Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὰς παροιμίας
Πίστη, φόβος του Θεού και θεμέλια του μοναχικού αγώνα
Εισαγωγικές παραινέσεις για την πίστη, τον φόβο του Κυρίου, την τήρηση των εντολών, την προσευχή και τη διάκριση των πνευματικών κινήτρων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πίστη, φόβος του Θεού και θεμέλια του μοναχικού αγώνα
Εισαγωγικές παραινέσεις για την πίστη, τον φόβο του Κυρίου, την τήρηση των εντολών, την προσευχή και τη διάκριση των πνευματικών κινήτρων.
Κατὰ μίμησιν τῶν Παροιμιῶν Ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ἔχει ζωὴν αἰώνιον· ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ· κἂν διὰ πυρὸς διέλθῃ, φλὸξ οὐ κατακαύσει αὐτόν. Ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καθὼς εἴρηκεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Ξύλα πολλὰ αὔξει φλόγα, καὶ φόβος Θεοῦ πληθύνει γνῶσιν ἐν καρδίᾳ ἀνδρός, ἐργασία δὲ βεβαιοῖ γνῶσιν. Νῆφε σφόδρα ἐν τῷ σὲ σπείρειν τὸν σπόρον τοῦ Κυρίου σου, μήποτε ὁ Ἐχθρὸς τὰ ζιζάνια συμμίξει· ὅτι τῶν ἰδίων ἔθος γὰρ αὐτῷ ἐστι διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν κατεργάζεσθαι. Παρὰ Κυρίου ζητήσωμεν χάριν, ἵνα ἡμῖν δωρήσηται γνῶσιν καὶ σύνεσιν τοῦ νήφειν ἐν πᾶσι.
Κάμινος δοκιμάζει ἀργύριον καὶ χρυσίον, καὶ φόβος Κυρίου διαλογισμοὺς τῶν ἀγαπώντων αὐτόν. Ὥσπερ τεχνίτης παρακαθήμενος ἄκμονι καὶ ἀπαλλάσσων εὔχρηστα σκεύη, οὕτω φόβος Θεοῦ περικαθαίρει πᾶν ἐνθύμημα πονηρὸν ἀπὸ καρδίας, καὶ ἐξάγει μετὰ γνώσεως ῥήματα. Τῷ διδόντι φόβον αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν δῶμεν δόξαν· αὐτὸς γάρ ἐστιν ὁ διδάσκων ἄνθρωπον γνῶσιν. Ἀρχὴ σοφίας φόβος Κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Εὐσέβεια δὲ εἰς Θεόν, ἀρχὴ αἰσθήσεως. Σοφὸς τηρήσει ἐντολὰς Χριστοῦ, καὶ ὁ πορευόμενος ἐν αὐταῖς οὐ καταισχυνθήσεται εἰς τὸν αἰῶνα. Ὁ δὲ ἐγκαταλιπὼν αὐτὰς ἄφρων, καὶ ματαία ἡ ἐλπὶς αὐτοῦ· ὁ δὲ τηρῶν αὐτὰς ἐν ἀληθείᾳ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Εἰς τὸν αἰῶνα οὐκ ὄψεται σκότος, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὑρήσει χάριν. Ἄγγελοι πιστοὶ ὁδηγήσουσι τὴν ψυχὴν αὐτοῦ, καὶ ἐπὶ τὴν ἀσάλευτον πέτραν ὁ θεμέλιος αὐτοῦ ἔσται, καὶ κληρονόμος τῆς αἰωνίου ζωῆς γενήσεται.
Οὗτος μακαριστός, ὅτι ἔγνω τοῦ ποιεῖν τὸ θέλημα τοῦ ποιήσαντος αὐτόν. Σάλπιγγος σημαινούσης, στρατὸς παρασκευάζεται εἰς πόλεμον· ἀλλ᾽ ἐν καιρῷ ἀγῶνος οὐ πάντες μαχηταί. Πολλοὶ μοναχοὶ τῷ σχήματι, ὀλίγοι δὲ ἀγωνισταί.
