Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὰς παροιμίας
Ασκητικά γνωμικά, μνήμη θανάτου και παραμονή στο μοναστήρι
Συλλογή αποφθεγμάτων για την πνευματική προσοχή, τον αγώνα κατά της πορνείας, την υποταγή και τη σταθερότητα του μοναχού στον τόπο της ασκήσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ασκητικά γνωμικά, μνήμη θανάτου και παραμονή στο μοναστήρι
Συλλογή αποφθεγμάτων για την πνευματική προσοχή, τον αγώνα κατά της πορνείας, την υποταγή και τη σταθερότητα του μοναχού στον τόπο της ασκήσεως.
Ἀγαπητέ, σεαυτὸν παρακάλει, ὑπόμεινον ἐν πάσῃ θλίψει, μήποτε συνεχῶς ὑφ᾽ ἑτέρων παρακαλούμενος ὑψηλόφρων γένῃ. Λέγει γὰρ ὁ Ἀπόστολος· παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας. Μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν κατάσχωμεν. Ἀρχὴ πάσης ἀρετῆς πίστις. Βίον ἐνάρετον κτᾶται μοναχὸς ἐπακούων νουθεσίαν πατρός. Γυμνὸς ἀποκαθίσταται μοναχὸς ἀγαπῶν τὴν ἀνυποταγὴν καὶ τὴν ὁδὸν πλατεῖαν. Διαβολικὸν ἐνθύμημά ἐστι μοναχῷ ὀρέγεσθαι ἀλλότριον βαθμόν. Εὐάλωτος γίνεται μοναχὸς ἐμπλεκόμενος ταῖς τοῦ βίου πραγματείαις. Ζωὴν αἰώνιον κληρονομήσει πραῢς μοναχὸς καὶ ἡσύχιος. Ἥλιος καὶ σελήνη καὶ πάντα τὰ ἄστρα χαίρει ἐπὶ τοῖς ὀρθῶς δουλεύουσι τῷ Δεσπότῃ Χριστῷ. Θησαυρὸν θησαυρίζει ἑαυτῷ ἐν οὐρανοῖς πᾶς ὁ ἀγαπῶν τὴν ἡσυχίαν ἐν ἀγάπῃ. Ἰατρὸς γίνεται τῶν παθῶν ὁ φοβούμενος τὸν Κύριον ἐν ἀληθείᾳ.
Κατάσκοπός ἐστι κατὰ τῶν παθῶν πραῢς μοναχός. Λαοὶ αἰνέσουσι Κύριον ἐν ἀνθρώπῳ μὴ ἀμελοῦντι τῆς ἑαυτοῦ σωτηρίας, ἀλλὰ φροντίζοντι τῆς ἐξόδου αὐτοῦ καὶ τῆς παραστάσεως τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ. Μονὴ γίνεται τοῦ Ἁγίου Πνεύματος πᾶς ὁ ἀγαπῶν τὴν ἑαυτοῦ σωτηρίαν. Ναὸς Θεοῦ γίνεται πᾶς ὁ ἀγαπῶν τὴν σωφροσύνην καὶ ἁγνείαν. Ξίφος ἐστὶ κατὰ τοῦ δαίμονος τῆς ἀκηδίας ἡ τοῦ θανάτου μνεία καὶ τῶν κολάσεων. Οὐ κατακρίνει τὸν πλησίον φρόνιμος μοναχός. Ῥήματα ζωῆς αἰωνίου πιστευθήσεται ἀνὴρ φιλόχριστος. Σῖτός ἐστι καθαρὸς ἀνὴρ φιλόξενος, τὸ δὲ μέμφεσθαί τινα ἑαυτὸν ἐν παντὶ καιρῷ καθαίρεσις ἁμαρτιῶν. Ὑπομονῆς νεῦρόν ἐστιν ἡ ἐγκράτεια. Φονοκτονεῖ τὴν ἑαυτοῦ ψυχὴν ὁ ἐκκλίνων ἀπὸ τῶν ἐντολῶν τοῦ Κυρίου· χαρὰν δὲ ἀνεκλάλητον κληρονομήσει πᾶς ὁ τηρῶν αὐτὰς ἐν ἀληθείᾳ.
