Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὰς παροιμίας

Ἐφραίμ ὁ Σύρος

Νήψη, θεραπεία των παθών και φύλαξη των αισθήσεων

Πρακτικές συμβουλές για την απόκρουση των πονηρών λογισμών, την αντιμετώπιση του φθόνου, τη διαφύλαξη της αγνείας και την προστασία των αισθήσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 9

Ἀδελφέ, μὴ μάχου ὑπὲρ τοῦ Διαβόλου, ἀλλὰ μᾶλλον κατ᾽ αὐτοῦ. Ἐπιλαβοῦ, ἀδελφέ, παιδείας ἐκ νεότητός σου, καὶ ἕως πολιῶν εὑρήσεις χάριν καὶ φρόνησιν. Μοναχὸς ἀνετοίμως ἔχων ὑπομεῖναι γενναίως τὰ συμβαίνοντα ἐκ μέρους λυπηθήσεται. Οἰκεία προδοσία τυγχάνει ἀμέλεια, ἀμέλεια δὲ δεινὴ αἰχμαλωσία· ἡ δὲ νῆψις καὶ τοὺς αἰχμαλωτεύοντας αἰχμαλωτεύει. Ἐν ἀργίᾳ χειρῶν στάξει οἰκία· καὶ ὅτε οὐ βούλεται ὁ ἐν αὐτῇ μένων φεύξεται ἀπ᾽ αὐτῆς. Ὀκνηρὸς μοναχὸς οὐδὲ τὸ παραθύριον τῆς κέλλης αὐτοῦ κλείσει, ἄχρι συντριβῇ ῥιπιζόμενον ὑπὸ ἀνέμου· ὁ δὲ νηφάλεος ἀκατάγνωστος ἔσται. Ὁ χαλιναγωγῶν ὀφθαλμοὺς ἑαυτοῦ κουφότερος ἔσται· ὁ δὲ ῥεμβαζόμενος ἐπιθήσει ἑαυτῷ βάρος· ῥεμβασμὸς γάρ, φησίν, ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Ἐὰν κατὰ συναρπαγὴν ἀπολύσῃς τοὺς ὀφθαλμοὺς εἰς ματαιότητα, ταχέως ἀπόκοψον, μήποτε ἐμπέσῃς εἰς τὴν αἰσχρὰν μῖξιν. Ἐν τῷ πυροῦσθαι τὴν σάρκα μὴ ἐφάπτου τοῖς μορίοις, ἵνα μὴ σφοδροτέραν ἐκκαύσῃς τὴν πύρωσιν. Μακάριος ὁ νικήσας πᾶσαν ἐπιθυμίαν σαρκικήν.

Κακὸν τὸ συναυξάνεσθαι τῇ ψυχῇ λογισμὸν πονηρόν, ὃν τρόπον ἄγρωστις ἐν πρασίᾳ λαχάνων. Μὴ δύναται νῆσος κειμένη εἰς μέσον θαλάσσης ἀποκόπτειν τὰ κύματα τοῦ μὴ προσκρούειν αὐτῇ; Πλὴν ὅτι ἡ νῆσος ἀντιδέρει τοῖς κύμασιν. οὕτω καὶ ἡμεῖς ἀποκόψαι τοὺς λογισμοὺς οὐ δυνάμεθα, ἀντιδέρειν δὲ τοῖς λογισμοῖς δυνάμεθα. Ἀλλ᾽ ἴσως ἐρεῖ τις· καὶ πῶς ποτε μὲν ἡττᾶται ἡ ψυχὴ διὰ τῶν λογισμῶν; Ὅτι οὐκ ἀντιδέρει ἡ ψυχὴ τοῖς λογισμοῖς, ἀλλὰ ἀφίησιν αὐτοὺς ἔνδον εἰσιέναι, καὶ νομὴν λοιπὸν εὑρόντες, κατὰ βραχὺ καταλύουσι τὴν ψυχήν.

