Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὰς παροιμίας
Αντιμετώπιση των πειρασμών, μετάνοια και αποταγή του κόσμου
Νουθεσίες για την υπομονή στην ασθένεια και την ακηδία, την εγρήγορση κατά του σκανδαλισμού και την αληθινή αποταγή των κοσμικών μεριμνών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αντιμετώπιση των πειρασμών, μετάνοια και αποταγή του κόσμου
Νουθεσίες για την υπομονή στην ασθένεια και την ακηδία, την εγρήγορση κατά του σκανδαλισμού και την αληθινή αποταγή των κοσμικών μεριμνών.
Ἀγαπητέ, ἐὰν περιπέσῃς ἐν ἀρρωστίᾳ, μνήσθητι τοῦ λέγοντος· τέκνον, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος· ὃν ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Ὁ κατακεκλεισμένος ἐν τῇ φυλακῇ, καὶ δοκῶν ἀνταίρειν κατὰ τοῦ βασιλέως, τί ἆρα ὠφεληθήσεται; Ὁ δὲ προσπίπτων καὶ παρακαλῶν, οὗτος μᾶλλον οἰκτιρηθήσεται. Ἀδελφὸς ἠσθένησέ ποτε καὶ εἶπεν ἐν ἑαυτῷ· οἴμοι τῷ ἁμαρτωλῷ, ὅτι ἐν τούτῳ τῷ πάθει μέλλω παλαιοῦσθαι· καὶ ὑγιὴς γενόμενος ἐπῆλθεν αὐτῷ πάλιν ἕτερον πάθος τοῦ προτέρου χαλεπώτερον, καὶ πάλιν τὸν αὐτὸν λόγον εἶπε· πλὴν ἀνθρώπῳ ταχὺ οὐκ ἐξέφανε τὸν πόνον αὐτοῦ, ἀλλὰ παρὰ τοῦ Κυρίου ἐζήτει οἰκτιρμοὺς τοῦ παρέχοντος ὑγιείαν ἐκ νόσου καὶ ἐξ ἀσθενείας ἰσχύν.
Ἐὰν πνεῦμα ἀκηδίας ἔλθῃ ἐπὶ σέ, οἶκόν σου μὴ ἀφῇς, ἀλλὰ διὰ τῆς ὑπομονῆς ἀντίστα πρὸς αὐτήν. Μή σε πείσῃ ὁ λογισμὸς λέγων· μέταρον ἀπὸ τόπου εἰς τόπον· ἐὰν γὰρ συγκαταθῇς τούτῳ τῷ λογισμῷ, οὐ καρτερήσεις πώποτε. Γέγραπται· ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. Ἐν τούτῳ σῴζεται μάλιστα ὁ συναναστρεφόμενος ἀδελφοῖς. Κτήσασθαι δὲ ὀφείλει φόβον Κυρίου καὶ τὴν σωφροσύνην εἰς ἄκρον, ἐξ ὧν τίκτεται ἀγάπη, χαρά, εἰρήνη, ὑπακοὴ καὶ μακροθυμία, ἐγκράτεια, ὑπομονή, καὶ ὅσα Χριστιανοῖς πρέπει· ἵνα γένηται ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν· ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται. Ἔστω δὲ καὶ βλέπων ὡς μὴ βλέπων τὰ μὴ συμφέροντα, ἀκούων ὡς μὴ ἀκούων τὰ μὴ ἀνήκοντα, ἵνα καὶ τῶν ἐσχάτων ἐσχατώτερον ἑαυτὸν ποιήσῃ καὶ εὑρήσῃ ἀνάπαυσιν. Ὁ γὰρ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, ὁ δὲ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. Ἐὰν γὰρ ἄρξηται κελεύειν καὶ μὴ συγκοπιᾶν κατὰ δύναμιν, κόπον ἕξει περὶ τὰ τελευταῖα. Οὐ γὰρ πάντοτε ὁ αὐτὸς ἄνεμος φυσᾷ, ἀλλὰ μεταβολαί εἰσι τῶν ἀνέμων. Ὅθεν χρὴ ἐθίζειν ἑαυτοὺς εἰς τὸ ἔργον, οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα. Ἐχέτω δὲ πρὸ ὀφθαλμῶν ἀεὶ τὸν εἰπόντα· μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.
Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ κατανοεῖς; Ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου. Καὶ πάντως εὑρήσεις χάριν ἐναντίον Κυρίου καὶ ἀνθρώπων. Μὴ ἀπόλυε σοὺς ὀφθαλμοὺς ῥέμβεσθαι, μηδὲ καταμάνθανε κάλλος ἀλλότριον, μήποτε διὰ τῶν ὀφθαλμῶν σου καταβάλῃ σε ὁ ὑπεναντίος σου. Μὴ ζήλου τοὺς ἀμελεστέρους, ἀλλὰ τοὺς ἐν πάσῃ ἀρετῇ κεκοσμημένους.
Ἀδελφέ, μὴ περπερεύου· τὰ γὰρ ἔξω φόβου Θεοῦ γινόμενα, οὐδὲν ἕτερον ἔχει, πλὴν κατάγνωσιν καὶ μετάμελον. Μακαρία ψυχὴ ἡ δουλεύουσα τῷ Κυρίῳ ἐν ἀληθείᾳ, ὅτι εὑρήσει ἐπ᾽ ἐσχάτων τὴν ἀνάπαυσιν αὐτῆς παρὰ Κυρίου. Μικρὰ ἀμέλεια τίκτει μεγάλην ἁμαρτίαν, καὶ μικρὰ νῆψις ἀποστρέφει πολλὴν ζημίαν.
Κρεῖσσον ἐσθίειν ἐν Κυρίῳ καὶ εὐχαριστεῖν τῷ Κυρίῳ, καὶ μὴ ἐσθίειν καὶ κατακρίνειν τοὺς ἐσθίοντας καὶ εὐχαριστοῦντας τῷ Κυρίῳ. Ἐκάθισας ἐπὶ τραπέζης, φάγε ἄρτον καὶ μὴ καταλάλει τὸν πλησίον, ἵνα μὴ εὑρεθῇς κρεωφαγῶν τὸν ἀδελφόν σου διὰ τῆς καταλαλιᾶς· διότι γέγραπται· οἱ κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου, τὸν Κύριον οὐκ ἐπεκαλέσαντο. Ὑγιαίνων τῇ πίστει, ἔσθιε πᾶν τὸ παρατιθέμενόν σοι ἐν Κυρίῳ· εἰ δὲ παρατεθῇ ὑμῖν τι βρώσιμον, ὃ σὺ μὲν οὐκ ὀρέγῃ φαγεῖν, μὴ αὐτὸ ἀπόστρεφε τῶν πλειόνων βουλομένων ἐσθίειν καὶ εὐχαριστεῖν τῷ Κυρίῳ. Ἐκάθισας ἐπὶ τραπέζης, φάγε ὡς ἄνθρωπος καὶ μὴ παραβλέπου ὡς ἀπαίδευτος. Ἀδελφὸς εἴρηκεν, οὐ παρατηρούμενος, παραιτοῦμαι τῆς κρεωφαγίας· πᾶν γὰρ κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετ᾽ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. Ἀλλ᾽ ὅτι γέγραπται· οὐ συμφέρει ἄφρονι τρυφᾶν· ἀπαιδευσία ἐστὶ μοναχῷ ἐσθίειν τὰ ζῷα. Τῶν κλασμάτων παρατεθειμένων, μὴ ἐξουθένει τὰ κλάσματα· ὁ γὰρ Κύριος εἶπε τοῖς ἑαυτοῦ μαθηταῖς συναγαγεῖν τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.