Ψάλλε, ἀγαπητέ, τῷ πνεύματι, ψάλλε καὶ τῷ νοΐ· ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. Ἀρχὴ καὶ τέλος τῶν πιστῶν, πίστις, ἐλπίς, ἀγάπη· τῶν δὲ χαλεπῶν χαλεπωτέρα ὑπάρχει ἡ ἀκηδία, μάλιστα δὲ ἐὰν σχῇ σύμμαχον τὴν ἀπιστίαν· πλήρεις γὰρ οἱ καρποὶ αὐτῆς ἰοῦ θανατηφόρου.
Μνημόνευε, ἀγαπητέ, τοῦ φοβεροῦ βήματος τοῦ Θεοῦ διαπαντός, καὶ ἔσται σοι στήριγμα καὶ ἀντιπολεμήσεις τοὺς ἐπιβουλεύοντας κατὰ τῆς ψυχῆς σου. Φρόνιμος μοναχὸς ἀποστελλόμενος εἰς διακόνημα, τὴν ἑαυτοῦ ψυχὴν θήσει περὶ τῆς εἰρήνης, ὁ δὲ ἄφρων καὶ ἀπαίδευτος παρασκευάζει μάχας. Κύριε καὶ Δέσποτα ζωῆς μου, πνεῦμα ἀργίας καὶ περιεργίας καὶ φιλαρχίας μή μοι δῷς· πνεῦμα δὲ σωφροσύνης καὶ ὑπομονῆς χάρισαι τῷ σῷ δούλῳ.
Κρεῖσσον ῥύπος ποδῶν ἐν καθαρᾷ καρδίᾳ ἕνεκεν ἀρετῆς ἢ προφασίζεσθαι καθαρότητα καὶ νίπτεσθαι ἐμπαθῶς. Ὁ φθείρων τὸν ναὸν τοῦ Θεοῦ, φθερεῖ τοῦτον ὁ Θεός, ἡ θεία Γραφὴ λέγει. Ὥσπερ ἐπὶ κυνὶ ἐμβριθῶς ἀντίλεγε τῷ δαίμονι τῆς πορνείας. Ὅλως μὴ θελήσῃς συναπαχθῆναι τῷ τοιούτῳ λογισμῷ· ἀπὸ γὰρ σπινθῆρος πληθυνθήσεται ἀνθρακιά, καὶ ἀπὸ ἐνθυμήσεως κακῆς πλεονάζουσιν ἐπιθυμίαι κακαί· ἀποτίναξον τὴν μνήμην αὐτῶν μᾶλλον ἢ δυσωδίαν βορβόρου. Ὥσπερ θυμίαμα εὐφραίνει ὄσφρησιν, οὕτω καὶ ἐπὶ τῇ ἁγνείᾳ εὐφραίνεται τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ κατοικεῖ ἐν τῷ ἀνθρώπῳ. Ὥσπερ ὗς τέρπεται εἰς κύλισμα βορβόρου, οὕτω καὶ οἱ δαίμονες τέρπονται ἐπὶ τῇ πορνείᾳ καὶ ἀκαθαρσίᾳ. Φῶς μέγα καὶ χαρὰ καὶ εἰρήνη καὶ ὑπομονὴ κατοικεῖ ἐν τῇ ἁγνείᾳ· λύπη δὲ καὶ ἀκηδία καὶ ὕπνος ἀκόρεστος καὶ σκότος ζοφερὸν κατοικεῖ ἐν τῇ σῇ πορνείᾳ. Ἀγάπα, μοναχέ, τὴν ἁγνείαν ἐν ἀγάπῃ Χριστοῦ· ἁρμόζει γὰρ τῇ σῇ πολιτείᾳ καθ᾽ ὃν τρόπον σκέπαρνον τέκτονι. Ἀδελφός τις πολεμηθεὶς ὑπὸ τῆς πορνείας, ἐπιτιμῶν τῷ δαίμονι ἔλεγεν· ὕπαγε εἰς τὸ σκότος, σατανᾶ· ἆράγε οὐκ οἶδας ὅτι, εἰ καὶ ἀνάξιός εἰμι, μέλη Χριστοῦ βαστάζω; Καὶ εὐθὺς καὶ παραχρῆμα ἐπαύετο ἡ πύρωσις, ὃν τρόπον τις φυσήσας σβέσει λύχνον, ὥστε αὐτὸν ἐν ἑαυτῷ θαυμάζειν ἐπὶ τούτῳ καὶ δοξάζειν τὸν Κύριον. Μεγάλη ἡ ἁγνεία ἐν ἀγάπῃ Χριστοῦ· μεγάλη δὲ ἀτιμία ἡ πορνεία.