Ἐν καιρῷ δὲ πειρασμοῦ ἡ δοκιμὴ τοῦ μοναχοῦ ἀποφαίνεται. Πρὸ τελευτῆς μὴ μακάριζε μηδένα καὶ πρὸ θανάτου μὴ ἀπελπίσῃς τινά. Μηδὲ λέγε σεαυτὸν δίκαιον καὶ ἄμεμπτον ἔναντι Κυρίου, ἃ γὰρ σὺ ἐπελάθου, Θεῷ πεφανέρωται. Πιστεύειν δὲ δεῖ ὅτι, ἐὰν ὑπομείνωμεν αὐτόν, ἔστι καρπὸς τῇ ἐργασίᾳ ἡμῶν. Θέλω πρακτικὸς εἶναι καὶ ἐπίσημος ἐν τοῖς ἀδελφοῖς ἢ παραβαίνειν ἐντολὰς καὶ εἶναι αὐτοῖς βδελυκτός. Ὁ μεμαθηκὼς πᾶσαν Γραφὴν καὶ παρορῶν τὰς ἐντολὰς τοῦ Χριστοῦ δαρήσεται πολλά, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Κυρίου, οὗτος τέλειος ἀνὴρ λογισθήσεται. Οὐχ ὁ τόπος ἀνδρὶ τελείῳ, ἀλλὰ διάκρισις· τοῖς δὲ ἀσθενεστέροις εὐκανόνιστος τόπος χρή. Καὶ τίς ὁ τέλειος ἀνήρ; Ὁ ἀγαπῶν τὸν Κύριον ἐν ἀληθείᾳ, καὶ τὸν πλησίον αὐτοῦ ὡς ἑαυτόν.
Περὶ φόβου τοῦ Θεοῦ Φοβοῦ τὸν Κύριον καὶ εὑρήσεις χάριν· φόβος γὰρ Κυρίου γεννᾷ τρόπους καὶ ἔθη, δι᾽ ὧν συνίστανται αἱ ἀρεταί· ἡ δὲ ἀφοβία τίκτει ζῆλον πικρὸν καὶ ἐριθείαν, καὶ τὰ ὅμοια τούτων. Φόβος Κυρίου πηγὴ ζωῆς· φόβος Κυρίου ὀχύρωμα ψυχῆς· φόβος Κυρίου κατορθοῖ νοῦν νοερόν· φόβος Κυρίου φυλακτήριον ψυχῆς· φόβος Κυρίου δώσει χάριν ἐν πάσῃ ἀναστροφῇ φοβουμένῳ τὸν Κύριον· φόβος Κυρίου κυβερνήτης ψυχῆς· φόβος Κυρίου φωτίζει ψυχήν· φόβος Κυρίου τήκει πονηρίαν· φόβος Κυρίου μειοῖ πάθη· φόβος Κυρίου αὔξει ἀγάπην· φόβος Κυρίου ξηραίνει πᾶσαν ἐπιθυμίαν κακήν· φόβος Κυρίου κόπτει ἡδονήν· φόβος Κυρίου παιδευτήριον τῆς ψυχῆς, καὶ ἐλπίδας ἀγαθὰς εὐαγγελίζεται αὐτῇ· φόβος Κυρίου βραβεύει εἰρήνην· φόβος Κυρίου ἐμπλήσει ψυχὴν νοεροῦ ἁγίου, καὶ σκῆπτρον βασιλείας οὐρανῶν ἐπιδώσει αὐτῇ. Οὐκ ἔστιν ἐν ἀνθρώποις μείζων τοῦ φοβουμένου τὸν Κύριον.
Ὁ φοβούμενος τὸν Κύριον ἔοικε φωτὶ ὁδηγοῦντι πολλοὺς εἰς ὁδὸν σωτηρίας· ὁ φοβούμενος τὸν Κύριον ἔοικε πόλει τετειχισμένῃ ἐπάνω ὄρους κειμένῃ, καὶ ἀπὸ προσώπου αὐτοῦ φρίξουσι πονηροὶ δαίμονες. Ψυχὴ φοβουμένη τὸν Κύριον μακαριστή, ὅτι ἐνώπιον ἑαυτῆς προορᾷ τὸν δίκαιον Κριτὴν διαπαντός. Ἐὰν φοβῇ τὸν Κύριον, τήρησον τὰς ἐντολὰς αὐτοῦ, καὶ οὐ καταισχυνθήσῃ.