Τέσσαρα πάθη εἰσίν, ἃ δυσκόλως δέχεται θεραπείαν· ἅτινά ἐστι, φιλαυτία, φιλαργυρία, κενοδοξία καὶ ἡ φιλαρχία· οὐ λέγει γὰρ ἀρκεῖ· ἀλλ᾽ οὐδὲν τούτων ἀδυνατεῖ τῷ Θεῷ ἰάσασθαι. Πρὸ τοῦ ῥιζῶσαι τὸ πάθος ἐν σοί, ἔκτιλον αὐτό· καὶ πρὸ τοῦ βάλλειν τὰς παραφυάδας αὐτοῦ, ἐκ τῶν κατωτάτων βόθρων τὴν ῥίζαν αὐτοῦ ἀνάσπα· ἐὰν γὰρ ἐάσῃς αὐτὸ ῥιζῶσαι ἐν σοί, κατάρξει σου. Ὁ προσευχόμενος νηφόντως καίει τοὺς δαίμονας, ὁ δὲ μετεωριζόμενος ἐμπαιχθήσεται ὑπ᾽ αὐτῶν. Ὁ συναπαγόμενος ταῖς ἐπιθυμίαις αὐτοῦ καὶ ἡδοναῖς λογισμῶν εὐάλωτος ἔσται, ὁ δὲ ἐγκρατευόμενος σωθήσεται. Ἡ ἀπιστία τίκτει διψυχίαν, ἡ δὲ διψυχία τὴν ἀμέλειαν· ἡ δὲ ἀμέλεια τὴν λήθην· λήθη δὲ τὴν ἀπόγνωσιν· ἀπόγνωσις δὲ τὸν θάνατον. Πόθεν κατάρχουσιν ἐν ἡμῖν τὰ πάθη; Οὐχὶ διὰ τῆς ἀμελείας ἡμῶν; Μὴ δουλοῦ ὑπὸ τῶν μελῶν σου, μηδὲ τυραννησάτωσάν σου τὰ σὰ μέλη. Ἐργάζου ἐν αὐτοῖς τὸ ἀγαθὸν καὶ μὴ τὸ πονηρόν, καὶ ἔσῃ κτῆμα τίμιον τῷ Δεσπότῃ σου.

Σημεῖον ψυχῆς ῥᾳθυμούσης τὸ μὴ ἡδέως ἀκούειν τῶν Γραφῶν· ψυχὴ δὲ νήφουσα δέχεται θείους λόγους, ὥσπερ γῆ διψῶσα ὑετόν. Στρωμνὴ καλὴ τρέφει ὕπνον, καὶ ἀφοβία Θεοῦ αὔξει αὐτόν. Πρόβατόν σοι ὑπάρχει, μὴ συναπόκλειε αὐτῷ λύκον· καὶ ἐν πράγματι ᾧ πολεμεῖ σε ὁ ἐχθρός, μὴ εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν δὲ καὶ εἰσάξῃς, μὴ χαυνώσῃς τῷ λογισμῷ, ἀλλὰ θοῦ τὸν φόβον τοῦ Θεοῦ πρὸ τῶν ὀφθαλμῶν σου, μήποτε καταγελάσωσί σου οἱ ἐχθροί σου. Οἰκία οἰκοδομηθεῖσα ἐπὶ τῇ ψάμμῳ οὐ σταθήσεται, καὶ ἄσκησις συγκαταμεμιγμένη τινί, οὐ διαμενεῖ· ὁ δὲ κατεργαζόμενος ἐν φόβῳ Θεοῦ τὸν μισθὸν οὐ ζημιωθήσεται. Μὴ παρείσαγε ξένην ὁμιλίαν ἐν καιρῷ προσευχῆς, καὶ οὐ μὴ σκοτισθῇ σου ἡ διάνοια ἀπὸ τῆς εὐχῆς.