Ἀδελφέ, οὕτω σεαυτὸν ἀφόβως φιλοκαλεῖς καλλωπίζων; Ἄκουε τοῦ Ἀποστόλου λέγοντος· τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε. Οὐκ οἶδας οἵῳ ἐχθρῷ προσπαλαίεις; Οὐκ οἶδας ὅτι χαλεπόν ἐστιν εἶναι παγίδας ἑτέρας ψυχῆς; Οὐκ ἀναλογίζῃ οἵαν σαπρίαν καὶ σῆψιν μέλλουσι κληρονομεῖν οἱ τὰ τοιαῦτα πράσσοντες; Καὶ τοῦτο γινώσκειν σε βούλομαι, ὅτι ἐὰν καὶ ὁ ἔξωθεν ἄνθρωπός ἐστι πιθανός, τὸ δὲ οἰκητήριον τῆς ψυχῆς ἐρρυπωμένον, οὐ χρονιεῖ τούτου τὸ κάλλος διαφθαρῆναι.
Ἐὰν δὲ κτήσῃ κάλλος ψυχῆς, σιφωνίσει ἐκ τοῦ κάλλους αὐτῆς καὶ τοῦ φέγγους καὶ εἰς τὸν ἔξω ἄνθρωπον, καὶ τοῦτο τὸ κάλλος σοι διαμενεῖ. Ὁ καλλωπίζων ἱμάτια ἑαυτοῦ καὶ πληρῶν γαστέρα ἑαυτοῦ, πολλὰ πολεμηθήσεται, ὁ δὲ νήφων φοβερὸς ἔσται τοῖς ὑπεναντίοις. Ψυχὴ πονηρὰ κολακευομένη ὑπαίρεται, καὶ ὑβριζομένη μαίνεται· ἡ δὲ ἀγαθὴ κολακευομένη οὐ χαίρεται, καὶ ὑβριζομένη οὐ δυσχεραίνει.
Σιγὴ νεωτέρῳ, ὥσπερ ἵππῳ χαλινός· ὁ δὲ ἀχαλίνωτος πεσεῖται κακοῖς. Ἔστω ὁ φόβος τοῦ Θεοῦ ἐν τῇ καρδίᾳ σου, ἀγαπητέ, ὃν τρόπον ὅπλον ἐν χειρὶ στρατιώτου, ἀπολαμβάνων ἐν αὐτῷ ἐν ταπεινοφροσύνῃ τοὺς πειρασμοὺς τοὺς φερομένους κατὰ σοῦ ὑπὸ τοῦ Διαβόλου, ὅπως λεπτυνθῶσιν ὡσεὶ χνοῦς οἱ ἐχθροί σου ἀπὸ προσώπου σου. Θάρσει· οὐ μὴ γὰρ ἡττηθῇς ἔχων τοιοῦτον ὅπλον. Ὁ μὴ ἀγαπῶν τὸν Κύριον ἐκπειρᾷ οἰκονόμον καὶ παροργίζει ἡγουμένους αὐτοῦ, ὁ δὲ ἀγαπῶν τὸν Κύριον τηρεῖ τὰς ἐντολὰς αὐτοῦ. Θυράριος σοφὸς οἶδεν ἀποκριθῆναι πτωχῷ καὶ ὀλιγοψυχοῦντι, ὁ δὲ ἄσοφος ὑπερήφανος ἔσται. Ναί, ἀδελφέ, οὐδὲν παρέχωμεν, κἂν λόγον ἀγαθόν, σκοπῶν σεαυτὸν μὴ τοῖς αὐτοῖς περιπέσῃς. Ἐν πᾶσι γάρ, φησί, τοῖς ἔργοις σου τὰ ἔσχατά σου μιμνῄσκου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις. Θυράριος ὀκνηρὸς πολλὰ ζημιωθήσεται, ὁ δὲ ζέων τῷ πνεύματι περιποιεῖται ἑαυτῷ στέφανον.