Ἔστιν ἐγκαταλιμπάνων τόπον ἕνεκεν ἀρετῆς· καὶ ἔστιν ἐγκαταλιμπάνων τόπον χάριν ἀργίας καὶ ἀνυποταγῆς· καὶ ἔστι διώκων διὰ κληρονομίαν. Ἔστιν ἐξερευνῶν πολλὰ θέλων μαθεῖν σοφίαν, καὶ ἔστιν ἐξερευνῶν πολλὰ χάριν κενοδοξίας· ἔστι τρέχων καὶ ἀγωνιζόμενος ἕνεκεν ἀγάπης Χριστοῦ, καὶ ἔστι τρέχων καὶ ἀγωνιζόμενος ἕνεκεν κενοδοξίας. Ἔστιν ὑποτασσόμενος ἕνεκεν ἐντολῆς Χριστοῦ, καὶ ἔστιν ὑποτασσόμενος βαθμοῦ καὶ αἰσχροῦ κέρδους χάριν. Ἔστιν ἐγκωμιάζων τὸν πλησίον ἕνεκεν ἀνθρωπαρεσκείας, καὶ ἔστιν ἐγκωμιάζων τὸν πλησίον ἕνεκεν ἐντολῆς Χριστοῦ, καὶ ἔστι καταβάλλων τὸν πλησίον ἕνεκεν γαστριμαργίας.
Ἔστι ταπεινῶν ἑαυτὸν ἕνεκεν ἐντολῆς Χριστοῦ, καὶ ἔστι καταβάλλων ἑαυτὸν ἀπὸ ἀφροσύνης. Ἔστιν ἐργαζόμενος σφοδρῶς χάριν φιλαργυρίας, καὶ ἔστιν ἐργαζόμενος πολλὰ περὶ φιλευποιΐας. Ἔστιν ἐργαζόμενος, ὅτε οὐ δεῖ, καὶ ἐν καιρῷ τοῦ ἔργου οὐκ ἐργάζεται. Ἔστι ψάλλων καὶ κράζων, ὅτε οὐ δεῖ, καὶ ἐν καιρῷ ψαλμῳδίας σιγᾷ, ἢ τῷ πλησίον ἀργολογεῖ. Ἔστιν ἀγρυπνῶν, ὅτε οὐ δεῖ, καὶ ἐν καιρῷ ἀγρυπνίας γογγύζει. Γέγραπται· ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ Κυρίῳ· πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; Ἀρχὴ ἀγαθῆς πολιτείας δάκρυα ἐν προσευχῇ· τὸ δὲ ἀκροᾶσθαι θείας Γραφὰς φρονήσεως δικαίας. Μύριοι βίβλοι ἐν ὠσὶν ἀφρόνων, ὡς οὐδὲν ἡγοῦνται· καὶ τίς ἄφρων, ἀλλ᾽ ἢ ὁ καταφρονῶν τοῦ φόβου Κυρίου; Γέγραπται· καρδία δὲ σοφοῦ δέξεται ἐντολάς· δίδου σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι. Υἱὸς πεπαιδευμένος σοφὸς ἔσται· τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται. Πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται· οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ. Σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ· ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μίγνυται ἀνόμοις. Ὀξύθυμος πράσσει μετ᾽ ἀβουλίας· ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. Τίμα τὸν Κύριον καὶ εὔοδοι ἔσονται αἱ ὁδοί σου. Τίμα ἱερέα καὶ πρεσβύτην, ἵνα ἔλθῃ ἐπὶ σὲ εὐλογία στόματος αὐτῶν.
Τίμα γέροντας ὡς πολλὰ τῷ Χριστῷ δουλεύσαντας. Τίμα ἀδελφούς σου ὡς δούλους Χριστοῦ, ὅπως ἀγαπηθήσῃ ὑπ᾽ αὐτῶν. Ἀδελφέ, ἐὰν ἀγαπήσῃς τὴν ἡσυχίαν, διανύσεις τὸν πλοῦν σου ἐν γαληνότητι. Ὃς φεύγει τὴν ἡσυχίαν τοῦ κελλίου αὐτοῦ, φαντάζεται τὰ γήϊνα· ὁ δὲ ἐπιμελούμενος τῆς ἔνδον ἐργασίας ὀρέγεται τὰ ἡτοιμασμένα τοῖς ἁγίοις ἐν τοῖς οὐρανοῖς.
