Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὰς παροιμίας
Πνευματική εγρήγορση, σιωπή και εσωτερική εργασία
Η σημασία της σιωπής, της εγκράτειας, της προσοχής κατά την προσευχή και της προστασίας του νου από την κατάκριση και την υπερηφάνεια.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πνευματική εγρήγορση, σιωπή και εσωτερική εργασία
Η σημασία της σιωπής, της εγκράτειας, της προσοχής κατά την προσευχή και της προστασίας του νου από την κατάκριση και την υπερηφάνεια.
Ὁ μὴ κεκτημένος φόβον Θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ, κἂν φάγῃ μέλι καὶ γάλα καθ᾽ ἑκάστην ἡμέραν, ἡσυχάσαι οὐ δύναται· ἀνὴρ δὲ πιστὸς γενναίως ὑποφέρει. Ἔμμενε ἐν τῷ χρηστῷ ζυγῷ τοῦ Κυρίου, ἵνα φεύξῃ τὸν ἄχρηστον καὶ βαρὺν τοῦ κόσμου τούτου ζυγόν. Εἰς κελλίον ἀδελφοῦ σου μὴ πύκναζε. Ἐάν ἐστί σοι βιβλίον χρήσιμον, καὶ ἀκούσας ἀδελφὸς βουληθῇ χρήσασθαι τούτῳ, ἀφθόνως πάρεχε.
Σὺ δέ, ἀγαπητέ, χρῆσαι ἐπιμελῶς τῷ πράγματι, καὶ ἀπόδος τῷ κυρίῳ αὐτοῦ ἐν εἰρήνῃ. Ἐὰν σχῇς βιβλίον τοῦ κοινοβίου ἐν τῷ κελλίῳ σου, μὴ περίρριπτε αὐτὸ καταφρονῶν, ἀλλὰ φύλαξον περιπτύσσων ἐπιμελῶς, ὡς τοῦ Θεοῦ ὄν.
Θρασὺς μοναχὸς καταισχύνει ἡγούμενον καὶ ἀδελφούς, ὁ δὲ σοφὸς εὐλαβηθήσεται. Ἐγκράτεια τήκει τὴν σάρκα, ἡ δὲ πολυφαγία παχύνει καὶ τὴν διάνοιαν. Οὐκ ἐν τῷ ἀθλίπτως ἐκτελεῖν τὴν σύναξιν τοῦ ἔργου δίδωσι τῷ μοναχῷ ὑπομονὴν ἐν τῷ κελλίῳ, ἀλλ᾽ ὁ τοῦ Θεοῦ φόβος καὶ ἡ τοῦ θανάτου μνεία καὶ τῶν κολάσεων.
Κρεῖσσον στοιχεῖν τῷ ἔργῳ καὶ τῇ προσευχῇ καὶ τῇ μελέτῃ τῶν θείων Γραφῶν, ἢ καταλύειν ἀπὸ ὥρας καὶ σχολάζειν τῇ ἀργολογίᾳ, ὅθεν τίκτεται ἡ καταλαλιά. Μὴ ἐκπείραζε σὸν ἀδελφὸν συμπεριφερόμενος γελοίοις, μήποτε παραδοθῇς εἰς ἀνάγκας· γέγραπται γάρ, ὁ ἐρεθίζων λόγοις οὐ σωθήσεται. Ὅστις τῇ ἑαυτοῦ κακοφροσύνῃ ποιεῖ ἑαυτὸν μισητόν, ὑπὸ τίνος ἀγαπηθήσεται; Καὶ ὁ ἀγαπῶν τοὺς ἀγαπῶντας αὐτόν, ποῖον μισθὸν ἔχει, τοῦ Κυρίου εἰπόντος· οὐχὶ καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν; Ἀνὴρ θερμὸς ταράξει ψυχὰς ἀδελφῶν, ὁ δὲ μακροθυμῶν ἐν ἀγάπῃ φοβεῖται τὸν Κύριον. Νέῳ πονικῷ μὴ κατεπιβάρει, καὶ γέροντι ἀσυνέτῳ μὴ συναπάγου· συνετοὶ δὲ γέροντες μετὰ Θεὸν στήριγμα ἀδελφῶν.