Μοναχέ, οἱ ἀδελφοὶ ἐν τῇ συνάξει ἑστῶτες εὐλογοῦσι τὸν Θεόν, καὶ σὺ ἔξω μετεωρίζῃ; Οὐκ οἶδας ὅτι σεαυτὸν ζημιοῖς; Εἶπον τῷ λογισμῷ, ἆράγε εἰ ἦν δόσις, οὐχὶ ἐσπουδάζομεν πρὸ πάντων ἀπαντῆσαι; Καὶ εἰ εἰς τὰ σαρκικὰ τοσαύτη σπουδή, πόσῳ μᾶλλον εἰς τὰ πνευματικά; Ἴσθι ζέων τῷ πνεύματι, ὡς οἱ Ἅγιοι, ὅπως συναυλισθῇς αὐτοῖς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὁ ἀργολογῶν ἐργαζόμενος ὑποσύρεται εἰς τὸ ἔργον, ὁ δὲ μελετῶν ὁσίους λόγους μᾶλλον προκόψει. Ἐὰν ἐργαζομένου σου ἐνοχλήσῃ σοι τὸ πνεῦμα τῆς πορνείας, μὴ ὀκνήσῃς ἐκτεῖναί σου τὰς χεῖρας εἰς προσευχήν· εἰ δὲ καὶ σφοδροτέρως ἐπιθῇ σοι, κλῖνον καὶ γόνυ εἰς προσευχήν, καὶ ἡ εὐχὴ τῆς πίστεως ἀντιπολεμήσει ὑπὲρ σοῦ. Μὴ κοιμηθῇ ἔχων κατά τινος, ἵνα μὴ φαντασίαι αἰσχραὶ ταράξωσί σε τὴν νύκτα. Μὴ μόνον κάτω ἡ ὄψις, ἀλλὰ καὶ ἡ καρδία μὴ ἐπαιρέσθω κατὰ τοῦ ἑτέρου. Ῥῦσαι ἀδελφόν σου ἀπὸ ἁμαρτίας, καὶ σὲ Κύριος ἐν ἡμέρᾳ ὀργῆς. Πονικὸς ἐν κοινοβίῳ οὐδὲ τοῦ ἀφεδρῶνος ἀμελήσει, οὐ γάρ ἐστιν ἀναξιοπαθεῖν παρ᾽ εὐσεβῶν. Μὴ φοβοῦ τὸν κόπον, λέγων μήποτε ἀσθενήσω· ἐννόησον δὲ μᾶλλον ὅτι οἱ Ἅγιοι πάντες διὰ τῶν παθημάτων Θεῷ εὐηρέστησαν. Μοναχὸς ὀκνηρὸς οὐδὲ ἑαυτῷ χρήσιμος, οὐδὲ τῷ πλησίον· ὁ δὲ ἄοκνος τοὺς ἀμελεστέρους διεγείρει πρὸς ἀρετήν. Ὁ καταφρονῶν ἡγουμένου ἁμαρτάνει, ὁ δὲ ὑπακούων ἐν Κυρίῳ δόξαν κληρονομήσει.
