ἐπὶ τὴν θύραν ἐπάταξαν ἀορασίᾳ, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν· καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν.

Τίς οὖν ἐστιν ὁ λέγων μηδὲν εἶναι τὴν ἁμαρτίαν τοῦ μυσαροῦ ἔργου τούτου; Εἰ δὲ φαμὲν μηδὲν εἶναι τοῦτο, ἀδικίαν καταγγέλλομεν τοῦ Θεοῦ, ὡς περὶ οὐδενὸς τὰς πόλεις Σοδόμων καταστρέψαντος. Πειθόμενοι οὖν τῇ ἀληθείᾳ, φυλάξωμεν ἑαυτοὺς ἀπὸ πάσης ἁμαρτίας, μάλιστα ἀπὸ ταύτης τῆς ἀκαθάρτου καὶ βδελυρᾶς ἐπιθυμίας. Εἶπον δὲ οἱ ἄνδρες πρὸς Λώτ· ἔστι σοι ὧδε γαμβροί, ἢ υἱοί, ἢ θυγατέρες· ἢ ἔστι σοι ἄλλος ἐν τῇ πόλει; Ἐξάγαγε ἐκ τοῦ τόπου τούτου, ὅτι ἀπόλλυμεν ἡμεῖς τὸν τόπον τοῦτον, ὅτι ὑψώθη κραυγὴ αὐτῶν ἔναντι Κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς Κύριος ἐκτρίψαι αὐτόν. Ἐξῆλθε δὲ Λὼτ καὶ ἐλάλησε πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ καὶ εἶπεν· ἀνάστητε καὶ ἐξέλθετε ἐκ τοῦ τόπου τούτου, ὅτι ἐκτρίβει Κύριος τὴν πόλιν. Ἔδοξε δὲ γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ. Ἡνίκα δὲ ὄρθρος ἐγένετο, ἐσπούδαζον οἱ Ἄγγελοι τὸν Λώτ, λέγοντες· ἀνάστα, λάβε τὴν γυναῖκά σου, καὶ τὰς δύο θυγατέρας, ἃς ἔχεις, καὶ ἔξελθε, ἵνα μὴ καὶ σὺ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως. Καὶ ἐκράτησαν οἱ Ἄγγελοι τῆς χειρὸς αὐτοῦ, καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν χειρῶν τῶν δύο θυγατέρων αὐτοῦ, ἐν τῷ φείσασθαι Κύριον τὸν Θεὸν αὐτοῦ. Καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτὸν ἔξω, καὶ εἶπον· σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν. Μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ 〈τῇ〉 περιχώρῳ.

Εἰς τὸ ὄρος σῴζου, μήποτε παραληφθῇς.

Ὁ δὲ τὴν Σηγὼρ τὴν πόλιν αἰτησάμενος τοῦ καταφυγεῖν αὐτόθι, οὐκ ἀπηξίωσεν αὐτὸν τοῦ αἰτήματος, ἀλλ᾽ εἶπεν· ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον, καὶ ἐπὶ τῷ ῥήματι τούτῳ, τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας. Σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ· οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα, ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ.

Εἶδες ἐπιείκειαν Θεοῦ πρὸς τοὺς ἑαυτοῦ θεράποντας; Εἶδες εὐσπλαγχνίαν; Εἶδες δύναμιν προσευχῆς δικαίου ἐνεργουμένης; Οὐ γὰρ δυνήσομαι, φησί, ποιῆσαι πρᾶγμα, ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ. Ἡ ἀπόφασις ἐξενήνεκτο κατὰ τῶν ἀκολάστων.

Τὸ πῦρ ἡτοίμαστο τοῦ στάξαι ἐπὶ τὰς πόλεις αὐτῶν. Οἱ Ἄγγελοι τὸ νεῦμα ἐξεδέχοντο ὑπηρετεῖν τῇ διατάξει τοῦ ἰδίου Δεσπότου· δημιουργὸς ταῖς ἐπουρανίαις δυνάμεσι παρεκελεύετο συνέχειν τὴν ἐπικειμένην ἀπώλειαν, ἄχρις οὗ ὁ δίκαιος σωθείη ἐκ μέσου αὐτῶν.

Ἆρα οὐκ ἔφριξε καὶ ὁ χορὸς τῶν Ἀγγέλων ἐπὶ τῇ τοσαύτῃ μακροθυμίᾳ τοῦ φιλανθρώπου; Τίς οὐ φρίξει τοῦτον τὸν δίκαιον Κριτήν; Τίς μὴ ἀγαπήσει τὸν γλυκὺν Δεσπότην; Ὡς γὰρ οἰκτείρει πατὴρ υἱούς, οἰκτερεῖ Κύριος τοὺς φοβουμένους αὐτόν. Οἱ δὲ μυκτηρίσαντες τὸν δίκαιον, ἄφνω ἐξανάλωτοι γεγόνασιν· οὐ γὰρ ὑπήκουσαν τῇ παραινέσει τοῦ δικαίου. Ἐθεώρουν γὰρ τὸν ἥλιον τῷ ἰδίῳ δρόμῳ κατὰ τὸ εἰωθὸς εὐτάκτως κεχρημένον, τὴν σελήνην ἐν τῇ ἰδίᾳ τάξει ἱσταμένην, καθαρὸν τὸν ἀέρα, καὶ τὴν γῆν χλοηφοροῦσαν· οὐ καταστραπαί, οὐ βρονταί, οὐ σεισμὸς γενόμενος· ἀλλ᾽ ἐν πάσῃ εἰρήνῃ καὶ ἀσφαλείᾳ δόξαντες εὐδαιμονεῖν, αἰφνίδιον κατεπέστη αὐτοῖς ὄλεθρος. Καθὼς γέγραπται· ὡς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξε πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ, καὶ ἀπώλεσε πάντας.

Τοῦ γὰρ δικαίου ἐκ μέσου αὐτῶν ὑποχωρήσαντος, ἡ παντοδύναμος χεὶρ ἔβρεξεν ἐπ᾽ αὐτοὺς ἀπ᾽ οὐρανοῦ πῦρ καὶ θεῖον, καὶ ἀπώλεσεν ἅπαντας. Καθάπερ γὰρ πόλις ὀχυρὰ τὰ τείχη καθαιρεθεῖσα εἰς ἅλωσιν ἔσται, οὕτω καὶ οὗτοι τῆς τοῦ δικαίου προσευχῆς στερηθέντες ἀπώλοντο ὁμοθυμαδόν.