Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὰς παροιμίας

Ἐφραίμ ὁ Σύρος

Υπέρβαση των παθών, ειρηνοποιία και ορθή πίστη

Διδασκαλία σχετικά με την ποιμαντική ευθύνη, την καταπολέμηση του θυμού και της οκνηρίας, τη σημασία της πίστεως έναντι των αιρέσεων και την ειρηνική συμβίωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 7 από 9

Ἀλλήλους παρακαλέσωμεν, ἀγαπητοί, ἀλλήλους δουλεύσωμεν, ἀλλήλους νουθετήσωμεν εἰς τὸν φόβον τοῦ Κυρίου, ἄχρις οὗ καταντήσωμεν εἰς τὸν τῆς ζωῆς λιμένα. Γαστρίμαργος μοναχὸς πολλὰ μεριμνήσει, ὁ δὲ ἐγκρατὴς ἔοικε δορκάδι ἐν ἀγρῷ. Ὥσπερ ἰχθύσιν ὕδωρ, οὕτω μοναχῷ ἡσυχία ἐν ταπεινοφροσύνῃ καὶ ἀγάπῃ. Ἐπισιτισμὸς μοναχῷ ἐν ὁδῷ εὐλάβεια ἐν φόβῳ Θεοῦ. Φόβος δὲ Κυρίου χρυσίον δόκιμον, καὶ ὁ κτησάμενος αὐτὸν οὐκ ἐγκαταλειφθήσεται.

Μοναχέ, ἐπιχειροῦσιν οἱ ἐχθροὶ συνέχειν σου τὸν λογισμὸν ἐν τῷ σὲ ἀκούειν περὶ τῶν κατὰ σάρκα γονέων· ἀλλ᾽ ὑπερεκπερισσεύσει σοι ἡ χαρὰ καὶ ἡ παράκλησις ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐὰν ὑπομείνῃς εἰς τέλος δουλεύων τῷ Κυρίῳ.

Ὁ βουλόμενος εἰρηνικῶς ζῆν ἐν παντὶ τόπῳ μὴ ἐπιζητείτω τὴν ἰδίαν ἀνάπαυσιν, ἀλλὰ τὴν τοῦ ἑτέρου ἐν Κυρίῳ, καὶ εὑρήσει ἀνάπαυσιν· ὁ δὲ ἐρεθιστὴς καὶ κακόφρων οὐχ ἡσυχάσει πώποτε. Πρὸ τοῦ καταφρονῆσαί τις τοῦ φόβου τοῦ Θεοῦ, οὐχ ἁμαρτήσει πώποτε. Θέλεις μὴ ἁμαρτάνειν, φύλασσε τὸν φόβον τοῦ Θεοῦ.

Νόμιζε δὲ τὴν ἁμαρτίαν ὡς ὄρη τὰ ὑψηλὰ ἢ ὡς πέλαγος θαλάσσης πλῆρες κλυδώνων ἢ ὡς φλόγα πυρὸς κατεσθίουσαν τὸν ἐμπεσόντα εἰς αὐτήν. Ἡ γὰρ σπουδὴ τοῦ Ἐχθροῦ σμικρύνει αὐτὴν ἐν ὀφθαλμοῖς σου, ἕως οὗ περιπέσῃς ἐν αὐτῇ. Μὴ θέλε ἁμαρτάνειν, τὸν δὲ σὸν πατέρα μὴ προφασίζου· Σαμουὴλ γὰρ τῷ Ἠλεὶ παρέμεινε, καὶ Γιεζὶ τῷ Ἐλισσαίῳ.