Προγινώσκει Κύριος ἐνθύμησιν μοναχοῦ ἐπιθυμοῦντος ἱερωσύνην· ἱερωσύνη δὲ μέγας βαθμός, ἐὰν τελῆται ἀσπίλως. Βασιλεὺς φιλόχριστος μακαριστός· καταλείψει γὰρ εἰς εὐλογίας τὸ μνημόσυνον αὐτοῦ καὶ ὁ ἔπαινος αὐτοῦ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Βασιλεὺς ἄπιστος οὐκ ἔγνω σοφίαν ἐν ζωῇ αὐτοῦ· καὶ τελευτήσας κατέλιπεν εἰς κατάρας τὸ μνημόσυνον αὐτοῦ, καὶ τὸ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα· τοῦ δὲ πιστοῦ ὁ θρόνος εἰς τὸν αἰῶνα κατορθούμενος. Κριτὴς δίκαιος ζητηθήσεται καὶ στόματα δικαίων εὐλογήσουσιν αὐτόν, ὁ δὲ ἄδικος οὐ κατελεήσει ψυχὴν αὐτοῦ· οὐ γὰρ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Γέγραπται· ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ κακά. Μὴ ἀποβιάζου πένητα, πτωχὸς γάρ ἐστι· καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλῃ, ὁ γὰρ Κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν· γέγραπται γάρ· ῥῦσαι ἀπαγομένους εἰς θάνατον, καὶ μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου, μήποτε καταράσηταί σε, καὶ ἀφανισθῇς. Γέγραπται· ὁ ἐπιχαίρων ἀπολλυμένοις οὐκ ἀθωωθήσεται, ὁ δὲ ἐπισπλαγχνιζόμενος εὐλογηθήσεται. Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. Δανείζει Θεῷ ὁ ἐλεῶν πτωχόν, κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ. Γέγραπται· στάθμιον μέγα καὶ μικρόν, καὶ μέτρα δισσά, ἀκάθαρτα παρὰ Κυρίῳ ἀμφότερα. Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, ἐμπεσεῖται ἐν αὐτῷ.
Φοβοῦ δὲ τὸν Κύριον καὶ ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεταί σε. Βασιλεὺς εὐσεβὴς ἐπιμελήσεται ὅρμων καὶ λιμένων θαλάσσης, καὶ ὁ ἔμπειρος ἐν συνέσει οὐκ ἀμελήσει ὀχυρωμάτων ἐν ὁρίοις αὐτοῦ· ταῦτα δὲ ἀμφότερα ἀνατέλλει ἐν καρδίᾳ βασιλέως διὰ τῆς πολυπειρίας καὶ φιλανθρωπίας. Πιστὸς βασιλεὺς μνείαν ἔχει διαπαντὸς τῆς αἰωνίου κρίσεως, καὶ ὁ μεμνημένος τοῦ δικαίου Κριτοῦ οὐκ ἐπιλήσεται εὐλυσίας ψυχῶν τῶν ἐν ἀνάγκαις καὶ στενοχωρίαις, τῶν ἐν φυλακαῖς καὶ ἐξορίαις συνεχομένων.
Μακάριος ἀνὴρ ὁ κτησάμενος ἐν τῇ προσκαίρῳ ἐξουσίᾳ τὴν μένουσαν δόξαν· ὁ γὰρ σήμερον βασιλεύς, αὔριον τελευτήσει, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Δόκιμος ἰατρὸς ἐκ τῆς πείρας τῶν πραγμάτων καθίσταται.
Ἡ πολλὴ τρυφὴ τίκτει πάθη καὶ ἀρρωστήματα, ἡ δὲ ἐπίπονος ἐργασία πρὸς μὲν τὸ παρὸν κάματον ἔχει, μετὰ δὲ τὸν κάματον ὑγιείαν καὶ εὐεξίαν. Μὴ ἐπιθύμει κρέα, μοναχέ, καὶ μὴ πίνε οἶνον εἰς μέθην, ἵνα μὴ παχυνθῇ σου ἡ διάνοια, καὶ μέριμναι βιωτικαὶ οὐκ ἐκλείψουσιν ἀπὸ σοῦ. Περίκειρον φοίνικα καὶ δώσει εἰς ὕψος· καὶ ψυχὴν ἀπὸ μεριμνῶν βιωτικῶν, καὶ δώσει εἰς ἀρετήν. Ὁ λοιδορούμενος ἢ καὶ ἀδικούμενος καὶ ἐχόμενος, ὅμοιός ἐστι τῷ κατακλείσαντι ἐν ζώγρῳ λέοντα· ὁ δὲ ἀντιμαχόμενος ἔοικε τῷ λυμαινομένῳ ἑαυτόν. Ἀπαντᾶν πρὸ πάντων εἰς τὴν σύναξιν καλόν· καταλιπεῖν δὲ τὴν σύναξιν πρὸ ἀπολύσεως δίχα ἀνάγκης οὐ καλόν. Ἔκδεξαι, ἀδελφέ, καὶ ἄκουε τῶν θείων Γραφῶν ὅπως ὠφεληθῇς.
