Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὰς παροιμίας
Διακονίες, φιλαδελφία και έμπρακτη αγάπη
Κανόνες για τους υπεύθυνους των μοναστηριακών διακονημάτων, την άσκηση του εργοχείρου, τη συγκατάβαση στην κοινοβιακή ζωή και την ελεημοσύνη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Διακονίες, φιλαδελφία και έμπρακτη αγάπη
Κανόνες για τους υπεύθυνους των μοναστηριακών διακονημάτων, την άσκηση του εργοχείρου, τη συγκατάβαση στην κοινοβιακή ζωή και την ελεημοσύνη.
Σοφία ἀληθῶς πάντα κατὰ Θεὸν πράττειν. Λάρυγξ γλυκὺς πληθυνεῖ φίλους, καὶ ὁ ἀγαπῶν τὸν Κύριον συντηρήσει τὰς ὁδοὺς αὐτοῦ. Τίμα ἀδελφὸν ἔναντι γνωρίμων αὐτοῦ, καὶ ἐναντίον Κυρίου τίμιος ἔσῃ. Πιστὸς οἰκονόμος κερδήσει ψυχὰς ἀδελφῶν αὐτοῦ, γνώμη δὲ μνησικάκου διασκορπίζει αὐτούς. Φρόνιμος οἰκονόμος δικαίως μερίσει, ὁ δὲ ἄφρων παρασκευάσει μάχας. Μοναχῷ ἀπλήστῳ οὐκ ἀρκέσει τὸ δίκαιον, καὶ ὁ γλωσσώδης ταραχὰς συνίστησιν· ὁ δὲ φοβούμενος τὸν Κύριον ἡσυχίαν ἄγει. Οἰκονόμος μέθυσος καθελεῖται ἀπὸ δόξης, ὁ δὲ ἐγκρατὴς καὶ ἐπιεικὴς καὶ ταπεινόφρων προκόπτει ἐν δόξῃ.
Μοναχέ, μὴ προφασίζου σεαυτῷ ἀσθένειαν ὑγιὴς ὤν· διότι γέγραπται· καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἔδωκεν αὐτοῖς. Μὴ ἀθετῶμεν, ἀδελφοί, τὴν χάριν τοῦ Κυρίου τοῦ ἐπιχορηγοῦντος ἡμῖν τὴν ἰσχὺν πρὸς τὸ ἐργάζεσθαι τὸ ἀγαθόν· ἀλλ᾽ αὐτὸ ἐν αὐτῇ ἐργαζόμενοι, εὐχαριστήσωμεν τῷ Κυρίῳ διαπαντός. Ὁ γελοιάζων τὸν πλησίον, ὡς κατάλαλος· καταλαλιὰ δὲ μισητὴ παρὰ Θεῷ καὶ ἀνθρώποις. Ὁ παροξύνων τὸν πλησίον διεγείρει θυμόν, ὁ δὲ εἰρηνοποιῶν μακαριστός, ὅτι υἱὸς Θεοῦ κληθήσεται. Τίμα γέροντας διὰ τὸν Κύριον, καὶ νέῳ ὑστερουμένῳ συμπάθησον, καὶ ἀπὸ Κυρίου λήψῃ τὸν μισθόν. Γέγραπται· μὴ ἐργάζεσθε τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. Αἱ χεῖρές σου ἐργαζέσθωσαν τὸ ἀγαθόν, ἵνα καὶ τῷ χρείαν ἔχοντι μεταδιδῷς· καὶ ἡ καρδία σου ἔστω πρὸς Κύριον διαπαντός, καὶ ἔσῃ ἐργαζόμενος τὴν βρῶσιν τὴν μένουσαν καὶ οὐ τὴν ἀπολλυμένην.
Ἀδελφέ, ἐργάζου καὶ μὴ ἀναπάτει· πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία. Μοναχὸς γογγυστὴς πολλὰ ζημιωθήσεται, ὁ δὲ ὑποφέρων γενναίως ἐπ᾽ ἐσχάτων εὑρήσει τὸν πλοῦτον αὐτοῦ. Διακονητὴς φρόνιμος οὐκ ἀμελήσει τῆς ἐργασίας αὐτοῦ, καὶ ὁ φοβούμενος τὸν Κύριον οὐ σκανδαλίσει ἀδελφοὺς αὐτοῦ.