Μὴ διάστρεφε ἀρχάριον καὶ ψυχὴν διψῶσαν πρὸς Κύριον, ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ. Υἱὸς πονηρὸς κακολογήσει τὸν γεννήσαντα αὐτόν, καὶ οἱ ἀκούοντες αὐτοῦ καταγνώσονται αὐτοῦ. Ἀνελεήμων, ὁ ἀποδιδοὺς πονηρὰ ἀντὶ ἀγαθῶν, τί παθεῖται; Μὴ ἀγάπα ἀκούειν πταίσματα ἀλλότρια, ἵνα μὴ καὶ τὸ σὸν ἁμάρτημα ἐξάκουστον γένηται πᾶσιν. Ὁ σιωπῶν ἐπὶ τραπέζης ὅμοιός ἐστι τῷ μετὰ μέλιτος ἐσθίοντι τὸν ἑαυτοῦ ἄρτον· ὁ δὲ πληθύνων λόγους ἐκταράσσει καὶ τὸν ἥσυχον.
Μετὰ καταστάσεως ἔσθιε ἰχθύν, καὶ τὸ πόμα σου ἔστω ἀθόρυβον. Σκολιάζοντι μοναχῷ οὐκ ἀρέσει πιστὸς θυράριος, καὶ ὁ διώκων τὸ δίκαιον οὐ σκανδαλίσει τὸν πλησίον. Στένωσον τὴν ἐπιθυμίαν, ἀγαπητέ, πρὸ τοῦ σε στενωθῆναι δι᾽ αὐτήν· κατάγει γὰρ εἰς πυθμένα ᾅδου τοὺς ἐξακολουθοῦντας αὐτῇ. Οὐκ ἔστι σταθμὸς τῇ ὑπομονῇ, ἐάνπερ συγκεκέρασται τῇ ἀγάπῃ. Κύριε Βασιλεῦ, δώρησαί μοι ὁρᾶν τὰ ἐμὰ πταίσματα, τοῦ μὴ κατακρῖναι τὸν ἀδελφόν μου.
Ἐὰν οἰκοῦσι δύο ἀρχάριοι μετὰ γέροντος, τίς τῶν δύο μείζων ἐστὶ πρὸς Κύριον; Ὁ ταπεινῶν ἑαυτὸν τῷ ἀδελφῷ αὐτοῦ ἐν φόβῳ Θεοῦ. Ἀψευδὴς γὰρ ὁ εἰπών· ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Ὁ ἔχων δύο ἀρχαρίους νήψεως πολλῆς ἐπιδέεται, μήποτε εὑρὼν χώραν ὁ ἐξεναντίας κατεργάσηταί τι τῶν ἰδίων ἐν αὐτοῖς.
Ἀρχάριος δὲ ἀγαπῶν γέλωτα καὶ παρρησίαν, συντρίμματα καὶ ταλαιπωρίαν περιποιεῖται ἑαυτῷ. Μὴ θέλε τὰ εὐτράπελα, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστίαν. Μὴ γίνου ἀνήκοος, σκληρός τε καὶ καταφρονητής, ἵνα μὴ καὶ σεαυτὸν βλάψῃς, καὶ τοὺς ἀκούοντάς σου. Ἐὰν γένῃ ἀληθινός, εὐλαβὴς καὶ ταπεινόφρων, καταχέει ἐπὶ σὲ Κύριος τοὺς οἰκτιρμοὺς αὐτοῦ. Ἄκουε, ἀγαπητέ, τοῦ νουθετοῦντός σε ἐν Κυρίῳ, ὅπως καρποφορήσῃς Κυρίῳ τῷ Θεῷ. Φοβοῦ τὸν Κύριον, καὶ ἔσται σοι τεῖχος, καὶ ἐν ἡμέρᾳ τελευτῆς εὑρήσεις χάριν. Μὴ ἐξουθένει κοσμικόν, μοναχέ, ἐν τῇ διανοίᾳ σου, μόνος γὰρ ὁ Κύριος γινώσκει τὰ κρύφια τῆς καρδίας.