Ὃν τρόπον γὰρ ἐν καύματι ἀνδρὶ ὁδοιπόρῳ ποτήριον ψυχρὸν προσηνές, οὕτω θεῖοι λόγοι δροσίζουσι ψυχήν. Ἐὰν βούλῃ ἀκούειν, ἔκδεξαι· καὶ ἐὰν ἀκούσῃς, σοφὸς ἔσῃ· εἰ δὲ τὴν ὑπομονὴν τοῦ ἀκοῦσαι τὸν λόγον βαρέως φέρεις, πόσῳ μᾶλλον τὴν πρᾶξιν. Ἐντεῦθεν τοιγαροῦν ἐπίγνωθι σεαυτόν, ὅτι ἀμελὴς ὑπάρχεις, ὃν τρόπον κἀγώ.
Εἰσιόντων δὲ ἡμῶν εἰς οἶκον Θεοῦ, μὴ μετεωρισθῶμεν· ἀλλὰ σχολαζέτω ὁ ἔσω ἡμῶν ἄνθρωπος εἰς θεωρίαν καὶ προσευχήν. Προσευχόμενοι δὲ εἴπωμεν τό, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, μήποτε ἄλλοτε οἱ λογισμοὶ ἐκταράξωσιν ἡμῶν τὴν διάνοιαν. Ἱστάμενος δὲ ἐν προσευχῇ γνῶθι τίνι παρίστασαι· καὶ ἔστω ἡ ψυχή σου καὶ ἡ καρδία σου ὅλη πρὸς αὐτόν. Νόει ὃ λέγω· ἐὰν λαβὼν ἀνὴρ ἔνδεσμον ἀργυρίου ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πορευθῇ εἰς πανηγύριον, θέλων βόας ἀγοράσαι, μὴ χοίρους κατανοεῖ; Εἰ δὲ καὶ ὄνους βούλεται ἀγοράσαι, μὴ κύνας καταμανθάνει;
Οὐχὶ πᾶσα ἡ ἔννοια αὐτοῦ ἔγκειται, οἷς ἐπιθυμεῖ, μήποτε χλευασθεὶς καὶ τὰ ἐν χερσὶν ἀπολέσῃ διακενῆς; Εἰ δὲ καὶ ὁ ἔγγιστά σου ἑστὼς ἀδελφὸς ἀσθενὴς ὑπάρχει τῷ σώματι, καὶ συμβῇ βήσσειν ἢ πολλὰ πτύειν, μὴ σαίνου ἀπ᾽ αὐτοῦ· ἀλλὰ μνήσθητι, ὅτι πολλοὶ ἑαυτοὺς ἔδωκαν ἀρρώστοις τε καὶ λελωβημένοις ὑπηρετεῖν.
Ἐὰν ᾖς ὑγιὴς τῷ σώματι, μὴ ἐπαίρου, ἀλλὰ φοβοῦ· ὥσπερ γὰρ κιθάρα πολύχορδος ἐν χειρὶ ἀνδρός, οὕτω πᾶσα σὰρξ ἐν χειρὶ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν. Γέγραπται· πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά, οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διαπαντός. Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ. Γέγραπται· οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει· ὁ ἀτιμάζων πένητα ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός. Γέγραπται· ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς· ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου· ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ᾽ αὐτοῦ. Ὃς φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἀκοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων. Μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Μὴ ποίῃ κακά, καὶ οὐ μή σε καταλάβῃ κακά. Μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς. Γέγραπται· ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστι καὶ ὄνειδος. Οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ παιδευόμενος σοφὸς ἔσται. Οὐκ ἐν πολυμαθίᾳ γραμμάτων σοφία, ἀλλά, καθὼς γέγραπται, ἀρχὴ σοφίας φόβος Κυρίου· τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς. Πίστις τίκτει διάνοιαν ἀγαθήν, διάνοια δὲ ἀγαθὴ ποταμὸς ὕδατος ζῶντος· καὶ ὁ κτησάμενος αὐτὴν ἐμπλησθήσεται τῶν ὑδάτων αὐτῆς.
Ἄτερ ἐλαίου οὐ καύσει λύχνος, καὶ δίχα πίστεως κτᾶται αὐτὴν οὐδείς. Γέγραπται· ὃς ἀπωθεῖται παιδείαν μισεῖ ἑαυτόν, ὁ δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.