Φεύγεις, ἀγαπητέ, τοὺς τοξεύοντας τὸ σῶμα, φεῦγε μᾶλλον τοὺς τοξεύοντας τὴν ψυχήν. Φεύγεις ὄφιν δάκνοντα τὸ σῶμα, φεῦγε μᾶλλον γυναῖκα δάκνουσαν ψυχήν. Ὁ καταμανθάνων κάλλος γυναικὸς ἐμφυτεύει ἐν τῇ ἰδίᾳ ψυχῇ ἐπιθυμίαν κάλλους αὐτῆς, καὶ ὁ ἐνδελεχῶν πρὸς θύραις οἴκων αὐτῆς, ὅμοιός ἐστι τῷ ἐπὶ κρυστάλλου ἀναπατοῦντι, ὅτι οὐ μακρὰν τὸ ὀλίσθημα ἀπ᾽ αὐτοῦ. Φεύγεις, ἀγαπητέ, τὸ πῦρ, ἵνα μὴ καῇ σου τὸ σῶμα, φεῦγε τὴν ἁμαρτίαν, ἵνα μὴ καῇ σου τὸ σῶμα σὺν τῇ ψυχῇ ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ. Ὥσπερ δύο μαχηταί, οὕτω μοναχὸς συντυγχάνων γυναῖκα· καὶ ὁ νήφων σκυλεύσει καὶ οὐ σκυλευθήσεται. Θυράριος πιστὸς μετὰ Θεὸν φύλαξ ψυχῶν, ὁ δὲ ἄπιστος καὶ τὴν ἑαυτοῦ ψυχὴν πορθήσει.
Τὸν χρόνον ὃν διήξαμεν ἐν τῷ μονήρει βίῳ ἀριθμοῦμεν, τὴν δὲ ἀμέλειαν ἣν κατειργασάμεθα ἐν αὐτῷ ἀγνοοῦντες ἐπαιρόμεθα. Ἔπαινος ἀνδρὶ οὐχ ὁ χρόνος μόνον, ἀλλ᾽ ἡ προκοπή· προκοπὴ δὲ οὐ πολιαί, ἀλλὰ τὸ ἐνάρετον βίον κεκτῆσθαι.
Ἀρχὰς στρατιώτῃ ὅπλον, ῥομφαία, περικεφαλαία τίκτει, ἀρχαρίῳ δὲ μοναχῷ πίστις, μετάνοια, ἀγάπη. Πίστις τίκτει τὴν ἁγνείαν καὶ τὴν ταπεινοφροσύνην, τὴν ὑπακοὴν καὶ μακροθυμίαν καὶ τὴν ἐγκράτειαν· ἡ δὲ μετάνοια τὰ δάκρυα· ἡ δὲ ἀγάπη τὴν ὑπομονὴν καὶ ἐλπίδα. Ὁ μεταβαίνων συνεχῶς ἀπὸ κελλίου εἰς κελλίον ἕτερον κτᾶται κενοὺς λογισμούς, ὁ δὲ ὑπομένων ἐν τόπῳ ἑνὶ μᾶλλον ἡσυχάσει.
