Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὰς παροιμίας

Ἐφραίμ ὁ Σύρος

Υπομονή, ταπεινοφροσύνη και συμπεριφορά στο κοινόβιο

Οδηγίες για την αποφυγή της κενοδοξίας και της φιλαργυρίας, τον σεβασμό προς τους γονείς και τους αδελφούς, και τη σωστή πνευματική καθοδήγηση των αρχαρίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 9

Μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπ᾽ ἐσχάτων σου. Αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς, ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή. Ἄτερ ὑπομονῆς οὐκ οἰκοδομηθήσεται πύργος, καὶ δίχα γνώσεως οὐ κατορθοῦται ἀρετή. Οὐκ ἔστι σταθμὸς τῇ ὑπομονῇ, ἐὰν συγκεκέρασται τῇ ταπεινοφροσύνῃ.

Χάρισμα ὑπομονῆς παρὰ Κυρίου, καὶ τοῖς ἀγαπῶσιν αὐτὸν δωρεῖται αὐτήν, καὶ οἱ κρατοῦντες αὐτὴν ῥυσθήσονται ἐκ πολλῶν θλίψεων. Ἄφρων πληθύνει λόγους, φειδόμενος δὲ χειλέων νοήμων ἔσται. Φρόνιμος μοναχὸς ἀποστελλόμενος εἰς διακόνημα, οἱ ὁρῶντες αὐτὸν δώσουσι τῷ Κυρίῳ δόξαν· ὁ δὲ ἄφρων καὶ μέθυσος ἀσχημονεῖ ἐν ταῖς κώμαις αἰσχρῶς· οὗτος καταισχυνεῖ ἡγούμενον καὶ ἀδελφούς. Ἀφοβία τίκτει λογισμὸν νεότητος· φόβος δὲ Κυρίου καὶ τοὺς νέους γέροντας ἀπεργάζεται. Τίμα τὸν Κύριον καὶ μὴ σκανδάλιζε κοσμικόν. Μίμησαι τὸν προφήτην Σαμουήλ, ὅτι καὶ Θεῷ εὐηρέστησε καὶ ἀνθρώπους ᾠκοδόμησεν· οἱ δὲ υἱοὶ τῆς ἀφοβίας ἐν ῥομφαίᾳ ἔπεσον. Νεωτέρῳ τολμηρῷ μὴ δῷς θάρσος, καὶ γέροντι πράττειν τὰ μὴ καθήκοντα· ὁ γὰρ φοβούμενος τὸν Κύριον φροντίσει τοῦ λαοῦ αὐτοῦ. Εὐλάβεια ἐν ταπεινοφροσύνῃ καὶ ἀγάπῃ ὑψοῖ κεφαλὴν μοναχοῦ, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτοῦ ἀναλάμψει. Μῖσος ἢ φθόνος κεκρυμμένος ἐν τῇ εὐλαβείᾳ ὕδωρ ἐστὶ πικρὸν ἐν χρυσείοις σκεύεσιν· ἔμβαλαι εἰς αὐτὸ ξύλον τῆς ζωῆς καὶ γλυκανθήσεται· ἀπὸ γὰρ ξύλου ἐγλυκάνθη ὕδωρ, καὶ πᾶσα ἡ ἐπιβουλὴ τοῦ δολίου ἠφανίσθη διὰ τοῦ σταυροῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ἀγάπη φωτιεῖ ὀφθαλμοὺς διανοίας, ὁ δὲ ἀγαπῶν ἔχθραν καὶ ἔριν ὅμοιός ἐστι τῷ ἐπιβάλλοντι συνεχῶς τὴν ἑαυτοῦ χεῖρα ἐπὶ τρώγλην ἀσπίδων. Ὥσπερ σκώληξ εἰς ξύλον, οὕτω κενοδοξία εἰς μοναχόν· καὶ ὥσπερ σὴς ἐν ἱματίοις, οὕτω πάθος φιλαργυρίας ἐν καρδίᾳ ἀνθρώπου. Μὴ ὑψώσῃς σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν. Ἀναλαμβάνων γὰρ πραεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως γῆς. Ὁ ὑψῶν ἑαυτὸν περιποιεῖται ἑαυτῷ ἀτιμίαν· ὁ δὲ δουλεύων τῷ πλησίον ἐν ταπεινοφροσύνῃ, δοξασθήσεται. Ὁ ἐπισπλαγχνιζόμενος τῷ πλησίον ἐν ἡμέρᾳ θλίψεως, ἐπισπλαγχνισθήσεται Κύριος διαπαντός· ἐλεημοσύνη γὰρ ἀνδρὸς σφραγὶς μετ᾽ αὐτοῦ. Ἔστιν ἀνὴρ καὶ ἐν τῷ μηδὲν ἐξουσιάζειν, πραῢς καὶ ἐλεήμων ἀποφαίνεται· εἶτα ἔτυχεν ἐξουσίας, πρόθυμος ἀποκαθίσταται κελεύειν καὶ προστάσσειν ἀδιακρίτως· ἐὰν δὲ ἀφαιρεθῇ ἀφ᾽ αὑτοῦ, τὰ προσταχθέντα οὐ δύναται· οὗτος, ὡς ἄσοφος, οὐκ ἐπέγνω τὴν ἑαυτοῦ ἀσθένειαν.