Ἀγαπητέ, ἐὰν ἀδελφὸς ἡττηθεὶς χωρισθῇ τοῦ τόπου αὐτοῦ, καὶ μετὰ ταῦτα μεταμεληθεὶς βουληθῇ ὑποστρέψαι, σὺ μὴ κώλυε, ἀλλὰ μᾶλλον συμπαρακάλει· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Οὐ δεῖ δὲ ἐξουθενεῖν τοὺς τοιούτους, ὡς ἐμπαιχθέντας, ἀλλὰ μᾶλλον δεῖ ἀντιλαμβάνεσθαι ὡς ἐξ ἀσθενείας ἀναλαβόντας. Ἐὰν οἰκῇς μετὰ ἀδελφῶν, μὴ γίνου ἀφορμή τινι χωρισθῆναι τῆς ἀδελφότητος, ἵνα μὴ κριθῇς ἐν ἐκείνῳ τῷ κόσμῳ. Φυλάσσου σφόδρα τοῦ μὴ σκανδαλίσαι τινά, καὶ οὐ μὴ ἀφορισθῇς ἐκ τῆς βασιλείας τῶν οὐρανῶν μετὰ τῶν ποιούντων τὰ σκάνδαλα.
Ἐὰν κακοῦται ὁ ἀδελφός σου, συγκοπίασον αὐτῷ, ἵνα ἀξιωθῇς ἀκοῦσαι παρὰ τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐποίησας. Ὁ ἀμελῶν ἀσθενοῦς παροργίζει τὸν παιδεύοντα, καὶ ὁ ἐπιχαίρων πτώματι ἀδελφοῦ ἑαυτοῦ πεσεῖται πτῶμα ἐξαίσιον. Μὴ εἴπῃς, σήμερον ἁμαρτάνω καὶ αὔριον μετανοῶ· ἀλλὰ μᾶλλον, σήμερον μετανοήσωμεν· οὐ γὰρ οἴδαμεν, εἰ καταλαμβάνομεν αὔριον.
Ἀγαπητοί, ἡμαρτήκαμεν, μετανοήσωμεν· δέχεται γὰρ ὁ Κύριος τὴν μετάνοιαν τῶν ἐν ἀληθείᾳ μετανοούντων. Μὴ εἴπῃς, μοναχέ, ὧδε πόλεμος καὶ στένωσις καὶ πάρα ἐκεῖ δὲ ἀνάπαυσις καὶ ἀμεριμνία. Τίς γάρ ἐστιν ὁ πολεμῶν ἡμᾶς οὐκ οἶδας; Οὐχὶ ὁ ἐχθρὸς ἡμῶν ὁ Διάβολος; Ἄκουε τοιγαροῦν τί λέγει ἐν τῷ Ἰώβ· καὶ εἶπεν ὁ Κύριος τῷ Διαβόλῳ· πόθεν σὺ ἔρχῃ; Τότε εἶπεν ὁ Διάβολος ἔναντι τοῦ Κυρίου· διαπορευθεὶς τὴν ὑπ᾽ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι. Γίνωσκε οὖν ὅτι ὁ οὐρανὸς ὑψηλότερός σου ἐστίν, ὅπου δ᾽ ἂν πορευθῇς.