Ἀγαπητέ, ἐκ νεότητός σου ἐπίλεξε παιδείαν, καὶ ἕως πολιῶν εὑρήσεις φρόνησιν. Ἐκ νεότητός σου σπεῖρον τὸν ἀγρόν σου, καὶ φρόντισον αὐτοῦ μήποτε ἀναβῇ εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα. Ποίησον ἐν αὐτῷ καρπὸν καλόν, καὶ τῷ ἐπιχορηγοῦντι τὴν ἰσχὺν δὸς δόξαν. Ὕδατα χύουσι χόρτον, καὶ συντυχία κοσμικῶν πάθος ὑψηλοφροσύνης· ὁ δὲ φοβούμενος τὸν Κύριον οὐκ ἐπαίρεται. Ἐὰν ἀξιωθῇς χαρίσματος, μὴ ὑψηλοφρόνει· οὐδὲν γὰρ ἔχεις καλὸν ὃ μὴ παρὰ Θεοῦ ἔλαβες· καὶ ἐὰν μὴ πορεύῃ κατὰ τὴν ἐντολὴν καὶ βουλὴν αὐτοῦ, ἀφελεῖται τὸ ἴδιον ἀπὸ σοῦ, καὶ τῷ χρηστοτέρῳ δωρεῖται αὐτό· καὶ τότε ὁμοιωθήσῃ τῷ ἀποβιάζοντι κάλαμον τελέσαντα τὴν ἐμβαφήν. Ὥσπερ ἀλεκτορίδες δύο ἐπὶ τὸ αὐτό, οὕτω δύο λογισμοὶ ἐν καρδίᾳ μοναχοῦ. Ἀποχώρει τῶν ἀλλοτρίων, καὶ ἡσυχάσει σου ἡ ψυχή. Φρόνιμος ἀνὴρ συντηρήσει ἐντολάς, καὶ ὁ συντηρῶν αὐτὰς ἐκτήσατο παράδεισον τρυφῆς αἰωνίου. Κρεῖσσον ὄνομα ἀγαθὸν ὑπὲρ πλοῦτον πολύν· ὑπὲρ δὲ χρυσίον καὶ ἀργύριον χάρις ἀγαθή. Ψυχῇ ὀλιγωρούσῃ δὸς λόγον παρακλήσεως, καὶ Κύριος στηρίξει σὴν καρδίαν.
Ἐὰν εὐκαιρίσῃ ποτήριον οἴνου, μετὰ τὴν εὐχὴν σπουδαίως εἰς τὸ κελλίον σου πορεύθητι, καὶ κλείσας τὴν θύραν εὐχαρίστει τῷ Κυρίῳ τῷ οἰκονομήσαντι καὶ οἰκονομοῦντι. Τὸ γὰρ ἀπὸ ἀρίστου πληθύνειν λόγους, ἔποπτα καὶ συντρίμματα γεννᾷ. Ἀνὴρ μέθυσος πράττει καὶ λαλεῖ ἑσπέρας ὃ μὴ δεῖ, καὶ ὄρθρου μεταμελεῖται· καὶ ἐὰν πάλιν εὕρῃ οἶνον, τοῖς αὐτοῖς πάλιν χρᾶται. Ἐὰν πειρασθῇς ἅπαξ, παραφύλαξαι τοῦ λοιποῦ. Γέγραπται γάρ· ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ τηρεῖ ἑαυτόν, καὶ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. Μὴ πῖνε οἶνον εἰς μέθην, ἀγαπητέ, κἂν δυσωπῶσί σε οἱ παρόντες φίλοι· ἐὰν γὰρ ὑπερνικήσῃ σε ὁ οἷνος, πρὸ πάντων οἱ προτρεψάμενοι σκανδαλισθήσονται εἰς σέ. Πρόσεχε δὲ σφοδρῶς μὴ κατακυριευθῆναι ὑπὸ τῆς λήθης. Κοπιᾷ γαστρίμαργος καὶ συντρίβεται ἐμπλῆσαι γαστέρα αὐτοῦ ἐδεσμάτων· καὶ φαγὼν ὀδυνᾶται περὶ τὴν πέψιν· τῇ δὲ ἐγκρατείᾳ ἀκολουθεῖ ὑγίεια καὶ νηφαλεότης. Μοναχὸς κυκλευτὴς οὐκ ἄτρωτος ἔσται, ἐὰν μὴ νήψῃ· ὁ δὲ ὑπομένων ἐν ᾧ ἐκλήθη τόπῳ μᾶλλον εὑρήσει ἀνάπαυσιν. Ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται, καὶ ἡ ὀκνηρία κατὰ μικρὸν τίκτει ἀκούσιον πενίαν. Μὴ ἀπαναίνου νουθεσίαν ἁγίων ἀνδρῶν κἂν γνωστικὸς τυγχάνῃς· καὶ τοῦτο γὰρ καρπὸς γνώσεως. Ἥττημα μοναχῷ συγκοινωνεῖν φατρίᾳ καὶ ὁ μισθὸς αὐτοῦς λύπη καὶ μετάμελος. Γέγραπται· δικαίων ἐγκωμιαζομένων, εὐφρανθήσονται λαοί, ὄνομα δὲ ἀσεβῶν σβέννυται.