Ποιμένα σε κατέστησε, μὴ εἰσάγαγε εἰς τὸ ποίμνιον αὐτοῦ λύκους διαφθείροντας, ἵνα μὴ ἔρημον ἀποκαταστήσωσί σου τὴν ποίμνην, καὶ ἐλθὼν ὁ Ἀρχιποίμην οὐκ ἀρέσει αὐτῷ. Ἀποσόβει ἐκ τῶν προβάτων πᾶν πρᾶγμα ἐναντιούμενον αὐτοῖς, καὶ οὐ μὴ κληθῇς ἐργάτης δόλιος. Ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος ἔντιμος, καὶ οἱ φοβούμενοι Κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ. Πρὸ τοῦ ἐνάρξαι εἰς πρᾶγμα νόει τὴν ἔκβασιν αὐτοῦ· καὶ πρὸ μάχης προφασίζου τὸν Σατανᾶν. Γέγραπται γάρ, ὅτι ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. Οὐ χαλεπὸν μὲν τὸ συμβαίνειν, ἀλλὰ δεινὸν καὶ χαλεπὸν τὸ ἐμμένειν τῇ αὐτῇ πονηρίᾳ. Ἐὰν συμβῇ μάχη μεταξὺ δύο ἀδελφῶν, ὁ πρώτως μετανοῶν λήψεται τὸν στέφανον τῆς νίκης. Στεφανοῦται δὲ καὶ ὁ δεύτερος, ἐὰν μὴ ἀποβάληται τὴν μετάνοιαν, ἀλλὰ προθύμως ποιήσῃ τὰ πρὸς εἰρήνην.

Σημεῖον ἀπαιδευσίας ἐπὶ μοναχῷ καθημένῳ μέσον ἀδελφῶν γυμνοῦν τὰς κνήμας αὐτοῦ· ὁ δὲ εὐλαβὴς εὐσχημόνως καθιεῖται. Περὶ τῆς πολυλογίας νόει, μοναχέ, ὅτι μυρίων λόγων τὸ τέλος σιγή· προλαβὼν οὖν τὸ κέρδος, φεῦγε τὰς ζημίας. Καταφρόνει, μοναχέ, τῆς κοιλίας, καὶ ἕξεις ἀνάπαυσιν. Καταβάλλει ἡ ὑψηλοφροσύνη, ἡ δὲ ταπεινοφροσύνη κατέλαβε τὸ βραβεῖον.

Ἀγαπητέ, ἐὰν εἰσάξῃς τινὰ εἰς τὸ κελλίον σου, ἀγωνίζου ἀσκανδάλιστον αὐτὸν ἐκπέμπειν· τουτέστι, μηδὲν ἔξωθεν φόβου Θεοῦ πράττειν, ἵνα μὴ ἔσῃ αὐτῷ τύπος ἔργου ἀνοσίου. Λέγει γὰρ ὁ Ἀπόστολος· ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ. Μοναχέ, τίμα πάντας μὴ δι᾽ ἀμοιβήν, ἀλλὰ διὰ τὸν Κύριον. Ἄτερ σήψεως οὐκ ἀναθάλλει σκώληξ καὶ ἄτερ ἐπιμελείας οὐ τήκεται. Ἄτερ ἀμελείας οὐκ ἀναθάλλει καταφρόνησις, καὶ δίχα ἐπιμελείας οὐκ ἐκριζωθήσεται. Φοβοῦ δὲ τὸν Κύριον, καὶ εὑρήσεις χάριν. Μή σε εὕρῃ ὁ Ἐχθρός, μοναχέ, ποιοῦντά τι ἔξω τοῦ ἐπαγγέλματός σου, καὶ οὐ μή σε πτοήσῃ ποτὲ ἀνὴρ ἀνθρωπάρεσκος. Πολλοῖς ἀρέσαι σπούδασαι, ἀλλὰ διὰ τὸν Κύριον, ὁ δὲ φοβούμενος τὸν Κύριον οὐ προσκόψει, ὅτι τῷ φωτὶ τῶν ἐντολῶν αὐτοῦ πορεύεται.

Θυμὸς ἀνδρὶ βόθυνος αὐτῷ, καὶ ὁ ὑπερβαίνων θυμὸν ὑπερέβη βόθυνον. Ὁ παιδεύων τὸν λαὸν αὐτοῦ ἔχει εἰρήνην πρὸς τοὺς ἔξω, ὁ δὲ θαρρῶν ἑαυτῷ πληθύνει ἔχθραν ἑαυτῷ. Μακάριος ἀνὴρ ὃς ἐν πρᾳότητι εἵλκυσε τὸν ζυγὸν τοῦ δεσπότου Χριστοῦ ἕως τέλους· δεινὴ γὰρ ἡ ὑπερηφανία. Ἐν ὁμονοίᾳ ἀδελφῶν ἐνοικεῖ Κύριος, τέρπει δὲ τὸν δόλιον ἡ τούτων ἔχθρα. Ἕως τίνος κατακρύψει ἡ γῆ τὸν ἐσπαρμένον αὐτῇ σπόρον; Ἕως οὗ λάβῃ τὴν ὀσμὴν τοῦ ὕδατος. Ἔργασαι κρυπτῶς, ἀγαπητέ, τὰς ἐντολὰς τοῦ Κυρίου, καὶ ἀποδώσει σοι ἐν τῷ φανερῷ.