Ἀδελφέ, ψάλλειν τῷ Θεῷ ἵστασαι, ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, κατὰ τὸν λέγοντα· ψαλῶ τῷ Θεῷ μου, ἕως ὑπάρχω· μήποτε ἀμελοῦντός σου, ἀλλότριοι λογισμοὶ ἐκταράξωσί σου τὴν διάνοιαν· ἀλλὰ ψάλλων τῷ πνεύματι ψάλλε καὶ τῷ νοΐ. Μέγα δῶρον δάκρυα ἐν προσευχῇ· τὸ δὲ συναπάγεσθαι τοῖς δαιμονιώδεσι λογισμοῖς ἴσον ἐστὶ θανάτῳ. Καρδίαν ἐκπεσοῦσαν ἐκ τῶν οὐρανίων φρονημάτων συνδήσουσι δαίμονες εἰς γήϊνα πράγματα· ὅταν δὲ καταφρονήσῃ τῶν φθειρομένων, καταλήψεται τὰ μὴ φθειρόμενα. Ἐπὶ θνησιμαίῳ συναχθήσονται γῦπες· καὶ ἐπὶ ψυχῇ ἀπεγνωκυίᾳ ἑαυτῇ ἐπισυναχθήσονται δαίμονες· ὅπου γὰρ τὸ πτῶμα, ἐκεῖ ἐπισυναχθήσονται γῦπες. Ἄνω σχῶμεν τὸν νοῦν, ἀγαπητέ· ἔτι γὰρ μικρὸν καὶ ἀπελευσόμεθα ἐνθεῦτεν· καὶ ἃ συνήγαγες, τίνι ἔσται; Ὥσπερ καπνὸς ἐκδιώκει μελίσσας, οὕτω κακία ἐκδιώκει γνῶσιν ἀπὸ καρδίας. Οὐδεὶς εὐφραίνεται ἐπὶ δικαιοσύνῃ, ἀλλ᾽ ἐπὶ τῇ πλεονεξίᾳ. Οὐδεὶς χαίρει ὅτι οὐκ ἠδίκησε τὸν πλησίον, ἀλλ᾽ ἐὰν ἀγοράσῃ πολλὰ ὀλίγου. Πρὸ προσώπου βροντῆς κατασπεύσει ἀστραπή, καὶ ἀπὸ προσώπου νεφέλης σκληρᾶς στέλλεται πᾶν ὄρνεον. Ἀπειλὴ συάγρου παραδώσει ἑαυτὸν εἰς σφαγήν, καὶ ὀργὴ ἀνδρὸς παρασκευάσει αὐτῷ πτῶμα. Λέων ζωγρεῖται διὰ τὴν ἑαυτοῦ κοιλίαν, καὶ γαστρίμαργος συντρίβεται δι᾽ ἡδονὴν γαστρός. Ἵππος σκληρόστομος παραδώσει εἰς χεῖρας κακῶν τὸν ἐπιβάτην αὐτοῦ, καὶ ἄνθρωπος σκληροτράχηλος ἐμπεσεῖται εἰς κακά.

Ἐν καιρῷ τῆς χιόνος ἰχνεύεται θήρ, καὶ ἐν καιρῷ πειρασμοῦ ἰχνεύει ὁ Σατανᾶς τὸν μοναχόν· δοκιμὴ δὲ μοναχοῦ ἐν πειρασμοῖς ἀποφαίνεται.

Ἀγωνίζου, ἀγαπητέ, τοῦ κτήσασθαι διάκρισιν, ἐν ᾗ τεθησαυρισμέναι εἰσὶν αἱ ἀρεταὶ τοῦ μοναδικοῦ βίου. Ἡ δὲ διερμηνεία τῆς διακρίσεως τί ἐστι; Τὸ ἀσκανδάλιστον διαφυλάξαι τὸν ἕτερον, καὶ ἀναλέγειν τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας. Βούλει μέγας εἶναι; Γενοῦ πάντων ἔσχατος. Βούλει κτήσασθαι ἀγαθὸν ὄνομα; Ἐν πραΰτητι τὰ ἔργα σου διέξαγε. Φοβοῦ δὲ τὸν Κύριον ἐν ἀληθείᾳ, ἵνα εὖ σοι γένηται ἐπ᾽ ἐσχάτων, ὅτι τοὺς φοβουμένους αὐτὸν δοξάζει.