Καὶ πάλιν· ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα· ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη. Καὶ πάλιν· δοκίμιον ἀργυρίου καὶ χρυσίου, πύρωσις· καὶ ἄνθρωπος δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν. Φυλάσσει νόμον υἱὸς συνετός, ὁ δὲ ἐπιμένων ἀσωτίᾳ ἀτιμάζει πατέρα. Τίμα πάντας διὰ τὸν Κύριον, τιμὴν μὴ ἀπαιτῶν, καὶ παρὰ Κυρίου εὑρήσεις χάριν. Γέγραπται· ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων, οὐκ ἀγαθός. Ὁ τοιοῦτος ψωμῷ ἄρτου ἀποδώσεται ἄνδρα. Πάλιν γέγραπται· μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι᾽ εὐλάβειαν, ὁ δὲ σκληρὸς τῇ καρδίᾳ πεσεῖται κακοῖς. Ἀνδρὸς φιλοῦντος σοφίαν, εὐφραίνεται ὁ πατὴρ αὐτοῦ, ὁ δὲ ποιμαίνων πόρνας ἀπολεῖ πλοῦτον. Κρεῖσσον ποιμαίνεσθαι ἐπιμελῶς ἢ ποιμαίνειν ἀμελῶς. Κρεῖσσον μανθάνειν ἐπιμελῶς ἢ διδάσκειν καὶ πράττειν ἃ μὴ δεῖ. Ὁ παιδεύων ἑαυτόν, [καὶ] παιδεύει τὸν ἕτερον· καὶ ὁ διδάσκων ἑαυτόν, διδάσκει τὸν πλησίον. Μὴ ἐπιβάρει σὸν ἀδελφόν· ἐὰν γὰρ ἐπιθῇς γόμον τῷ κτήνει σου ὑπὲρ δύναμιν, κατὰ μέσον τῆς ὁδοῦ συγκάθηται. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, ἐμπείρως ἔχε, καὶ μνήσθητι τὴν παρὰ τοῦ Θεοῦ σοι βοήθειαν γενομένην.
Μὴ δῷς σὴν ἀκοὴν φθόγγοις αἰσχροῖς, ἵνα μὴ μολυνθῇ σου ὁ νοῦς. Ὥσπερ γὰρ καπνὸς ὄμμασιν, οὕτω λόγος αἰσχρὸς βλάπτει ψυχήν. Ἐὰν πνεῦμα πορνείας ἐνοχλήσῃ σοι, ἐπτίμησον αὐτὸ λέγων· ὁ Κύριος καταργήσει σε, μεστὲ τῆς δυσωδίας, ὁ δαίμων τῆς ἀκαθαρσίας. Οἴδαμεν γὰρ τὸν εἰπόντα· τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν. Οὐκ ἔστι σοφία, οὐκ ἔστι φρόνησις, ἔνθα φόβος Θεοῦ οὐχ ὑπάρχει· πλησμονὴ γὰρ σοφίας φοβεῖσθαι τὸν Κύριον.
Γέγραπται· φῶς δικαίοις διαπαντός· φῶς δὲ ἀσεβῶν σβέννυται. Δένδρον ζωῆς ἐπιθυμία δικαίου, ὁ δὲ μισῶν ἐλέγχους ἄφρων. Ἀπὸ πολυλογίας οὐκ ἐκφεύξεται ἁμαρτία, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ. Λογισμοὶ δικαίων κρίματα, κυβερνῶσι δὲ ἀσεβεῖς δόλους. Ὁ προηγούμενος τιμῇ τὸν πλησίον εὑρήσει τιμήν, ὁ δὲ μὴ εὐλαβούμενος πρόσωπον ἀδελφοῦ αὐτοῦ κόπῳ παιδευθήσεται.