Μοναχὸς ὀκνηρὸς καὶ φίλαυτος θεασάμενος ἔργον, κατέκρυψεν ἑαυτόν, καὶ ἐν δείπνῳ εἰς τοὺς πρώτους ἑαυτὸν καταριθμεῖ. Φρόνιμος μοναχὸς οὐ προκρίνει ἑαυτὸν τῶν ταπεινῶν ἀδελφῶν, ἀλλὰ τύπος γίνεται τῶν πιστῶν. Ἀνελεήμων ὁ μὴ συμπάσχων ἀσθενεῖ. Μακάριοι γὰρ οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθήσονται.

Οἰκονόμος πιστὸς οὐ πλεονεκτήσει ἀδελφοὺς αὐτοῦ, καὶ ὁ ἐνάρετος πάντα κατὰ Θεὸν πράττει. Μὴ κακώσῃς μίσθιον διδόντα τὴν ψυχὴν ἑαυτοῦ, καὶ μισθὸν ἐργάτου μὴ παρελκύσῃς· μνήσθητι ὅτι δεδούλευκέ σοι. Ἀπόδος μισθὸν ἐν καιρῷ, καὶ ἀπολήψῃ μισθὸν ἐν καιρῷ. Ὁ ἐλεγχόμενος καὶ σιωπῶν ἐν πονηρίᾳ κρύπτει μνησικακίαν ἐν καρδίᾳ, ὁ δὲ ἀνταποκρινόμενος ἐν πραΰτητι εἰρηνικῇ ἀμνησίκακος ἔσται. Ἀπαίδευτος μυκτηρίζει γέροντας, ὁ δὲ πεπαιδευμένος ἀγαπηθήσεται· καὶ ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ ζωήν. Ὥσπερ πάχναι καὶ χιόνες μαραίνουσι χλόην, οὕτως ἡ ἁμαρτία μαραίνει τὴν καρδίαν τοῦ ἐργαζομένου αὐτήν. Ὥσπερ θάλλει σπόρος, τοῦ ὑετοῦ ἐπελθόντος, οὕτως ἀναθάλλει ἡ καρδία ἐπὶ ἔργοις ἀγαθοῖς.

Ἀνὴρ θυμώδης καὶ κραυγάρης πολύοργος ἔσται, ὁ δὲ ἡσυχάζων συνετός. τί δέ ἐστι θυμός; Θυμός ἐστι πάθος ἀναιδὲς καὶ ἀναίσχυντον, ὃν διαδέχεται λύπη καὶ μετάμελος. Λύπη δὲ κατεσθίει τὴν καρδίαν τοῦ ἐμπεσόντος ἐν αὐτῇ. Μὴ δῷς λύπην σῇ καρδίᾳ, ἀλλὰ παρακάλει σεαυτὸν ἐν Κυρίῳ.

Ἡ ἀπιστία ἐγέννησε τὴν διψυχίαν, ἡ δὲ διψυχία παρεισήγαγε τὴν αἵρεσιν, τῇ δὲ αἱρέσει ἀκολουθεῖ πλάνη· ὁ οὖν πλανηθεὶς βοησάτω μεγάλῃ τῇ φωνῇ πρὸς τὸν Ἀρχιποίμενα καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, ἵνα ἐπιστρέψας συνάξῃ αὐτὸν εἰς τὴν αὐλὴν τῶν προβάτων αὐτοῦ. Μὴ περιεργάζου, ἀγαπητέ, λέγων, πῶς τοῦτο ἢ ἐκεῖνο; Ἀλλὰ πίστευε τῷ Κυρίῳ, καὶ αὐτὸς φωτιεῖ σου τὴν διάνοιαν.