Ἀδελφέ, ἐν πᾶσι τοῖς ἔργοις σου τὰ ἔσχατά σου μιμνῄσκου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις. Μὴ ἀλαζονεύου, μηδὲ πλατύνου, ἀλλὰ ταπείνου σεαυτόν· ἡ γὰρ ἐκδίκησις ἀσεβῶν πῦρ καὶ σκώληξ. Κτῆσαι φόβον Θεοῦ, ὅπως καὶ οἱ δαίμονες φοβηθήσονταί σε. Τὰ ἐπίπλαστα ἀεὶ μάταια. Ἐὰν πάντες κελεύειν θέλωμεν καὶ ἄρχειν, τίς ὁ ὑποτασσόμενος ἢ τίς ὁ ὑπακούων; Ἐὰν πάντες τιμῆς ὀρεγώμεθα, τίς ὁ ἀπονέμων τιμήν; Ἀνὴρ σοφὸς παραιτεῖται τοῦ κελεύειν ἢ τοῦ κελεύεσθαι, ἀποπληρῶν τὴν ἐντολὴν τοῦ εἰπόντος· ὃς ἐὰν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν, ἔστω ὑμῶν διάκονος, καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν πρῶτος εἶναι, ἔστω ὑμῶν δοῦλος· ὥσπερ γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Ἡγούμενόν σε κατέστησαν; Μὴ ἐπαίρου, γενοῦ δὲ ἐν αὐτοῖς εἷς ἐξ αὐτῶν, ἀναλογίζου δὲ τοὺς προτέρους σου πόνους, καὶ γνῶθι ὅτι ἐν τοῖς αὐτοῖς πόνοις ἀναστρέφονται, καὶ μὴ ἀμέλει αὐτῶν· ἀλλ᾽ ἐπιμελοῦ.

Γέγραπται· ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. Ἀνὴρ μακρόθυμος πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων. Εὐχόμεθα ἀξιωθῆναι χαρίσματος, καὶ ἐν τῷ ἡμᾶς ἀξιωθῆναι καταφρονοῦμεν. Ὁ ἐπιμελούμενος ἀδελφοῦ αὐτοῦ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, εὐάρεστος Κυρίῳ ἡ ψυχὴ αὐτοῦ ἔσται· ὁ δὲ καταφρονῶν τῆς ζωῆς αὐτοῦ ἁμαρτάνει Θεῷ. Μὴ εὐφραίνου ἐπὶ ἀπαιδευσίᾳ ἀδελφοῦ σου, οὐ γάρ ἐστι δόξα πρὸς ἀτιμίαν. Ἐπὶ προκοπῇ ἀδελφῶν σου μὴ φθόνει· λέγει γὰρ ἡ Γραφή· μείζονα τούτου οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα περιπατοῦντα ἐν ἀληθείᾳ. Γέγραπται· οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα· σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ. Ἐάνπερ ἐστὶ γνωστικὸς ἀδελφός, μὴ λυπήσῃς τὸ πνεῦμα αὐτοῦ, ἐὰν πορεύηται ὁσίως.