Μέγα κατόρθωμα ἐγκράτεια ὀφθαλμῶν, γαστρός τε καὶ γλώσσης, περισσεύουσα δὲ ἐν ἐλέει ὡς λαμπὰς ἐκλάμψει. Ὥσπερ ὁ ἀποθησαυρίζων ἑαυτῷ ἀγαθά, οὕτως ἀνὴρ ἐγκωμιάζων τὸν πλησίον ἐν τῇ ἀπουσίᾳ αὐτοῦ. Φοβοῦ τὸν Κύριον καὶ κληρονομήσεις ἀγαθά· ἐν ὁδοῖς δὲ ἁμαρτωλῶν μὴ ἐπέλθῃς, τρίβους δὲ δικαίων ἴχνευε. Ἐὰν ἀγαπήσῃς ὁδοὺς δικαιοσύνης, εὑρήσεις τὴν αἰώνιον ζωήν. Ἐὰν ἀγαπήσῃς τὴν ἡσυχίαν, διανύσεις τὸν πλοῦν σου ἐν γαληνότητι.
Ἐὰν ἀγαπήσῃς τὴν σιωπήν, ἀγαπηθήσῃ ὑπὸ πλειόνων. Ἐὰν ἀποστρέψῃς τοὺς ὀφθαλμούς σου τοῦ μὴ ἰδεῖν ματαιότητα, εὑρήσεις λογισμοὺς καθαρούς. Ἐὰν ἀγαπήσῃς τὴν ἐγκράτειαν, χαλινώσεις τὸν δαίμονα τῆς πορνείας· ἐὰν ἀγαπήσῃς τὴν πτωχείαν, φυγαδεύσεις τὸν δαίμονα τῆς φιλαργυρίας. Ὁ ἀποθησαυρίζων χρυσίον ἐν κελλίῳ αὐτοῦ θησαυρίζει ἑαυτῷ πάθη ὑψηλοφροσύνης καὶ ἀνυποταγῆς· ὁ δὲ θησαυρίζων ἑαυτῷ εὐχὰς καὶ ἐλεημοσύνας πλουτεῖ εἰς Θεόν. Ἄλλοι θησαυρίζουσιν ἑαυτοῖς χρήματα, σὺ δέ, μοναχέ, θησαύρισον σεαυτῷ εὐχὰς καὶ ἐλεημοσύνας. Ἄλλοι εὐφραίνονται ἐπὶ αὐλῶν καὶ μουσικῶν, σὺ δὲ εὐφραίνου, μοναχέ, ἐν τῇ ψαλμῳδίᾳ καὶ δοξολογίᾳ τοῦ Κυρίου. Ἄλλοι εὐφραίνονται ἐπὶ σπατάλῃ καὶ μέθῃ, σὺ δὲ εὐφραίνου, μοναχέ, ἐν τῇ ἐγκρατείᾳ καὶ ἁγιότητι. Ἄλλοι εὐφραίνονται ἐπὶ ἡδονῶν, σὺ δὲ εὐφραίνου, μοναχέ, ἐπὶ τῷ Θεῷ τῷ ἑτοιμάσαντί σοι καὶ τοῖς ἀγαπῶσιν αὐτὸν τὸν τῆς δόξης στέφανον. Ἀνὴρ φιλόχριστος πύργος ἐστὶν ἀκαταμάχητος· τέλειος δὲ ἐν ἀγάπῃ τεῖχός ἐστιν ἄρρηκτον. Ἐὰν βούλῃ περιπατῶν μελετᾶν, σιωπῶν μελέτα, καὶ φεύξῃ κενοδοξίαν. Διορθοῦσθαι τὸν σφαλέντα καλόν, καὶ οὐχὶ γελοιάζειν. Ἀπαρκτίας ἄνεμος ταράσσει θάλασσαν, καὶ ὀξυχολία φρένα ἀνδρός· ἡ δὲ μακροθυμία ἀπελαύνει θυμόν· θυμοῦ δὲ μὴ ὑπάρχοντος, πέπαυται ὀργή.