Μοναχέ, μὴ ἐπάκουε τῷ φθόνῳ, μηδὲ ἐνέδρευε τῷ ἀδελφῷ σου καὶ ἐπίθου αὐτῷ ὄνομα ἐπονείδιστον, βουλόμενος διῶξαι αὐτὸν τοῦ τόπου αὐτοῦ μετ᾽ αἰσχύνης, ἵνα μὴ ὑποστῇς ἃ ἐβουλεύσω κατὰ τοῦ ἑτέρου· ὁ γὰρ ὀρύσσων βόθρον τῷ πλησίον, ἐμπεσεῖται ἐν αὐτῷ. Καὶ ἀκούσεις τὸ γεγραμμένον· πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί. Καὶ ἐν ἐκείνῳ πληρωθῇ τὸ εἰρημένον· ὅσοι θέλουσιν εὐσεβῶς ζῆν ἐν Χριστῷ, διωχθήσονται. Ἀδελφέ, μὴ προφασίζου λέγων, ὅτι βλάπτει τὴν συνοδίαν ὁ ἀδελφός· ἀλλὰ ἄλλον μὴ ποίει κακά, μηδὲ συγκοινώνει κακοποιῶν· ἐτάζει γὰρ καρδίας καὶ νεφροὺς ὁ Θεός.

Ἀδελφέ, ἐὰν ἐξέλθῃ ὁ ἀδελφός σου ἀπὸ τοῦ κοινοβίου, μὴ ἐπαίρου κατ᾽ αὐτοῦ τῇ διανοίᾳ, μηδὲ ἔστω ἠτιμωμένος ἐν ὀφθαλμοῖς σου· οὐ γὰρ οἶδας, τί τέξεται ἡ ἐπιοῦσα. Ἄκουε τοῦ λέγοντος· ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. Καὶ πάλιν· οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων δόκιμος, ἀλλ᾽ ὃν ὁ Κύριος συνίστησι. Πολλοὶ γὰρ δόξαντες κεκρατηκέναι καὶ ἄρχειν, καὶ οὗτοι τῶν ἐξωτέρων ἐξώτεροι γεγόνασιν· οἱ δὲ ἀπεγνωσμένοι ἔλαβον χάριν· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἐὰν ἴδῃς ἄνδρα ἀνήκοόν τε καὶ ἀκρατῆ, ὑπερήφανόν τε καὶ σοφὸν ἐν ἑαυτῷ, τούτου ἡ ῥίζα ἡμιθανὴς ὑπάρχει διὰ τὸ μὴ δέξασθαι αὐτὸν τὴν ὑπὸ τοῦ φόβου τοῦ Θεοῦ πιότητα γινομένην· ἐὰν δὲ ἴδῃς ἄνδρα ἥσυχον καὶ ταπεινόν, γίνωσκε ὅτι ἡ ῥίζα τούτου διαμένει, ὅτι ὑπὸ τῆς πιότητος τοῦ φόβου τοῦ Θεοῦ ἀρδεύεται. Ἀδελφοί, ἐὰν καὶ οἱ ἡγούμενοι ἡμῶν μὴ πάρεισιν ἐνταῦθα, ἀλλ᾽ ὁ ποιμὴν ὁ μέγας μεταξὺ ἡμῶν ὑπάρχει· ἀψευδὴς γὰρ ὁ εἰπών, ὅπου γάρ εἰσι συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.

Πρόσχωμεν οὖν ἑαυτοῖς, ἀγαπητοί. Ἀσχήμων μοναχὸς ἐπιβάλλει χεῖρας αὐτοῦ ἐπ᾽ ἄνθρωπον, ὁ δὲ ἐλεῶν ἐλεηθήσεται. Ἐργοδοτῶν ἀδελφόν, καλὸν ἔργον ἐπιτελεῖς, ἐάνπερ ἀποδιδῷς τὸν μισθὸν αὐτοῦ ἐν ἀγάπῃ Θεοῦ· εὐλάβεια γάρ ἐστι τὸ μὴ βλάψαι τὸν ἕτερον. Ὁ εὑρὼν τὴν ὁδὸν τῆς μακροθυμίας καὶ ἀνεξικακίας εὗρεν ὁδὸν ζωῆς. Ἀνὴρ μετέωρος ἐν ἡμέρᾳ εὐσήμῳ ἐργάζεται καὶ ἐν ἐργασίμῃ διακονεῖ. Στρουθίον στρουθία προσκαλεῖται εἰς εἱρκτήν, καὶ ἁμαρτωλὸς τὸν ὅμοιον αὐτοῦ εἰς βάθη κακῶν.