Ἔμμεινον οὖν ἐν ᾧ ἐκλήθης τόπῳ, καὶ ἀντίστα τῷ Διαβόλῳ, καὶ φεύξεται ἀπὸ σοῦ· καὶ ἔγγισον τῷ Θεῷ, καὶ ἐγγιεῖ σοι. Ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται, ὁ δὲ ἀγαπῶν τὸν Κύριον ἐνευλογηθήσεται. Ὃς πέποιθεν ἐπὶ χρυσίῳ πεσεῖται, ὁ δὲ πεποιθὼς ἐπὶ Κύριον σωθήσεται. Οὐαὶ οὗ εἰσέλθῃ ἀπιστία, ἀφοβία, ἀγνωσία, ἀφροσύνη καὶ ἀναίδεια· ὅτι μερὶς ἀλώπεκος ἔσται· μακαρία δὲ ψυχὴ ἐν ᾗ φόβος Θεοῦ ἐνοικεῖ ἐν αὐτῇ. ᾯ οὐκ ἀρέσκει δουλεύειν δεσπότι ἑνί, δουλεύσει πολλοῖς· καὶ ὁ μὴ ἀνεχόμενος ὑποταγῆναι ἡγουμένῳ ἑνί, ὑποταγήσεται πολλοῖς εἰς διαφόρους τόπους· καὶ ὁ μὴ ἐμμένων ἐν ἐργοχείρῳ ἑνί, συντριβήσεται ἐν ἀδιαφόροις ἔργοις.
Ὁ καλλωπίζων ἱμάτια ἑαυτοῦ, βλάπτει ψυχὴν ἑαυτοῦ· ἱμάτια γὰρ πολυτελῆ μωμεῖ ψυχὴν μοναχοῦ· ἱμάτια δὲ εὐτελῆ ὠφελεῖ τὸν μοναχόν. Μῶμος πονηρὸς μοναχῷ ὑπερηφανία, θρασύτης, ἀναισθησία, ἀναίδεια, ἀδιακρισία, ὀξυχολία, ἀφροσύνη. Μῶμος μοναχῷ ὀφθαλμὸς μετέωρος· ὀφθαλμὸς γὰρ μετέωρος συνάγει ὀδύνας πολλὰς τῷ ἐξακολουθοῦντι αὐτῷ. Ἐὰν μὴ ἐγκρατεύσῃ τοῦ μὴ ῥέμβεσθαι τοῖς ὀφθαλμοῖς, οὐ μὴ ὀρθοτομήσῃς τοὺς αὔλακας τῆς σωφροσύνης.
Μῶμος ἀνδρὶ μεθύσκεσθαι ἐν οἴνῳ. Πολλοὺς ἰδὼν οὐχ ὡμοίωσα αὐτῷ. Μοναχὸς ὁ καυχώμενος ἐν τῇ ἰδίᾳ ἰσχύϊ πρῶτος ἄφρων. Αἰσχύνη καὶ ὄνειδος μοναχῷ καυχᾶσθαι ἐν τῇ ἰδίᾳ δυνάμει. Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Ἄφρων ἐν γέλωτι ὑψοῖ τὴν φωνὴν αὐτοῦ· ἀφρονέστατος δὲ ὁ ἐμπεριπατῶν καὶ σείων ἐμπαθῶς τοὺς ὤμους αὐτοῦ, ἅμα δὲ καὶ τοὺς βραχίονας. Σημεῖον ἀπαιδευσίας ἐπὶ μοναχῷ ἀναλαβεῖν τὸ ἀριστερὸν μέρος τοῦ καμισίου αὐτοῦ ἐμπαθῶς· ὁ δὲ πεπαιδευμένος ἐν παντὶ εὐλαβηθήσεται. Ἀναιρετικὸν πάθος ἀνδρὶ ἐθίζειν ὅρκους ἐν στόματι αὐτοῦ. Μὴ ἐθίσῃς ὅρκους ἐν τῷ στόματί σου, ἵνα μὴ πληθυνθῶσιν αἱ ἄγνοιαί σου, καὶ ἀντὶ δικαιοσύνης ἁμαρτίας σωρεύσῃς ἑαυτῷ. Δόξα μοναχῷ φοβεῖσθαι τὸν Κύριον καὶ τηρεῖν τὰς ἐντολὰς αὐτοῦ. Δόξα μοναχῷ ταπεινοῦν ἑαυτὸν μικροῖς τε καὶ μεγάλοις. Δόξα μοναχῷ διάκρισις καὶ ταπεινοφροσύνη. Δόξα μοναχῷ ἀμνησικακία καὶ ὑπομονὴ καὶ νῆψις εἰς πᾶν ἔργον ἀγαθόν. Μὴ ἐξουθένει γέροντα, ἐὰν βουληθῇ ἐλθεῖν εἰς τὸν κόπον τοῦ μοναδικοῦ βίου· καὶ γὰρ ὁ Κύριος τοὺς περὶ τὴν ἑνδεκάτην οὐκ ἀπεβάλετο· οὐ γὰρ οἶδας μήποτε σκεῦος ἐκλογῆς ἐστιν οὗτος. Ἐὰν ἀγαπήσῃς ὑπερηφανίαν, ἔσῃ μερὶς δαιμόνων· ἐὰν ἀγαπήσῃς ταπεινοφροσύνην, ἔσῃ μερὶς τοῦ Δεσπότου Χριστοῦ. Ἐὰν ἀγαπήσῃς τὴν φιλαργυρίαν, κενὸς πορεύσῃ ἐντεῦθεν· ἐὰν ἀγαπήσῃς τὴν ἀκτημοσύνην, τοῦ οὐρανίου πλούτου οὐ στερηθήσῃ.
