Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν ἁγίαν παρασκευὴν καὶ εἰς τὸν λῃστὴν καὶ τὸν σταυρόν

Ἐφραίμ ὁ Σύρος

Ο εμπαιγμός των Ιουδαίων και η ικεσία του ληστή

Ο χλευασμός του Κυρίου, η εγκατάλειψή Του από τους μαθητές και η παράδοξη ομολογία και ταπεινή προσευχή του συσταυρωμένου ληστή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Ἀλλὰ καίτοι οὕτως ὁρῶντες φρικτά, οὐδὲν καθυφῆκαν τῆς λύπης· πλὴν τετιμήκασιν αὐτὸν ἄκοντες, καὶ ἐδόξασαν ἀγνοοῦντες. Δι᾽ ὧν ἐπείρασαν ἀτιμάζειν, τιμὴν αὐτῷ προσεκύρωσαν. Ἐν παιγνίων προσχήματι, δεδώκασιν αὐτῷ τὰ αὑτοῦ.

Ἐνέπαιξαν αὐτῷ προσκυνοῦντες, ἀλλ᾽ ἐνεπαίχθησαν παίζοντες· δουλείαν γὰρ τὴν ἑαυτῶν ὡμολόγησαν. Ἠμφιάσαντο αὐτὸν χλαμύδα χλευάζοντες· οὐκοῦν, οἰκείαις αὐτῶν χερσὶν ἐνέδυσαν αὐτὸν βασιλέα. Ἀκάνθαις αὐτὸν ἐστεφάνωσαν ὡς χέρσον γεώργιον· ὄξος ἐκέρασαν ὡς ἀχρήσιμος ἀμπελών· χολὴν προσεκόμισαν ὡς κακόξενος δῆμος· σπόγγον ἐπέδωκαν ὡς ψυχῶν ἰατρῷ· προσήνεγκαν κάλαμον, ὅθεν ἐγγράφως ἐκβέβληνται· λῃσταῖς συνεσταύρωσαν, ἀλλ᾽ ηὗρε θυρωρὸν παραδείσου ὧν εἰς ὕβριν ἐσταύρωσαν· Κύριε, φησί, μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου.

Ὅρα τὸν κατανενυγμένον οἰκέτην. Ὅρα τὸν ταπεινόφρονα τῆς φιλανθρωπίας προσαιτητήν. Οὐδὲν αὐτὸς αἰτῆσαι τολμᾷ. Οὐκ εἶπε, δός μοι τὰς κλεῖς, ἃς δέδωκας Πέτρῳ, οὐδ᾽ ἕνα τῶν θρόνων, οὓς ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου λαβεῖν ἐδεήθη. Καὶ τί δεῖ τῶν λίαν ὑπερόγκων λέγειν; Ἀλλ᾽ οὐδὲ τὸν τελώνην μεμίμηται, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, εἰρηκότα· οὐδὲ ἁμαρτιῶν ᾔτει συγγνώμην· πολλὰς γὰρ οὔσας αὐτῷ ἑώρα· ὅθεν μνήμην μόνην ᾔτησε τὴν ἐν βασιλείᾳ. Τῇ γνώμῃ τοῦ βασιλέως δέδωκε τὸ τί χρὴ χαρίσασθαι καὶ ὅπως τὸν οἰκέτην οἰκτεῖραι. Ἐγώ, Δέσποτα, φησίν, οὐδὲν αἰτεῖσθαι θαρρῶ. Ὑπαρξάτω δὲ μόνον μοι τοῦτο· ὅταν ἀνέλθῃς ἐν τῇ βασιλείᾳ σου, ὅταν ἀγγελικός σοι προτρέχῃ στρατός, ὅταν σοι δικαίων ἀπαντῶσι νεφέλαι, ὅταν τάφων αὔλακες νεκρῶν θερίζωνται δράγματα, ὅταν βίβλοι τῶν ἑκάστῳ δρωμένων ἀνοίγωνται, τότε μου μνήσθητι, λέγων· ἐσταύρωσέ με ποτὲ δῆμος Ἑβραίων, καὶ πάντες ἠρνήσαντο τὴν ἐμὴν οἰκειότητα· τὰς ἀλεκτρυόνων παρῆλθον φωνάς, ἀρνούμενοί με οἱ πάντων μου γνησιώτατοι. Οὐδείς μοι συμπαθὴς κρεμαμένῳ παρέστη, ἀλλ᾽ οὓς τὸ ἐμὸν ἐψώμισα σῶμα, πόρρωθέν με σφαττόμενον ἐθεώρουν. Ὁ πρῶτός μοι τῶν μαθητῶν, πρῶτος τῶν ἐμὲ πεφευγότων ἐγένετο· ὁ Πέτρος· ὅρκοις ἐβεβαίωσε τὴν πρός με ἀλλοτρίωσιν. Ὁ Ἀνδρέας ὡς ἄνανδρος ἐδραπέτευσεν· Ἀνδρέας ὁ Πέτρου ἀδελφός· Πέτρου ἦν ἀδελφός, τὴν ἄρνησιν ὡς 〈καὶ〉 τὴν φύσιν.

Ὁ Φίλιππος φιλίᾳ τῇ πρὸς ἐμὲ [ἡμᾶς] ἀπετάττετο. Οἱ τοῦ Ζεβεδαίου ζάλαις ἀπιστίας βαλλόμενοι, ἀστήρικτοι περιῄεσαν· ὃν ἐπὶ στήθους ἔθαλπον Ἰωάννην, τεμνομένης μου τῆς πλευρᾶς, τὴν λόγχην οὐχ ἥρπασε. Θωμᾶς οὐ παρῆν· Ματθαῖος ἀπῆν. Ὁ δωδέκατος χορὸς ἐσκορπίσθη· οὐδὲ φωνὴν ἀφῆκαν ὑπὲρ ἐμοῦ, ὑπὲρ ὧν τὴν ψυχήν μου ἐτεθήκειν. Ἀλλ᾽ οὐδὲ τῶν εὐεργετηθέντων τοῦ πλήθους οὐδεὶς ἧκέ μοι σύμμαχος.

Οὐκ ὤφθη μοι τότε Λάζαρος, ὃν τεθανατωμένον ἐκάλεσα· οὐκ ἐδάκρυσέ με τυφλός, ᾧ τὴν ἀκτῖνα κεχάρισμαι τοῦ φωτός· οὐκ ἔδραμε πρός με χωλός, παρ᾽ ἐμοῦ τὸ τρέχειν λαβών. Εἷς δεδεμένος ὁμολογεῖ λῃστής, πρὸς ἐμὴν ἀτιμίαν παρ᾽ ἐμοὶ σταυρωθείς· καὶ παρέκνιζεν Ἰουδαίους βασιλέα καλῶν. Ὅταν μου τότε μνησθῇς, τότε μοι πρόσριψον ἓν οἰκτιρμῶν μέρος, τὸ σοὶ παραστάν· ἐγὼ γὰρ ὃ δώσεις αἰτεῖν οὐ τολμῶ. Οὐ γίνομαι φιλοτιμίας βασιλικῆς ἐριστής· οὐ σταθμίζω πλοῦτον φιλανθρωπίας· οὐ μετρῶ θάλατταν οἰκτιρμῶν.