Παραιτοῦ, μοναχέ, εἶναι μετὰ τῶν ἀγαπώντων τὴν ἀργίαν, καὶ ἡσυχάσαι μὴ προαιρουμένων. Φεῦγε, μοναχέ, τοὺς ἀγαπῶντας τὰ συμπόσια καὶ λέγοντας· ποιῶ ἐγὼ σήμερον, σὺ δὲ ποιήσῃς τῇ ἐπιούσῃ· ἐὰν γὰρ τοῖς λόγοις τούτοις συγκαταθῇς, οὐ τελέσεις βίον ἐνάρετον. Ἀλλὰ μιμοῦ τοὺς ζέοντας τῷ πνεύματι, τοὺς περιπατοῦντας ἐν τῇ στενῇ ὁδῷ καὶ τεθλιμμένῃ, ἵνα καταλάβῃς τὴν ζωὴν τὴν αἰώνιον· ἡ γὰρ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς εἰς ἀπώλειαν ὁδηγεῖ τοὺς ἐν αὐτῇ περιπατοῦντας. Ὀλίγωρος μοναχὸς καὶ ἀκηδιαστής, λογισμοῦ τινος ἐπελθόντος, κλείσας τὴν θύραν τοῦ κελλίου αὐτοῦ, αὐτὸς περιφέρεται ὧδε κἀκεῖ, ὡς πλοῖον ἀπηδάλωτον· ὁ δὲ μεθ᾽ ὑπομονῆς καθεζόμενος οὐ συναπάγεται τοῖς ματαίοις λογισμοῖς.

Ὁ φθονῶν ἐπὶ προκοπῇ ἀδελφοῦ αὐτοῦ χωρίζει ἑαυτὸν τῆς αἰωνίου ζωῆς, ὁ δὲ συνεργὸς κοινωνὸς αὐτοῦ ἔσται. Εἰ γὰρ οἱ συντρέχοντες τοῖς τὰ φαῦλα πράσσουσι, τοὺς ἀμφοτέρους κολάζει ἡ δίκη, οὐ πολλῷ μᾶλλον ὁ Κύριος μισθὸν παρέχει τῷ συνεργοῦντι εἰς τὸ θέλημα αὐτοῦ; Γέγραπται· πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Πολλαὶ δὲ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, καὶ θάνατος ἁμαρτωλοῦ πονηρός. Οὐκ ἔστιν αὕτη ἀρετὴ ἀτιμάζεσθαι καὶ ἀναισθητεῖν, ἀλλὰ μᾶλλον συνιεῖν καὶ ἀπορρίπτειν δι᾽ εὐσέβειαν· ὀκνηρὸς γάρ, φησίν, ὀνειδιζόμενος οὐκ ἐντρέπεται. Κρεῖσσον διὰ μειδιασμοῦ ἀποκόπτειν τὸν θυμὸν ἢ θηριοῦσθαι ἀνημέρως· ἀνδρὶ δὲ σοφῷ ἡδὺς κλαυθμὸς ὑπὲρ γέλωτα. Τίς δώσει μοι ἐπὶ στόματος φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγίδα πανοῦργον, ἵνα μὴ πταίω δι᾽ αὐτῶν, καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με; Δέσποτα ζωῆς μου, μὴ ἐγκαταλίπῃς με ἐν βουλῇ αὐτῶν καὶ μὴ ἀφῇς με πεσεῖν ἐν αὐτοῖς.

Σὺ γὰρ εἶπας, Κύριε, ὅτι ἐκ τῶν λόγων σου δικαιωθήσῃ καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ· εἰ γὰρ ὁ Προφήτης εἴρηκεν, ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν, τί εἴπω ἐγὼ ὁ ἐν ἁμαρτίαις γεννηθείς; Καὶ νῦν, Δέσποτα, πᾶσα ἡ ἐλπίς μου εἰς τοὺς οἰκτιρμούς σου ἀποκρέμαται. Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.