Ἐὰν κρύψῃς ἐν τῇ καρδίᾳ σου πάθος μνησικακίας, ἔσῃ οἰκητήριον θυμοῦ καὶ ἀγνωσίας, ἅμα δὲ καὶ τῆς λύπης, καὶ ἡ ὅρασις τοῦ προσώπου ἀλλοιωθήσεται ἐπὶ σέ. Ὁδοὶ γάρ, φησί, μνησικάκων εἰς θάνατον. Ὑψηλόφρων ἀνὴρ πολλὰ λυπηθήσεται· ὁ δὲ ταπεινόφρων εὐφρανθήσεται ἐν Κυρίῳ διαπαντός.
Ἡ ὑψηλοφροσύνη ἐν παντὶ καιρῷ τιμὴν ἐπιζητεῖ, ἡ δὲ ταπεινοφροσύνη οὔτε ἐπὶ δόξῃ ἐπαίρεται, οὔτε ἐπὶ ἀδοξίᾳ ἀδημονεῖ· τὸν γὰρ μισθὸν παρὰ Κυρίου ἀπεκδέχεται. Ὁ κρύπτων μνησικακίαν ἐν καρδίᾳ αὐτοῦ ὅμοιός ἐστι τῷ τρέφοντι ὄφιν ἐν κόλπῳ αὐτοῦ. Μὴ δῷς λύπην σῇ καρδίᾳ· ἡ γὰρ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται, ἡ δὲ κατὰ Θεὸν λύπη ζωῆς αἰωνίου πρόξενός σοι γενήσεται.
Ζήτησον τὸν Κύριον, ἀγαπητέ, ἐν ὅλῃ τῇ δυνάμει σου, ἵνα σου σωθῇ ἡ ψυχή, καὶ κακία μὴ αὐλιζέτω ἐν τῇ καρδίᾳ σου. Ὥσπερ γὰρ καταρράκτης ἀποστρέφει ὁρμὴν ὑδάτων, οὕτω κακία ἀποστρέφει γνῶσιν ἀπὸ καρδίας. Ἐὰν διώξῃς τὸ δίκαιον, καταλήψῃ καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήριον δόξης. Μοναχὸς ἐμπλεκόμενος ταῖς τοῦ βίου πραγματείαις, πολλὰ ζημιωθήσεται· ὁ δὲ ὑπομένων τοῖς ἀσκητικοῖς πόνοις οὐ ζημιωθήσεται. Ὁ μεταστρέψας τὸν ἑαυτοῦ λογισμὸν εἰς τὰ κοσμικὰ μετὰ τὴν ἀποταγὴν καὶ ἀναχώρησιν τοῦ βίου, τῷ ἀνακείροντι ἑαυτὸν οὐδὲν διαφέρει.