Ὥσπερ γὰρ Ἰακὼβ Λάβαν τῷ Σύρῳ, οὕτω προόρα σὸν πρόσωπον πρὸς σεαυτόν. Γνωστικὸν σεαυτὸν ἀποκαλεῖς; Ἐκ τῶν ἔργων σου ἐπίγνωθι σεαυτόν· ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ γνῶσις χωρὶς ἐργασίας ἀργή ἐστι. Σημεῖον ἐναρέτου βίου ἐπὶ νεωτέρῳ μοναχῷ ἀπέχεσθαι ἐκ τῆς πολυοινίας καὶ τῆς πολυλογίας ἐν ταπεινοφροσύνῃ· ὁ δὲ ἀγαπῶν ταῦτα οὐ τελέσει βίον ἐνάρετον.

Μὴ βιάζου σὸν ἀδελφὸν πίνειν οἶνον εἰς μέθην, κἂν διὰ χρόνου ἐγεύσατο· ἐν πολλῷ γὰρ χρόνῳ κατασκευάζεται ναῦς, καὶ ῥοπῇ προσκρούσασα συντριβήσεται. Νέον πραῢν ἀγαπάτω σου ἡ ψυχὴ καὶ μὴ ἐπιθῇς αὐτῷ βάρος ὑπὲρ δύναμιν, ὅπως τὴν ψυχὴν αὐτοῦ σώσῃς ἐν Κυρίῳ καὶ κομίσῃ τὸν ἀμαράντινον τῆς δόξης στέφανον, φανερωθέντος τοῦ Ἀρχιποίμενος. Περιτείχισον τὴν οἰκίαν πάντοθεν, καὶ μὴ ἄφιες διορυγὴν ἔσεσθαι ἐν τῷ προτειχίσματί σου, μήποτε δι᾽ αὐτῆς εἰσελθὼν ὁ ἐχθρὸς συλήσῃ σὸν οἶκον, καὶ ἔσῃ αἴτιος τῆς ἀπωλείας. Πάρεχε τῷ χρῄζοντι, καὶ μὴ λέγε, οὐ χρείαν ἔχει, μήποτε ἡ ἀγαθὴ παιδεία ἔξοδον εὕρῃ τὴν ἔνδειαν.

Ἐξ ὧν ὁ Κύριος ᾠκονόμησε, φρόντισον αὐτῷ, μήποτε ὡς ἄστοργοι καὶ ἀνελεεῖς κριθῶμεν. Ἀκούσωμεν, ἀδελφοί, τοῦ λέγοντος· ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδας καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν· ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία.

Ἐν ὅλῃ δυνάμει σου τίμα τὸν πατέρα σου, καὶ μὴ ἀκύρους ποιήσῃς θεσμοὺς γεννήσαντός σε ἐν Κυρίῳ· ἐν τούτῳ γὰρ τῷ τρόπῳ πονηροὶ δαίμονες οὐ κατισχύσουσι κατὰ σοῦ. Ταπείνωσον σφόδρα τὴν ψυχήν σου ἔναντι Κυρίου, καὶ εὑρήσεις χάριν. Οἴκους γὰρ ὑβριστῶν κατασπᾷ Κύριος, ἐφύτευσε δὲ ἀντ᾽ αὐτῶν πραεῖς.

Μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας, μηδὲ ἀτίμαζε ἄνδρα ἐν γήρει αὐτοῦ, καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσι. Μὴ ἀμέλει ἀρρώστου, διότι γέγραπται· ὃς φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων. Μισητὸς ἐν τῇ παροικίᾳ αὐτοῦ γίνεται ὁ μεταφέρων λόγους ἐξ οἰκίας εἰς οἰκίαν· ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει. Μὴ εἰσέλθῃς εἰς κελλίον ἀδελφοῦ σου, πρὶν κρούσῃς τὴν θύραν· οὐ γὰρ συναρμόζει ταραχὴ τῇ ἡσυχίᾳ.