Κύριε, μετεωρισμὸν ὀφθαλμῶν μή μοι δῷς, καὶ ἐπιθυμίαν κακὴν ἀπόστρεψον ἀπ᾽ ἐμοῦ. Ἀγαπητέ, μὴ πίστευε τοῖς ἀπατηλοῖς ἐνυπνίοις, πολλοὺς γὰρ ἠπάτησαν τὰ ἐνύπνια, καὶ ἐξέπεσον ἐλπίζοντες εἰς αὐτά. Εἰς ποῖα γὰρ μέτρα ἐφθάσαμεν, ἵνα ὀπτασίας Ἀγγέλων ἴδωμεν; Μεγάλη προκοπὴ καὶ δόξα ἡ ταπεινοφροσύνη, καὶ οὐκ ἔστιν ἐν αὐτῇ πτῶμα. Σημεῖον ταπεινοφροσύνης τὸ ταῖς δυσὶ χερσὶν ἐπιδιδόναι ἐν παντὶ εἰς χρείαν ἀδελφοῦ, ὡσαύτως καὶ ἀποδέχεσθαι. Μοναχὸς ἐπιζητῶν κληρονομίαν τῶν κατὰ σάρκα γονέων, πεσεῖται εἰς πειρασμούς, ὁ δὲ ἐκζητῶν τὸν Κύριον σωθήσεται. Μὴ εἴπῃς, ἐὰν γηράσω, πόθεν διατρέφομαι; Περὶ τῆς αὔριον οὐκ ἐπετράπη ἡμῖν μεριμνῆσαι, καὶ περὶ τοῦ γήρατος ἤδη μεριμνᾷς; Τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην ζητήσωμεν, καὶ ταῦτα πάντα προστεθήσονται ἡμῖν· αὐτὸς γὰρ εἴρηκεν· οἶδεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτήσασθαι αὐτόν. Ἐὰν δὲ ταῦτα πρῶτον μὴ ζητήσωμεν, φανεροί ἐσμεν ὅτι οὐ περὶ τούτων ἀγωνιζόμεθα. Ἐπίρριψον οὖν ἐπὶ Κύριον τὴν μέριμνάν σου καὶ αὐτός σε διαθρέψει. Ἐὰν ὁ Κύριος εὐοδώσῃ εἰς χεῖράς σου τι, ὡς αὐτοῦ μέλλοντος λόγους ποιεῖν, φρόντιζε. Ὁ ἐλεῶν πτωχοὺς πλησθήσεται ἀγαθῶν, ὁ δὲ ἀνελεήμων ἀποκλεισθήσεται τοῦ ἐπουρανίου νυμφῶνος. Ὃς πέποιθεν ἐπ᾽ ἄνθρωπον οὐκ ὄψεται τὰ ἀγαθά, ὁ δὲ ἐλπίζων ἐπὶ Κύριον σωθήσεται.

Μὴ γίνου τραχὺς ἐν γλώσσῃ σου, ὅτι στόμα δικαίου ἀποστάζει χάριτας. Βρώματα πολλὰ παχύνει διάνοιαν, ἐγκράτεια δὲ ἀγαθὴ καθαρεύει αὐτήν.

Πρόσεχε, μοναχέ, πρόσεχε συντυγχάνων γυναιξίν. Ὅρα, ἀγαπητέ, μήποτε ἐν προφάσει κουκουλλίου ἢ ἀναλάβου ἢ τῇ τῶν λοιπῶν περιβολῇ θηρευθῇ σου ἡ ψυχή· πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ Δολίου. Κρεῖσσον παλαιὰ φορεῖν καὶ τῆς ψυχῆς ἐπιμελεῖσθαι φόβῳ Κυρίου, ἢ περιβάλλεσθαι λαμπρῶς καὶ περιπατεῖν ἀσέμνως.

Ὁ συντηρῶν ἐντολὰς ἀγαπᾷ ἑαυτόν, ὁ δὲ καταφρονῶν ζημιοῖ τὴν ψυχὴν ἑαυτοῦ. Ἀνὴρ μέθυσος καὶ θυμώδης ταράσσει ψυχὰς ἀδελφῶν καὶ τὸ ὄνειδος αὐτοῦ μεθ᾽ αὑτοῦ ἐνδελεχῶς. Ἐπίδες μώλωπι μάλαγμα καὶ νεωτέρῳ εὐλάβειαν ἀνυπόκριτον.