Ὁ δοκῶν ἐμπαίζειν ἐν ἀμφοτέροις ἑαυτὸν ἀπατᾷ· γέγραπται γάρ· Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ τις, τοῦτο καὶ θερίσει. Μοναχέ, μὴ περιβλέπου ἐν ῥύμαις πόλεως, μηδὲ ἀποπλανῶ ἐν ταῖς πλατείαις αὐτῆς, μήποτε συναντήσῃ σοι συνάντημα καὶ ὀλισθήσῃ ἡ ψυχή σου εἰς ἀπώλειαν. Τὸ ἔπαρμα ἐκτυφλοῖ ὀφθαλμοὺς διανοίας, ἡ δὲ ταπείνωσις ἐν ἀγάπῃ φωτιεῖ αὐτούς· διδάξει γὰρ πραεῖς ὁδοὺς αὐτοῦ.
Ἀδελφέ, ἐπὶ ἰλυῷ πηλοῦ μὴ ἐπιβήσῃ, καὶ ἀπὸ ἀνδρῶν ἐν ἀφοβίᾳ περιπατούντων μάκρυνον σεαυτόν. Δεινὸν ἀνδρὶ πεποιθέναι ἐφ᾽ ἑαυτῷ· ὁ δὲ ἐλπίζων ἐπὶ Κύριον σωθήσεται. Ὁ καλλωπίζων ἱμάτια ἑαυτοῦ ὑπερήφανος ἔσται, μοναχὸς δὲ ὑπερήφανος ἀετὸς ἀπτέρυγος. Μοναχὸς ταπεινόφρων κοῦφος δρομεύς, καὶ ὥσπερ εὔστοχος τοξότης. Ὥσπερ γὰρ λεπτύνει καὶ δαμάζει ὁ σίδηρος πάντα, οὕτω καὶ ἡ κατὰ Θεὸν ταπείνωσις τὰς μηχανὰς τοῦ Ἐχθροῦ. Ὃν τρόπον γὰρ βήναυλον βηνάτορι καὶ ὅπλον στρατιώτῃ, οὕτω τῷ μοναχῷ ἡ ταπείνωσις.
Ἀδελφέ, σπεῦσον βαδίζειν ἑκουσίως ἐν τῇ στενῇ ὁδῷ καὶ τεθλιμμένῃ, πρὶν βαδίσῃς ἀκουσίως ταύτην τὴν στενοτέραν. Καύχημα ἀνδρὶ κοσμικῷ ἐν τῷ προϊέναι, τῷ δὲ μοναχῷ ἐν τῷ μὴ ὑπερβαίνειν τὴν φλιὰν τοῦ κελλίου ἑαυτοῦ ἐν τῷ λογισμῷ. Ἄκουε, ἀγαπητέ· ἀθλητὴς ἀγωνιζόμενος τὸ στόμα αὐτοῦ σφίγγει, καὶ σὺ σφίγγε τὸ στόμα ἀπὸ τῶν περισσῶν, καὶ ἕξεις ἀνάπαυσιν. Ὡς μέγας, φησίν, ὁ εὑρὼν σοφίαν, ἀλλ᾽ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν Κύριον. Ὡς μέγας ὁ ἐναρξάμενος, ἀλλ᾽ οὐχ ὡς ὁ ὑπομείνας. Ὡς μέγας ὁ πρῶτος, ἀλλ᾽ οὐχ ὡς ὁ τελέσας.
Μὴ ἀγάπα σαρκικὴν ἀνάπαυσιν, ἵνα μὴ εὕρῃς ἐν αὐτῇ ζημίαν πνευματικήν. Μὴ περιεργάζου τὰ μὴ σά, ἵνα μὴ τὰ σὰ ἀπολέσῃς. Εἰς ἄμετρον ἐργασίαν μὴ δίωκε σεαυτόν, πάντα γὰρ ἐν μέτρῳ καὶ κατὰ τάξιν ποιεῖν καλὸν καὶ ὠφέλιμον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.