Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν δευτέραν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Προοίμιο και τα σημεία της συντέλειας του κόσμου

Εισαγωγή στο θέμα της Δευτέρας Παρουσίας, η ήχηση της σάλπιγγας, η παγκόσμια ανάσταση των νεκρών και η αλλοίωση της κτίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 7

Λόγος εἰς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ἀδελφοί μου φιλόχριστοι, ἀκούσατε περὶ τῆς δευτέρας καὶ φοβερᾶς παρουσίας τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐγὼ γὰρ ἐμνήσθην τῆς ὥρας ἐκείνης καὶ ἐτρόμαξα ἀπὸ τοῦ πολλοῦ φόβου, ἐνθυμούμενος τὰ μέλλοντα τότε ἀποκαλύπτεσθαι. Τίς γὰρ αὐτὰ διηγήσεται; Ποταπὴ γλῶσσα φθέγξεται; Ποία δὲ ἀκοὴ χωρήσει ἐκεῖνα ἀκοῦσαι, ὅταν ὁ Βασιλεὺς τῶν βασιλευόντων ἐξαναστὰς ἀπὸ τοῦ θρόνου τῆς δόξης αὐτοῦ κατέλθῃ ἐπισκέψασθαι πάντας τοὺς κατοικοῦντας τὴν οἰκουμένην, καὶ συνᾶραι λόγον μετ᾽ αὐτῶν, καὶ ἀποδοῦναι τὸν καλὸν μισθὸν τοῖς ἀξίοις, τοῖς δὲ πάλιν ἀξίοις κολάσεως ἀποδοῦναι τὰς κολάσεις, ὡς δίκαιος Κριτής;

Ταῦτα οὖν ἐνθυμούμενος, φόβῳ συνέχονταί μου τὰ μέλη καὶ παραλέλυμαι πάντοθεν. Οἱ ὀφθαλμοί μου δακρύουσιν, ἡ φωνή μου ἐκλείπει, τὰ χείλη μου πεπήγασιν, ἡ γλῶσσά μου φρίττει καὶ οἱ λογισμοὶ σιωπὴν μελετῶσιν. Ὤ, πῶς ἀναγκάζομαι εἰπεῖν διὰ τὴν ὑμῶν ὠφέλειαν, καὶ ὁ φόβος κατεπείγει με σιωπᾶν! Τοιαῦτα γὰρ μεγάλα καὶ φοβερὰ θαύματα οὔτε ἐγένοντο ἀπ᾽ ἀρχῆς κτίσεως, οὔτε μὴν γένωνται ἐν πάσαις ταῖς γενεαῖς.

Ἄρτι μὲν γὰρ πολλάκις, ἐὰν γένηται ἀστραπὴ τρανοτέρα, πάντα ἄνθρωπον ἐκθροεῖ, καὶ πάντες εἰς γῆν ἐπικλίνομεν. Τότε δὲ πῶς ὑπενέγκωμεν, ὅταν ἀκούσωμεν τῆς φωνῆς τῆς σάλπιγγος ἐκ τοῦ οὐρανοῦ ὑπὲρ πᾶσαν βροντὴν [καὶ] κραζούσης καὶ ἐξυπνιζούσης τοὺς ἀπ᾽ αἰῶνος κοιμηθέντας δικαίους τε καὶ ἀδίκους! Τότε ἐν τῷ ᾅδῃ τὰ ὀστᾶ τῆς ἀνθρωπίνης φύσεως ἀκούοντα τῆς φωνῆς τῆς σάλπιγγος, περιτρέχουσι μετὰ σπουδῆς, ζητοῦντα τὰς ἑαυτῶν ἁρμονίας, ὅταν ἴδωμεν πᾶσαν πνοὴν ἀνθρώπων ἐν ῥιπῇ ὀφθαλμοῦ ἀνισταμένους, ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπισυναγομένους ἐκ τῶν τεσσάρων περάτων τῆς γῆς πρὸς τὸ κριτήριον! Κελεύει γὰρ ὁ μέγας Βασιλεύς, ὁ ἔχων ἐξουσίαν πάσης σαρκός, καὶ εὐθέως μετὰ τρόμου καὶ σπουδῆς δώσει ἡ γῆ τοὺς νεκροὺς αὐτῆς, καὶ ἡ θάλασσα τοὺς ἑαυτῆς νεκρούς· εἴτε θηρία ἐσπάραξαν, εἴτε ἰχθύες ἐμέλισαν, ἢ καὶ ὄρνεα διήρπασαν, πάντα ἐν ῥιπῇ ὀφθαλμοῦ παραστήσονται, καὶ θρὶξ μία οὐκ ἀπολειφθήσεται.

Πῶς ὑπενέγκωμεν, ἀδελφοί, ὅταν ἴδωμεν τὸν πύρινον ποταμὸν ἐξερχόμενον μετὰ θυμοῦ, ὥσπερ ἀγρίαν θάλασσαν, καὶ κατεσθίοντα ὄρη καὶ νάπας, καὶ κατακαίοντα πᾶσαν τὴν γῆν καὶ τὰ ἐν αὐτῇ ἔργα; Τότε, ἀγαπητοί, ἐκ τοῦ πυρὸς ἐκείνου οἱ ποταμοὶ ἐκλείψουσιν, αἱ πηγαὶ ἀφανίζονται, τὰ ἄστρα πίπτουσιν, ὁ ἥλιος σβεσθήσεται, ἡ σελήνη παρέρχεται, ὁ οὐρανὸς εἱλίσσεται ὡς βιβλίον, καθὼς γέγραπται. Τότε οἱ Ἄγγελοι ἀποστελλόμενοι περιτρέχουσιν, ἐπισυνάγοντες τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, ὡς ἔφη ὁ Κύριος, ἀπ᾽ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν. Τότε θεασόμεθα οὐρανὸν καινὸν καὶ γῆν καινήν, κατὰ τὸ ἐπάγγελμα αὐτοῦ.