Ἀγαπητέ, ἐὰν μὴ βούλῃ οἰκοδομεῖν, τὰ ᾠκοδομημένα μὴ κατάστρεφε· ἐὰν μὴ βούλῃ φυτεύειν, τὰ πεφυτευμένα μὴ ἀνάσπα. Ἀδελφέ, ἐὰν μὴ βούλῃ ἡσυχάζειν, τοὺς ἡσυχάζοντας μὴ διάστρεφε. Ἀδελφέ, ἐὰν μὴ βούλῃ ὕμνους ἀναπέμπειν τῷ Κυρίῳ, τοὺς ᾄδοντας μὴ κατάργει. Πλούσιος ἐλάλησε καὶ πάντες ἐσίγησαν· καὶ τὸν λόγον αὐτοῦ ὕψωσαν ἕως τῶν νεφελῶν· καὶ ὁ Θεὸς λαλεῖ ἡμῖν διὰ τῶν ἁγίων Γραφῶν, καὶ οὐ θέλομεν σιγᾶν καὶ ἀκούειν, ἀλλὰ ὃς μὲν λαλεῖ, ὃς δὲ νυστάζει, ὁ δὲ ἕτερος ἔξω ῥέμβεται τοῖς λογισμοῖς. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ὁ ἀποστρέφων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακούειν νόμους Ὑψίστου, καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται. Ἀμελὴς μοναχὸς ἐν προσευχῇ σπουδάζει ἀκούειν, ἀμήν, ὁ δὲ νηφαλέως προσευχόμενος οὐ ταράττεται. Πόρρω δὲ ἡμῶν γένοιτο τὸ εἰρημένον διὰ τοῦ Προφήτου· ἐγγὺς εἶ τῶν χειλέων αὐτῶν, καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν. Μὴ σκανδάλιζε ἀδελφόν, μηδὲ συνέλθῃς αὐτῷ εἰς ἁμαρτίαν, ἵνα μὴ ὀργισθῇ σοι ὁ Κύριος καὶ παραδώσῃ σε εἰς χεῖρας κακῶν. Μακάριος ἀνὴρ ὁ μὴ σκανδαλίσας τῷ πλησίον ἐν μηδενὶ πράγματι, ὅτι ὁ μισθὸς αὐτοῦ πολὺς ἐν τοῖς οὐρανοῖς, ὁ δὲ σκανδαλιζόμενος ἀδιακρίτως σκανδαλίσει πολλούς. Ἐὰν μὴ πρότερον θῇ ὁ ἄνθρωπος τὰς ἁμαρτίας ἑαυτοῦ πρὸ ὀφθαλμῶν αὐτοῦ, ἐν παντὶ τόπῳ ἡσυχάσαι οὐ δύναται. Μακάριος ὁ ἐναρξάμενος βίου καλοῦ καὶ ἐκτελέσας εὐαρέστως τῷ Κυρίῳ.
Γέγραπται· ὁ τιμῶν πατέρα εὐφρανθήσεται ἐπὶ τέκνοις, καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται. Ὁ δοξάζων τὸν πατέρα μακροημερεύσει, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὑρήσει χάριν. Ἐν λόγῳ καὶ ἔργῳ τίμα τὸν πατέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ᾽ αὐτοῦ. Μὴ δοξάζου ἐν ἀτιμίᾳ τοῦ πατρός σου· οὐ γὰρ ἐστί σοι δόξα πρὸς ἀτιμίαν· ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ.