Συνετὸς ἡγούμενος ἐπαλείψει ψυχὰς ἀδελφῶν αὐτοῦ ἐν τῇ νουθεσίᾳ καὶ διδασκαλίᾳ τοῦ Κυρίου· ὁ δὲ καταφρονῶν ζημιωθήσεται. Ἀπόνεμε τιμὴν γέρουσι διὰ τὸν κύριον, καὶ διὰ τοὺς γνωστικοτέρους τῶν ἀδελφῶν. Μὴ ἀποβιάζου γέροντας εἰς ἔργον, διότι κατέτριψαν ἐν ἀσκήσει σάρκας νεότητος αὐτῶν· ἀρκεῖ γὰρ ἡ συνείδησις τῷ φοβουμένῳ τὸν Κύριον. Οὐκ ἀγαθὸν ἀνδρὶ τῷ ἐργάσασθαι δυναμένῳ καὶ ἐσθίοντι ἀργῶς, τοῦ Ἀποστόλου λέγοντος· ἀβαρῆ ἐμαυτὸν ἐτήρησα καὶ τηρήσω.

Γέγραπται· μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Τὸν πλησίον μὴ ἀδίκει, τὸν τόπον προφασιζόμενος· οὐ γὰρ ἐν τοῖς στύλοις ἡ ἐκκλησία, ἀλλ᾽ ἐν τοῖς ἀνθρώποις· διότι γέγραπται· οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ ἕως τινός, καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς· ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτόν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτῶν.

Ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ ἐξ ἀδικίας, οἰκοδομεῖ ἑαυτῷ μαρτύριον πλεονεξίας· οἱ γὰρ ἅγιοι πᾶσαν ὁδὸν ἄδικον ἐμίσησαν. Μέγας κίνδυνος παιδίον ἐν κοινοβίῳ, ἐάνπερ ἀκυβερνησία ἐστὶν ἐν τῷ μέσῳ· ὁ δὲ ἐκτρέφων εὐαρέστως τῷ Θεῷ, μακαριστός. Οὐκ ὀλίγην ζημίαν προξενεῖ ἑαυτῷ ποιμὴν κοιμώμενος ἔξω τῆς μάνδρας τῶν προβάτων· ἡ γὰρ χαρὰ τῶν λύκων ὁ τῶν ποιμένων ὕπνος. Ἐὰν τεταπείνωται ὁ ἀδελφὸς ὑπὸ τὴν χεῖρά σου, νόει ὅτι οὐχ ἕνεκα φόβου σου· μνήσθητι οὖν τοῦ Κυρίου, δι᾽ ὃν καὶ αὐτὸς ὑπομένει, καὶ μὴ αὐτὸν κακώσῃς. Μὴ φθάσῃ κέρδος, ζημίαν ψυχῆς ἔχον ἐν αὐτῷ. Τί γὰρ ψυχῆς τιμιώτερον; Κρείσσων μοναχὸς πτωχὸς ἡσυχάζων μετὰ ταπεινοφροσύνης, ἢ πλούσιος μοναχὸς ῥογεύων μετὰ ὑπερηφανίας καὶ φυσιώσεως. Μὴ συνδήσῃς σεαυτὸν ὅρκῳ μετὰ ἀδελφοῦ, ἀλλ᾽ ἔχε ὁμόνοιαν ἐν φόβῳ Θεοῦ.

Ὅρα, μοναχέ, μήπως τοῖς τὰ κοσμικὰ φρονοῦσι θέλων ἀρέσαι, τὴν διαγωγὴν τοῦ μοναχοῦ ἀπολέσῃς· ἀλλ᾽ ἐν φόβῳ Θεοῦ ἴσθι ὅλην τὴν ἡμέραν. Μοναχὸς γογγυστὴς πολλὰ ζημιωθήσεται· ὁ δὲ ὑποφέρων γενναίως χαρὰν κληρονομήσει.