Τίμα πάντας διὰ τὸν Κύριον, ὅπως καὶ σὲ ὁ πάντων Κύριος τιμήσῃ. Ὁ βουλόμενος μεταστῆσαι πέτραν ὑποκάτω ὑποτίθησι τὸν μοχλόν, οὐχὶ ἐπάνω· τότε γὰρ εὐχερῶς κυλίσει αὐτήν· τοῦτο δέ ἐστιν ὑπόδειγμα ταπεινοφροσύνης.
Μοναχέ, τὸ κελλίον κατέλιπες καὶ ἐν τῷ κόσμῳ ἀναπατεῖς; Οὐ φοβῇ τὴν ἀνομίαν καὶ τὴν ἀντιλογίαν τὴν ἐν τῇ πόλει; Ὁ ἀποδυσάμενος τελείως τὸ φρόνημα τοῦ κόσμου ἄτρωτος διαμένει· ὁ δὲ μὴ ἀποδυσάμενος συνεχεῖς δέχεται πληγάς.
Ἐὰν συμβῇ στενωθῆναι τὸ μοναστήριον ἔνθα οἰκεῖς εἰς τὰ ἐπὶ χρείαν τοῦ σώματος, μὴ κατάλιπε τὸν τόπον, ὅτι τότε εὑρήσεις ἐργασίαν πολλὴν ἐν τῷ τόπῳ. Οὐκ ἀρέσει ἀνοσίοις ὅσιος ἡγούμενος, οὐδὲ δικαίῳ πᾶν ἄδικον. Συγχώρησον τῷ ἀδελφῷ σου, ἐὰν ἥμαρτεν εἰς σέ, καὶ ὁ Κύριος συγχωρήσει σοι τὰ παραπτώματά σου.
Πρόλαβε εἰς τὸ κελλίον τοῦ λυπήσαντός σε ἀδελφοῦ, καὶ μετανόει αὐτῷ ἐν καθαρᾷ καρδίᾳ διὰ τὸν εἰπόντα, μὴ μόνον ἕως ἑπτάκις ἀφιέναι τῷ ἀδελφῷ, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά. Δέξαι τὴν μετάνοιαν τοῦ ἀδελφοῦ, ἀγαπητέ, ὡς παρὰ θεοῦ ἀποσταλέντος, ἵνα μὴ τὸν ἀποστείλαντα ἀθετήσας κινήσῃς αὐτὸν κατὰ σοῦ εἰς ὀργήν. Εἰρήνην ἀγάπα καὶ τὸν ἁγιασμόν, ὅπως καταξιωθῇς τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ. Μὴ κατάτρεχε ἀδελφόν σου ἐν ἡμέρᾳ θλίψεως αὐτοῦ, καὶ μὴ προσθήσῃς ἄλγος ἐπὶ τὸ ἄλγος τῆς ψυχῆς αὐτοῦ. Πονικὸς ἡγούμενος εὐταξία ἀδελφῶν, καὶ φρόνιμοι γέροντες παράκλησις νεωτέρων. Οὐ δεῖ ἐμπιστεύειν τοῖς κακολογοῦσι, πολλάκις γὰρ γίνεται ἐκ φθόνου διαβολή· ἀλλὰ χρὴ μᾶλλον τὰ τῆς ἀληθείας ἐπιζητεῖν. Δεῖ ἐπιστομίζειν τοὺς θρασυνομένους καὶ ἀκαταστατεῖν ἐπιχειροῦντας, ἵνα ἡ ἀδελφότης ἀτάραχος διαμείνῃ. Ἐὰν θεάσῃ ἀδελφοὺς ὁμονοοῦντας εἰς κακόν, μὴ συγκοινώνει τῇ ἀταξίᾳ αὐτῶν, ἀλλ᾽ ἐκκλίνας εἴσελθε εἰς τὸ κελλίον σου, μιμνῃσκόμενος τοῦ εἰπόντος, δοῦλον Κυρίου οὐ δεῖ μάχεσθαι. Ἐὰν δὲ ἴδῃς ἀδελφὸν ὀλιγωροῦντα ἢ ἀρρωστοῦντα, τούτῳ συμπάσχειν καλόν. Δικαιοσύνη χαροποιήσει τὴν καρδίαν τοῦ ἐργαζομένου αὐτήν.