Μοναχέ, ἀντὶ τῶν κατὰ σάρκα γονέων ἔχεις τοὺς κατὰ πνεῦμα γεννήσαντάς σε ἐν Κυρίῳ, τοὺς ὁδηγοῦντάς σε πρὸς τὴν αἰώνιον ζωήν. Ἄκουε τοῦ λέγοντος· τέκνον, ἐν πραΰτητι τὰ ἔργα σου διέξαγε, καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ· ὅσον μέγας εἶ, τοσοῦτον ταπείνου σεαυτόν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν· ὅτι μεγάλη ἡ δυναστεία τοῦ Κυρίου, καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται. Ἐπαγωγῇ δὲ ὑπερηφανίας οὐκ ἔστιν ἴασις, φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ. Τρία εἴδη πληθύνουσι ματαιότητα, καὶ τὸ τέταρτον οὐκ ἀγαθόν· ἀνυποταγὴ νεωτέρων, καὶ πρεσβῦται φθονοῦντες ἐπὶ προκοπῇ νεωτέρων, καὶ εὐλαβὴς ἐὰν ἐκκλίνῃ εἰς ἄδικα, καὶ ἡγούμενος ἐὰν ἐκθλίψῃ ψυχὰς ἀδελφῶν ἐν ἀγνωσίᾳ. Τέσσαρα εἴδη πληθύνουσι δόξας, καὶ τὸ τέταρτον ἀγαθὸν ἔναντι Κυρίου καὶ ἀνθρώπων· ὁμόνοια ἀδελφῶν ἐν πραΰτητι καὶ δικαιοσύνῃ, καὶ ἀδελφὸς ἀδελφὸν νουθετῶν εἰς τὸν φόβον τοῦ Κυρίου, καὶ νεώτεροι ὑποτασσόμενοι πρεσβυτέροις ὡς δεσπόταις ἰδίοις, καὶ ἡγούμενος ἀγαπῶν ἀδελφοὺς ἑαυτοῦ ὡς ἑαυτόν, καὶ ἐπιμελούμενος τῆς σωτηρίας τῶν ψυχῶν αὐτῶν ἐν ἀληθείᾳ. Δεινὸν ἀνδρὶ ἡ ὑπερηφανία παντοίῳ τρόπῳ. Μὴ ἀγάπα τὴν ὑπερηφανίαν, ἀγαπητέ, ὅτι οὐκ ἔστιν ἐν αὐτῇ ὠφέλημα. Πᾶν πάθος ἐπιμελούμενον τῆς ἰάσεως τυγχάνει, τὸ δὲ πάθος τῆς ὑπερηφανίας δυσθεράπευτον κακὸν ὑπάρχει· ἀπωθεῖται γὰρ τὸ φάρμακον τῆς ἰάσεως, ἑαυτῷ δὲ ἀναπλάττει φάρμακον θανατηφόρον.
Μὴ εὑρεθείη ἐν τοῖς δούλοις τοῦ Χριστοῦ.
Λόγος πιστὸς καὶ εὔτακτος, καύχημα μοναχῷ· ὁ δὲ ἀγαπῶν εὐτράπελα, ἄφρων. Ἑορτὴ μοναχῷ τήρησις ἐντολῶν Χριστοῦ, ἡ δὲ παράκλησις αὐτοῦ μὴ ποιεῖν τὸ πονηρόν. Εὐφροσύνη μοναχῷ ἐκδημία πρὸς Κύριον, καὶ τὸ καύχημα αὐτοῦ φόβος Κυρίου. Μετέχειν τῆς τοῦ κόσμου φιλοσοφίας οὐκ ἠδυνήθην, αἰτοῦμαι δὲ παρὰ Κυρίου χάριν μετὰ ἀφέσεως ἁμαρτιῶν, ὑπὲρ σμάραγδον καὶ ὑάκινθον, καὶ ὑπὲρ πίθους μεστοὺς χρυσίου, καὶ τῆς τοῦ κόσμου τούτου πολυμαθίας. Ἐξομολογοῦμαί σοι, Δέσποτα Πάτερ, ὅτι τοῦ αἰτήματός μου οὐκ ἐστέρησάς με, καὶ οὐχ ὑπερεῖδες τὴν δέησίν μου τοῦ ἀχρείου δούλου σου. Σὺ γὰρ εἶ ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἡ βοήθεια τῶν ἀβοηθήτων. Εἴη τὸ ὄνομα τῆς μεγαλωσύνης σου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἀμήν.