Κατὰ τὴν ἀναλογίαν γὰρ τῆς πίστεως καὶ ἡ χάρις ἐνοικεῖ ἐν τῇ ψυχῇ. Πιστὸς γὰρ Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Σάλπιγγες ἐλαταὶ ἤχησαν ἐν ταῖς παρεμβολαῖς τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· τὸ δὲ κήρυγμα τῶν Ἀποστόλων εἰς πάντα τὰ ἔθνη. Ὥσπερ σάλπιγξ σημασίας ἀνὴρ πιστός.

Κλῆμα Χριστοῦ ἀνὴρ πρακτικός. Ὥσπερ βότρυς συρόμενος εἰς γῆν ἄχρηστος γίνεται, οὕτω καὶ λογισμὸς περισπώμενος περὶ γήϊνα πρὸς ἀρετὴν ἀδόκιμος. Ὁ διώκων ταραχὰς ἐξάπινα ἥξει αὐτοῦ ἡ ἀπώλεια, διακοπὴ καὶ συντριβὴ ἀνίατος, ὅτι χαίρει ἐπὶ πᾶσιν οἷς μισεῖ ὁ Κύριος, ὁ δὲ ἀγαπῶν εἰρήνην κληρονομήσει εἰρήνην· πρᾳότης δὲ ἀνθρώπου ἀποστρέφει θυμόν. Ἐὰν συμβῇ σοι συκοφαντία, καὶ μετὰ ταῦτα φανερωθῇ τὸ καθαρὸν τῆς συνειδήσεώς σου, μὴ ὑψηλοφρόνει, ἀλλὰ δούλευε τῷ Κυρίῳ ἐν ταπεινοφροσύνῃ τῷ λυτρουμένῳ σε ἀπὸ συκοφαντίας ἀνθρώπων, ἵνα μὴ πέσῃς πτῶμα ἐξαίσιον. Ὥσπερ βάλανοι τρέφουσι χοίρους, οὕτω λογισμοὶ κακοὶ τρέφουσιν ἐπιθυμίας κακάς. Ὥσπερ ἰὸς ἀσπίδων ἔοικεν ὁ θυμὸς καὶ ἡ μνησικακία, ὅτι καὶ τὴν μορφὴν ἀλλοιοῖ καὶ τὴν φρένα ἐκταράσσει καὶ τὰ νεῦρα διαλύει καὶ πρὸς τὸ ἐργάζεσθαι ἀδυναμίαν παρέχει· ἡ δὲ πρᾳότης καὶ ἡ ἀγάπη ταῦτα πάντα ἀπορρίπτει.

Ἐν τίνι δὲ διαλυθήσεται ἡ μνησικακία; Ἐν τῷ μνημονεύειν τοῦ φόβου Κυρίου, καὶ τῆς ἡμέρας τῆς τελευτῆς. Ἀγαπητέ, μνήσθητι τὰ ἔσχατά σου καὶ παῦσαι μηνίων. Τοῦ θανάτου μνημονεύων μὴ ἐπαίρου· ἔτι γὰρ μικρὸν καὶ εἰσαχθήσῃ εἰς τάφον· καὶ ἡ κακοπραγία αὕτη τί σε ὠφελήσει; Ἀγαπητέ, βάσταζε τὸν ἀσθενῆ· ὁ γὰρ ἰσχύων οὐ χρείαν σου ἔχει· γέγραπται γάρ· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες· καί, ὑμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζετε.

Ἐὰν ἴδῃς ἄνθρωπον μεγάλης ἀξίας ἐπιτυχόντα ἐπὶ γῆς, μὴ θαύμαζε ἐπὶ τούτῳ, ἀλλὰ θαύμαζε ἐπὶ τῷ μισοῦντι τὴν ἐπίγειον δόξαν. Ἐὰν φανῇς ἐνώπιον τῶν ἀδελφῶν σου ὡς τὸ χρυσίον καθαρός, σὺ ἡγοῦ σεαυτὸν ὡς τὸ ἀχρεῖον σκεῦος, καὶ φεύξῃ ὑπερηφανίαν μισητὴν ὑπὸ Θεοῦ καὶ ἀνθρώπων.