Ἀδελφέ, κωλύου ἐκ τῶν εὐτραπέλων, μήποτε ἀναιδῆ σε ἀπεργάσωνται· ἀναίδεια δέ ἐστι μήτηρ ἀκολασίας. Μὴ περιέρχου τὰς κέλλας οἰνοφλύγων, μήποτε ἄφνω ἀπολέσῃς σου τὸν πλοῦτον τῆς σωφροσύνης. Μὴ ἴσθι μνησικακῶν τῷ ἀδελφῷ σου· γέγραπται γάρ, ὁδοὶ μνησικάκων εἰς θάνατον. Οὐ δύνῃ φέρειν ὕβριν;
Σίγα καὶ ἀνάπαυε. Οὐ δύνῃ εἰδέναι ἀποβλεπόμενόν σε τινά; Μηδὲ σὺ ἀποβλέπου τινά. Μὴ συγκαταθῇ τῷ ὑποβάλλοντί σοι τὰ τοιαῦτα· ἕως πότε ἀνέχῃ τραπεύων ἕνα ἕκαστον ἀδελφόν; Εἴπωμεν δὲ πρὸς αὐτόν· τὴν σήμερον σπεύδω ἐλεύθερος γενέσθαι, καὶ περὶ τῆς αὔριον Κυρίῳ μελήσει· αὐτὸς γὰρ εἴρηκε, μὴ μεριμνήσητε περὶ τῆς αὔριον. Μακάριος ὁ εὑρὼν ἀγαθὴν συνοδίαν καὶ μισήσας τὰ ἑαυτοῦ θελήματα.
Ἄδολον ἐπιτέλει τὸ ἔργον σου, ἀδελφέ· οὕτω γὰρ πρέπει πιστοῖς, ὅπως καὶ χάριν εὕρῃς ἐν τοῖς καμάτοις σου. Μὴ πῖνε οἶνον εἰς μέθην αἰσχυνόμενος πρόσωπον, τότε γὰρ ἔσται σοι αἰσχύνη μεγάλη, ὅταν ὡς μέθυσος φωραθῇς. Ὥσπερ μανιάκιον χρυσοῦν ἐπὶ τραχήλῳ ἀνδρός, οὕτω πρέπει μοναχῷ ἡ εὐλάβεια. Ὥσπερ μέλι γλυκάζον ἐν στόματι ἀνθρώπου, οὕτω θεῖοι λόγοι ἐν ψυχῇ φοβουμένου τὸν Κύριον.