Μὴ ὀλιγοψυχῶμεν, ἀγαπητοί, οὐ γὰρ διαπαντὸς δεῖ ἡμᾶς εἶναι ἐν τῷ βίῳ τούτῳ. Πᾶν ὃ ἐὰν ποιήσῃ τις διὰ τὸν Κύριον, τοῦτο αὐτῷ κέρδος· τὰ γὰρ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Μοναχέ, ἐὰν προσέχῃς σεαυτῷ, πρῶτον μὲν σαυτὸν ἐλεεῖς, ἔπειτα δὲ καὶ τοὺς ἀγαπῶντάς σε χαροποιήσεις· τῆς σοφίας λεγούσης· τέκνον, ἐὰν σοφὸς ἔσῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τῷ πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά. Νόει ὃ λέγω, μοναχέ· μὴ ἔξω εὐλάβειαν, ἐν δὲ τῷ κελλίῳ στρῆνος, ἵνα μὴ παρομοιωθῶμεν τάφοις κεκονιαμένοις, οἳ ἔξωθεν μὲν φαίνονται λευκοί, ἔσωθεν δὲ γέμουσιν ὀστέων ἀνθρώπων καὶ ἀκαθαρσίας. Ἐν παντὶ γὰρ τόπῳ εἷς ἐστιν ὁ Θεός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ταπείνωσον τὸν λογισμὸν τῆς ὑπερηφανίας, πρίν σε ἡ ὑπερηφανία ταπεινώσῃ· κάθελε τὸν λογισμὸν τῆς ὑψηλοφροσύνης, πρὶν αὕτη σε καθέλῃ· ἔκθλιψον τὴν ἐπιθυμίαν, πρίν σε ἡ ἐπιθυμία ἐκθλίψῃ· μὴ ὀνείδιζε ἀδελφὸν ἀκάθιστον, μήποτε τῷ αὐτῷ πάθει περιπέσῃς. Ἐὰν καθίσῃς μετὰ μεγάλου γέροντος, μὴ μόνον τὰς ἀρετὰς αὐτοῦ ἐκδιηγοῦ, ἀλλὰ καὶ τὸν βίον διαμιμοῦ· τοῦτο γάρ σου ὠφέλιμον.

Μοναχέ, ἐν ἀρχαρίῳ μακροθύμησον, πάντα γὰρ δυνατὰ τῷ Κυρίῳ. Ἀρχάριος δὲ ταπείνωσιν μισῶν, ὅπλον οὐκ ἔχει κατὰ τοῦ ὑπεναντίου· ὁ τοιοῦτος πολλὰ συντριβήσεται. Ὁ ὀρεγόμενος ἀναπαύσεως σαρκικῆς περιποιεῖται ἑαυτῷ ὀδύνας πολλάς· ὁ δὲ μακρόθυμος σωθήσεται. Συνετὸς ἡγούμενος οὐκ ἐξουδενώσει διακούειν ἀμφιλογίαν ἀρχαρίου μετὰ μειζοτέρου αὐτοῦ· καὶ ὁ γνωστικὸς τὴν ἀκρίβειαν τοῦ πράγματος ἐξερευνήσει, καὶ ἐν φόβῳ Κυρίου μεσάσει αὐτούς. Ὁ πληθύνων λόγους ἐν κοινοβίῳ, πληθύνει μάχας καὶ μῖσος ἑαυτῷ· ὁ δὲ τηρῶν τὸ στόμα αὐτοῦ ἀγαπηθήσεται. Καλὴ ἡ ὑπακοὴ ἡ διὰ Θεὸν γινομένη, ἀγαπητοί· καὶ ἐν τούτῳ γνῶθι τὴν ὑπακοὴν ἐν ᾗ εὐαρεστεῖται ὁ Θεός· ἡ ὑπακοὴ ἡ διὰ [τὸν] Θεὸν γινομένη πλήρης ἐστὶ τοῦ ἁγιασμοῦ ἕως θανάτου. Ἀγωνίζου περὶ τῆς ψυχῆς σου καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου· ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.