Ἔρημος ἀποκαθίσταται νεώτερος μοναχὸς ἐξακολουθῶν τῷ ἰδίῳ λογισμῷ καὶ νουθεσίαν ἐμπείρων μὴ ἀποδεχόμενος. Πλάνη κακὴ νεωτέρῳ μοναχῷ ἡ ἀνυποταγή· ἡ δὲ ὑποταγὴ ἐν Κυρίῳ σκέπη κραταιά. Ἀνὴρ ὑπερήφανος καὶ ἀνυπότακτος ὄψεται ἡμέρας πικράς, ὁ δὲ ταπεινόφρων καὶ ὑπομονητικὸς εὐφρανθήσεται ἐπὶ Κύριον διαπαντός. Μέγα εὑρεῖν ἄνδρα ὑπομονητικὸν καὶ ταπεινόφρονα, καὶ τῆς καλλονῆς αὐτοῦ οὐκ ἔστι σταθμός. Μὴ ἀντίλεγε τῇ ἀληθείᾳ, καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπηθι. Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ᾽ ἁμαρτίαις σου, καὶ μὴ εἴπῃς, ἥμαρτον καὶ τί μοι ἐγένετο· ὁ γὰρ Κύριός ἐστι μακρόθυμος. Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας. Μνήσθητι, ὀργὴ οὐ χρονιεῖ. Μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη. Μοναχὸς φρόνιμος ἐν ἀγάπῃ περιτειχίσει ἑαυτόν, ὁ δὲ ἄφρων πληθυνεῖ μῖσος ἑαυτῷ. Ὁ ἐπαιρόμενος κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ ὑπὸ δαιμόνων ἐμπαίζεται. Μὴ ἐξουθένει ἀδελφὸν εἰς τὸν αἰῶνα, διότι γέγραπται· πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα. Γενοῦ φαιδρὸς ἐν δικαιοσύνῃ, στυγνάζων δὲ μᾶλλον πρὸς τὴν ἁμαρτίαν. Ἀρρώστημα ψυχῆς φιλοδοξία, πάθος πονηρόν.

Μοναχέ, ἐξῆλθες τοῦ κελλίου σου πρὸς διακονίαν; Τήρει τὰς αἰσθήσεις, ἵνα μὴ συνάξῃς σεαυτῷ πολέμους καὶ ταραχὰς διαλογισμῶν. ᾯ οὐκ ἔστι φραγμός. διαρπαγήσεται κτῆμα, καὶ ὅπου οὐκ ἔστιν ὑπομονή, στενάξει πλανώμενος. Πολλὰς προφάσεις σωρεύει αὑτῷ ὀκνηρὸς μοναχός, καὶ ὁ ὑπνώδης περιπεσεῖται κακοῖς.

Μοναχὸς φιλοκτήμων φοῖνιξ ἄκαρπος, ὁ δὲ ἀκτήμων ὡς κεκαρμένος φοῖνιξ ἀνατρέχων εἰς ὕψος. Μοναχὸς φιλόϋλος ἔοικεν ἱέρακι ἐκπετασθέντι, λαβόντι λώρους εἰς τοὺς πόδας, καὶ ὅπου δ᾽ ἂν καθίσῃ, ἐμπλακήσεται· ὁ δὲ ἄϋλος ὥσπερ εὔστολος ὁδοιπόρος. Πολλοὶ δοκοῦσι φρόνιμοι εἶναι ἐν ἑαυτοῖς, καὶ οὐ δύνανται νοεῖν ὅτι, ἣν δοκοῦσι φρόνησιν, ζημία ψυχῆς αὐτοῖς ἀποβήσεται. Οὐκ ἔστι σοφία, οὐκ ἔστι φρόνησις, οὐκ ἔστι βουλὴ ἀγαθὴ ἐν ψυχῇ μισούσῃ τὸν φόβον τοῦ Θεοῦ.