Ἐὰν συνεσθίῃς ἀδελφοῖς κατὰ κανόνα, χάλα ἐν τῷ πίνακι· καὶ γὰρ τρυγὼν καὶ χελιδών, ἀγροῦ στρουθία, ἐφύλαξαν καιροὺς εἰσόδου αὐτῶν. Χάλα καὶ μὴ ἐννέαζε διὰ τοὺς μικροτέρους σου. Σὺ δέ, ἀγαπητέ, ὅλην τὴν ἡμέραν διετέλεσας νήστης, καὶ περὶ στιγμῆς ὥρας ταράττῃ! Ἡδεῖά σοι ἐστὶν ἡ ἀργία, ἀλλὰ πικρὰ αὐτῆς τὰ τελευταῖα. Πονεῖς ἐργαζόμενος, ἀλλ᾽ ὕστερον εὐφρανθήσῃ. Γέγραπται· βδέλυγμα Κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστιν δεκτὸς αὐτῷ ἐστιν. Ὁ πληθύνων λόγους αὐτοῦ βδελυχθήσεται, ὁ δὲ κρατῶν τὸ στόμα αὐτοῦ ἀγαπηθήσεται. Ἐὰν ἴδῃς ἄνδρα ἀμελῆ πρὸς ἀρετὴν ἀνανήψαντα, σὺ μὴ χαυνώσῃς τῷ λογισμῷ· ἀλλὰ μᾶλλον ἀνδρίζου, καὶ ἐν καιρῷ πειρασμοῦ περισσῶς ἀγωνίζου.
Μοναχοί, μὴ ὑπερβαίνωμεν τὰ μέτρα τῆς ταπεινοφροσύνης, μήπως δοκοῦντες εὔλογα ἔχειν διαφθείρωμεν τὴν ἑαυτῶν εὐλάβειαν. Τοιγαροῦν καὶ ζημίας καταφρονήσωμεν διὰ τὸν λέγοντα· δοῦλον Κυρίου οὐ δεῖ μάχεσθαι, καὶ μακάριος ὃς καταπτήσσει πάντα δι᾽ εὐλάβειαν. Καί, μὴ σπεῦδε τῷ πνεύματί σου τὸ θυμοῦσθαι· θυμὸς γὰρ ἐν κόλπῳ ἀσεβῶν ἀναπαύσεται. Γέγραπται· υἱὸς πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀτιμίᾳ. Ὁ φυλάσσων τὸ ἑαυτοῦ στόμα τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ προπετὴς χείλεσι πτοήσει ἑαυτόν. Υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν, ὁ δὲ συντηρῶν ἐντολὰς μακαριστός. Νόμος σοφοῦ πηγὴ ζωῆς, ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται. Ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ ἀτιμασθήσεται. Ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. Παράδεισος φραγμὸν μὴ ἔχων πατούμενος ἐρημοῦται, καὶ ὃς οὐ φυλάττει τὸ στόμα αὐτοῦ ἀπολεῖ τοὺς καρπούς.
Ὃς πέποιθεν ἐπὶ πλούτῳ πεσεῖται, ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ. Ὁ διασκορπίζων ὑπάρχοντα αὐτοῦ ἐν ἀφροσύνῃ ἐνδεὴς γίνεται, ὁ δὲ σκορπίζων ἐν πίστει τοῦ Κυρίου οὐκ ἐγκαταλειφθήσεται εἰς τὸν αἰῶνα· γέγραπται γάρ, ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. Ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν, τῷ ἐλεοῦντι πτωχοὺς συνάγει αὐτά. Ὅσον ἐπαρθῇ ἀνὴρ ἐν ὑπερηφανίᾳ καρδίας αὐτοῦ, γῆν πατεῖ ἐξ ἧς ἐλήφθη καὶ εἰς γῆν πορεύεται· ὑψοῖ δὲ Κύριος τοὺς ταπεινούς. Καπνὸς διώκει μελίσσας, καὶ μνησικακία γνῶσιν ἀπὸ καρδίας. Δεήθητι τοῦ Κυρίου καὶ ἔκχεε δάκρυα ἐνώπιον τῆς ἀγαθότητος αὐτοῦ, καὶ μνησικακία μὴ αὐλιζέτω ἐν τῇ ψυχῇ σου, καὶ ἔσται ἡ προσευχή σου ὡς θυμίαμα ἐνώπιον αὐτοῦ. Γέγραπται· ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος, προπορεύεται δὲ ταπεινοῖς δόξα. Καὶ πάλιν· πρόφασιν ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων· ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται. Οὕτω καὶ μοναχὸς χωριζόμενος ἀπὸ μονῆς αἰτιᾶται ἡγούμενον καὶ ἀδελφούς. Γέγραπται· ἔστιν ὁδὸς ἣ δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου. Καὶ πάλιν λέγει· τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος, ἀπὸ δὲ τῶν νοημάτων αὐτοῦ ἀνὴρ καθαρός.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.