Νεώτερος μοναχὸς περιερχόμενος τὰς κέλλας τῶν μοναχῶν οὐ μόνον ἀργὸς μανθάνει, ἀλλὰ καὶ φλύαρος καὶ περίεργος λαλῶν τὰ μὴ δέοντα· ὁ δὲ ἡσυχάζων ἐν ταπεινοφροσύνῃ ἀγαπηθήσεται. Μετὰ ἀδελφοῦ ἔχοντος κακὴν φήμην μὴ πῖνε οἶνον κατὰ μόνας, μηδὲ πρόσπαιζε ἀπαιδεύτῳ, μηδὲ ὀνείδιζέ τινα. Σεαυτὸν ἁγνὸν τήρει, φεῦγε δὲ τὰ συμπόσια, ἵνα μὴ ὀδυνηθῇς ἐπ᾽ ἐσχάτων σου. Ἐὰν ᾖς ἀσθενὴς τοῖς τρόποις, μὴ σύναπτε σεαυτὸν τῷ ἀσθενοῦντι τῷ λογισμῷ· τοῦτο δὲ λέγω οὐχ ἵνα βδελύξῃ τινὰ ὡς ἁμαρτωλόν, ἀλλὰ μήποτε ἀμφοτέρων τῶν μερῶν ἀσθενούντων βλαβήσῃ σὺ δι᾽ ἐκεῖνον, κἀκεῖνος διὰ σέ. Εἰ δὲ εἶ δυνατὸς παρακαλεῖν ἐν Κυρίῳ, πρόσελθε καὶ μισθὸν εὑρήσεις. Ἐὰν ἴδῃς ἀδελφὸν ἁμαρτάνοντα, καὶ τῇ ἐπαύριον θεάσῃ αὐτόν, μὴ σχῇς αὐτὸν ἐν σεαυτῷ ὡς ἁμαρτωλόν· οὐ γὰρ οἶδας εἰ ἀπόντος σου εἰργάσατό τι ἀγαθὸν μετὰ τὸ πτῶμα, καὶ μετὰ στεναγμῶν καὶ πικρῶν δακρύων τὸν Κύριον ἐδυσώπησεν. Ὅθεν χρὴ ἀπέχεσθαι τοῦ κρίνειν τὸν ἕτερον· χρὴ δὲ ἕκαστον ἡμῶν ταπεινοῦν ἑαυτόν, κατὰ τὸν λέγοντα· ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ. Πάντα τὰ ξύλα τοῦ δρυμοῦ οὐκ ἀρκέσει τῷ πυρί, καὶ ἡ σὰρξ οὐ κορέννυται ἀναπαύσεως. φόβος Κυρίου παράδεισος τρυφῆς, τὴν δὲ ἀφοβίαν ἀλώπεκες κληρονομήσουσι.

Μοναχέ, ἐὰν πολεμηθεὶς ὁ ἀδελφὸς φύγῃ τοῦ μοναστηρίου, καὶ ἐξέλθῃς εἰς ἐπιζήτησιν αὐτοῦ καὶ εὕρῃς, εἰρηνικῶς ἀποκρίθητι αὐτῷ, ἵνα μὴ προσθῇς ἄλγος ἐπὶ τὸ ἄλγος τῆς ψυχῆς αὐτοῦ, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς. Ἀγαπητέ, ἐὰν ἔμπειρος ᾖς τῆς ἰατρικῆς καὶ θεραπεύῃς, νηφάλιος γίνου, μήποτε ἄλλους θεραπεύων σεαυτὸν ἐμπαθῆ ἀποδείξεις· ἀκούων τοῦ Ἀποστόλου λέγοντος, μὴ βλασφημείσθω ὑμῶν τὸ ἀγαθόν. Ἔβαλες καλὰς ἀρχάς, ἀγωνίζου καλῶς ἐκτελέσαι, ἵνα μισθὸν πλήρη ἀπολάβῃς. Δέσποτα τῶν ἁπάντων, καρδίαν μισοῦσαν ὑποταγὴν καὶ παιδείαν πατρὸς μή μοι δῷς, καὶ λογισμοὺς ὑπερηφανίας ἀπόστησον ἀπ᾽ ἐμοῦ· σὺ γάρ, Κύριε, ἐπετίμησας ὑπερηφάνοις. Γέγραπται· προσφιλῆ συναγωγῇ σεαυτὸν ποίει, καὶ μεγιστᾶνι ταπεινοῦ τὴν κεφαλήν σου, καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς· ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. Μὴ παρόξυνε ἀδελφὸν κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ διαβάλλων, οὐ γάρ ἐστιν αὕτη ἀγάπη διεγείρειν τὸν πλησίον ἐπὶ ἀπωλείᾳ ψυχῆς. Εἰρηνοποιὸς γίνου, ἵνα ἀξιωθῇς κληθῆναι υἱὸς Θεοῦ. Θέλε ἀγαπᾶσθαι, ἀγαπητέ, ἐν τῇ ἀγάπῃ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ μίσει τὴν σαρκικὴν ἀγάπην, ἥτις περιέχει ταῦτα, γαστριμαργίαν, οἰνοφλυγίαν, ἀσωτίαν, φθόνον, κακίαν, ἀσέλγειαν, πάθος, συντριβήν, λύπην καὶ τὰ ὅμοια τούτοις· τέλος δὲ τούτων θάνατος.