Αἴτησαι, μοναχέ, παρὰ Κυρίου τὰ πρέποντα τῷ ἐπαγγέλματί σου, καὶ δώσει σοι μυριοπλάσιον. Δίχα ὕδατος οὐκ οἰκοδομηθήσεται πύργος, καὶ ἄτερ γνώσεως οὐ κατορθοῦται ἀρετή. Εἶδον νέον παρακαλοῦντα γέροντα ἐν γνώσει, καὶ ἐν τούτῳ δῶμεν δόξαν τῷ Θεῷ. Μοναχέ, ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου. Ἐὰν γάρ, φησίν, ἐπιχορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἀγαθωσύνης, ποιήσεις ἐπίχαρμα τῷ ἐχθρῷ σου. Ὁ διατρέφων σάρκας σώματος αὐτοῦ, διατρέφει ἐπιθυμίας κακάς, καὶ λογισμοὶ αἰσχροὶ οὐκ ἐκλείψουσιν ἀπ᾽ αὐτοῦ. Ὑποπίαζε, μοναχέ, τὴν σεαυτοῦ σάρκα καὶ δουλαγώγει, ἵνα μὴ ἀδόκιμος γένῃ. Ἔργασαι ἐν τῇ σαρκί σου τὸ καλόν, καὶ καρποφορήσεις Θεῷ.
Μοναχέ, ἀδελφοῖς συναναστρέφῃ, βούλει ἀναπαύσεως τυχεῖν; Στοίχει τῇ κοινῇ τραπέζῃ τῶν ἀδελφῶν, καὶ ἔσται ἴασις τῇ σαρκί σου καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις, καὶ ἡ ψυχή σου οὐ μὴ ζημιωθῇ· ἐὰν δὲ εἰς τὰς φιάλας καὶ εἰς τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ἔσχατον ὀδυνηθήσῃ ὡς ὑπὸ ὄφεως πεπληγώς. Ἐὰν ἴδῃς ἄνδρα εὐλαβῆ βρώματα ἐν χερσὶ κατέχοντα, μὴ αὐτὸν κρῖνε τῇ διανοίᾳ σου, οὐ γὰρ οἶδας τίνι ταῦτα παρατίθησιν. Ἐπιμελοῦ, μοναχέ, τῆς ἔνδον ἐργασίας, καὶ μὴ καλλώπιζε τείχη ἀνωφελῆ· εὐμορφία γὰρ κελλίου ὑπομονὴν μοναχῷ οὐ δίδωσι. Τὰ πρὸς τὴν χρείαν ζητήσωμεν· τὰ γὰρ περισσὰ καὶ περισπασμὸν ἡμῖν διδόντα οὐκ ὠφέλιμα. Ὀκνηρὸς μοναχὸς προφασίζεται καὶ λέγει· σήμερον ὦδε οἰκῶ, καὶ αὔριον μεταβαίνω· καὶ ἵνα τί μοι κοπιάσαι. Θές, μοναχέ, ὥσπερ σφῦραν καὶ ἄκμονα ἐν τῷ νοΐ σου, καὶ πρόσφερε λογισμοὺς σῆς καρδίας, καὶ τοὺς ἀδοκίμους ἀποποιοῦ. Ὁ ἐπιχαίρων ἐπὶ πτώματι εὐσεβοῦς, οὗτος δισσῶς πεσεῖται· ὁ δὲ ἐπιστρέφων ἄνθρωπον ἐκ πλάνης ὁδοῦ αὐτοῦ σωθήσεται. Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός, ἡδέως ἐγκαλοῦμεν· ἐὰν δὲ ἡμεῖς ἁμαρτάνωμεν, τὸν ἔλεγχον οὐκ ἡδέως ἀποδεχόμεθα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.