Ἐγκώμιον εἰς Πέτρον καὶ Παῦλον καὶ Ἀνδρέαν, Θωμᾶν τε καὶ Λουκᾶν καὶ Ἰωάννην· καὶ εἰς τὴν ἀνάγνωσιν Θωμᾶ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου Χαίρετε Χριστοῦ βασιλεῖς, ἅγιοι Ἀπόστολοι· ὑμῖν γὰρ τὴν ἄνω καὶ κάτω βασιλείαν ἐπίστευσε. Ἑκατέρους τοὺς θρόνους οἰκονομεῖν καὶ ποιμαίνειν τὰ σκῆπτρα παρέδωκε, τῆς κάτω μὲν τὸν κλῆρον διορθωθῆναι βουλόμενος, τῆς ἄνω δὲ τὴν δόξαν ἀστράψαι, τὸ κάλλος πλεονάσαι, φανερωθῆναι τὸ φῶς, γνωσθῆναι τὰ μυστήρια, κηρυχθῆναι τὴν δύναμιν. Χαίρετε, τὸ ἅλας τῆς γῆς, τὸ μηδέποτε μαρανθῆναι δυνάμενον. Χαίρετε, τὸ φῶς τοῦ κόσμου, τὸ μένον ἐν τῇ ἀνατολῇ καὶ λάμπον πανταχοῦ, τὸ φωτίζον τοὺς ἐσκοτισμένους, τὸ χωρὶς ὕλης καιόμενον· ὁ λύχνος ὁ Χριστός, λυχνία δὲ ὁ Πέτρος, ἔλαιον δὲ ἡ χορηγία τοῦ Ἁγίου Πνεύματος. Χαίρετε, τοῦ κόσμου τὸ φῶς, ᾧ νὺξ πᾶσα παραχωρεῖ· οὐκ ἐπισκιάζει νεφέλη, οὐκ ἀντιβαίνει καταιγίς, οὐδὲ λαίλαψ ἐπίκειται, τοὐναντίον δὲ τὰ ἐν ἡμῖν ἐσκοτισμένα φωτίζεται, λευκαίνει τὰ κρυπτά, σμήχει τὰ λανθάνοντα, τὰ συνειδότα καθαίρει. Χαίρετε, ἱερέων οἱ σφραγισταί, τῶν διδασκάλων οἱ παιδευταί, τῶν ἐθνῶν οἱ σαγηνευταί, τῶν λαῶν οἱ ἀγορευταί, τῶν δικαίων οἱ ἀλεῖπται, τῶν ἁμαρτωλῶν οἱ πλύται, τῆς ἁμαρτίας οἱ σφάκται, τῶν ἀπίστων οἱ φωτισταί, οἱ ἀήττητοι φύλακες, οἱ πολυτελεῖς ἔμποροι.