Ἡ δὲ ἐν Χριστῷ ἀγάπη ταῦτα περιέχει, χρηστότητα, παιδείαν καὶ γνῶσιν· τέλος δὲ τούτων ζωὴ αἰώνιος.

Ἀγαπητέ, κολλήθητι ἀνθρώπῳ φοβουμένῳ τὸν Κύριον, μετὰ δὲ τῶν καταφρονούντων μὴ ἀγάπα συνδιατρίβειν. Ὑπόμεινον, ἀγαπητέ, τὸν Κύριον, ἵνα αὐτός σε ὑψώσῃ· ἡ γὰρ δόξα τοῦ κόσμου τούτου οὐ διαμένει. Τὸν Κύριον ἔχε πρὸ ὀφθαλμῶν σου διαπαντός, ὅτι σῴζει τοὺς ἐλπίζοντας ἐπ᾽ αὐτόν. Ἀνὴρ τεθωρακισμένος φοβερὸς ἐν πολέμῳ, καὶ ὁ ἐνδεδυμένος πίστιν φοβερὸς τοῖς ἀοράτοις ἐχθροῖς. Ἀνὴρ ἄφρων ἐρεῖ, τίς με πτοήσει· ὁ δὲ ταπεινόφρων εὑρίσκεται φρόνιμος. Ὕλη πυρὸς ξύλα, ὕλη δὲ θυμοῦ ὑψηλοφροσύνη. Θέλεις ἐξημεροῦν τὸν θυμόν; Ἐπιλαβοῦ τῆς ταπεινοφροσύνης καὶ βάδιζε ἐν τῇ ὁδῷ τῶν πραέων καὶ ταπεινῶν. Ἐὰν συμβῇ παροξυσμὸς μεταξὺ ἀδελφῶν, ὁ εἰρηνοποιῶν μακαριστός, ὁ δὲ προσανάπτων οὐκ ἀτιμώρητος ἔσται. Λίθος ψαμμώδης καὶ ψυχὴ ἄπιστος καταβραχὺ διαλυθήσονται, ἐν ψυχῇ δὲ πιστοῦ λογισμὸς ἀμετακίνητος. Ἐν ἀνδρὶ πρᾴῳ καὶ ταπεινῷ ἀναπαύσεται πνεῦμα σοφίας· φιλεῖ γὰρ Κύριος τοὺς ἐν σοφίᾳ περιπατοῦντας.

Ὅρα, ἀγαπητέ, μήπως περισσοτέρας τιμῆς ὀρεγόμενος ἐπισπάσῃ σεαυτῷ ἀτιμίαν. Ἀληθῶς τιμὴ ἀνδρὶ πάντα κατὰ Θεὸν πράττειν, ἀτιμία δὲ μεγάλη παραβαίνειν ἐντολάς. Ποιμὴν μέθυσος οὐ διασώσει τὰ πεπιστευμένα αὐτῷ πρόβατα, καὶ ὁ ὑπνώδης καὶ αὐτὸς θηριάλωτος γενήσεται. Ἐν χερσὶ γὰρ μεθύσου φύουσιν ἄκανθαι, ψυχὴ δὲ ἐγκρατοῦς ἐνδελεχῶς προσπίπτει Θεῷ. Χρυσίον ὑπομονὴν οὐ δίδωσι, πίστις δὲ θεμελιοῖ τὸν κεκτημένον αὐτήν. Πλάνη ἀνδρὶ τὸ μὴ εἰδέναι τὰς Γραφάς, δισσῶς δὲ πλανᾶται ὁ ἐπιστάμενος καὶ καταφρονῶν.