Σοφοὶ γέροντες στήριγμα ἀδελφῶν, οἱ δὲ ἄσοφοι μάχιμοι ἔσονται. Μισητὴ παρὰ θεῷ καὶ ἀνθρώποις ἡ ὑπερηφανία, τοὺς δὲ ἀγαπῶντας τὴν ταπείνωσιν ἀνυψοῖ ὁ Κύριος. Λιμὴν εὔδιός ἐστιν εὐκανόνιστος τόπος· οἷς δὲ μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα· ὅτι δεῖ τὸν ὑπηρετοῦντα ὑπηρετεῖν ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις, παρ᾽ οὗ καὶ τὸν μισθὸν ἀπολήψεται· ὅτι δεῖ τὸν ὑπηρετούμενον ταπεινοφρόνως φέρειν, ὡς ὑπὸ Κυρίου ὑπηρετούμενον. Ἔφαγες ἄρτον καὶ ἐνεπλήσθης;
Δὸς δόξαν τῷ χορτάσαντί σε Θεῷ. Εἰ δὲ παρὰ μικρὸν τῆς κοιλίας σου βούλει μεῖναι, δὸς δόξαν τῷ ἐνισχύσαντί σε Θεῷ, καὶ μὴ λέγε ἐνώπιον πάντων, εἰ μὴ τηλικοῦτον ἄρτον οὐκ ἔφαγον. Τί οὖν ἀποδίδως σεαυτῷ ἢ τοὺς ἐσθίοντας καὶ εὐχαριστοῦντας κατακρίνεις;
Ὑπόμεινον τὸν Κύριον ἐν ἡμέρᾳ θλίψεως, ὅπως σκεπάσῃ σε ἐν ἡμέρᾳ ὀργῆς. Μὴ γέλα ἐπὶ θλιβομένῳ, μηδὲ χαῖρε ἐπὶ διαστρεφομένῳ, μήποτε ὀργισθῇ σοι ὁ Κύριος, καὶ οὐ μὴ εὕρῃς ἀντίληψιν ἐν ἡμέρᾳ θλίψεως. Μὴ καταδίωκε ἀδελφοὺς χάριν φιλαρχίας· ἐὰν γὰρ μὴ ᾖ ἐκ Θεοῦ ἡ βουλὴ αὕτη, οὐ σταθήσεται· ἐὰν δὲ ἐκ Θεοῦ ἐστι, κἂν κρυβήσῃ εἰς τὰ σκεύη, καθάπερ Σαούλ, ἐκεῖθεν λήψεταί σε Κύριος καὶ καταστήσει σε ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ. Τίς μὴ στενάξει ἐπὶ τούτοις, ὅτι οὔπω μίαν ἀρετὴν ἐνδειξάμενοι τοῦ μοναδικοῦ βίου ἀρχὰς διώκομεν;
Πόθεν οὖν ἡμεῖς καὶ ἐπὶ ξηρᾶς ὄντες ναυαγοῦμεν συνεχῶς; Οὐχὶ ἀπὸ ἀπειθίας καὶ ἀπαιδευσίας; Κωπηλατεῖν γὰρ μὴ ἐπιστάμενοι κυβερνᾶν ἐπιχειροῦμεν. Τίς πονηρότερος τοῦ ἔχοντος ὕδωρ γλυκὺ καὶ μὴ ποτίζοντος ψυχὴν διψῶσαν; Ἢ τίς φθονερώτερος τοῦ ἔχοντος βιβλίον ὠφέλιμον καὶ μὴ μεταδιδόντος τῷ ἀδελφῷ πρὸς οἰκοδομήν; Τίς δὲ ὀκνηρότερος τοῦ διψῶντος, καθημένου δὲ πλησίον πηγῆς καὶ τὰς χεῖρας μὴ ἐκτείνοντος, ὅπως λαβὼν ὕδωρ παύσῃ τὴν δίψαν; Ἢ τίς ἀμελέστερος τοῦ κεχρημένου βιβλίον, καὶ τῆς ἀναγνώσεως ἀμελοῦντος; Συγκοπίασον τῷ ἐπιδεομένῳ μαθεῖν γράμματα, ὅπως ἀναγινώσκων τὰ θαυμάσια τοῦ Θεοῦ εὐλογῇ τὸ θαυμαστὸν ὄνομα, καὶ αὐτὸς ἔσται σοι μισθαποδότης.
Ἀκηδιαστῇ μοναχῷ ἡ ὀλιγωρία ἀνθίσταται, κατὰ δὲ τοῦ ἔχοντος ὑπομονὴν ἡ ὑψηλοφροσύνη· ὁ δὲ ἀγαπῶν τὸν Κύριον ἐν ἀληθείᾳ παραιτεῖται τὰ ἀμφότερα. Μοναχὸς ὀκνηρὸς πολλὰ ζημιωθήσεται, ὁ δὲ νήφων οὐδὲ μιᾶς ὥρας καταφρονήσει.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.