Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν δευτέραν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Η έλευση του Κριτή και η ετοιμασία του φοβερού βήματος

Η εμφάνιση του σημείου του σταυρού, η κάθοδος του Κυρίου με τις αγγελικές δυνάμεις, η ετοιμασία του κριτηρίου και το άνοιγμα των βιβλίων με τις πράξεις των ανθρώπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 7

Πῶς ὑπενέγκωμεν τότε, φιλόχριστοι, ὅταν ἴδωμεν φοβερὸν θρόνον ἑτοιμαζόμενον, καὶ τὸ σημεῖον τοῦ σταυροῦ φαινόμενον, ἐν ᾧ προσηλώθη Χριστὸς ἑκουσίως ὑπὲρ ἡμῶν; Τότε πάντες θεασάμενοι ἐν τῷ ὕψει φανὲν τὸ φοβερὸν καὶ ἅγιον σκῆπτρον τοῦ μεγάλου Βασιλέως, ἐπιγινώσκει λοιπὸν ἕκαστος καὶ μνημονεύει τὸν λόγον τοῦ Κυρίου προειρηκότος· ὅτι φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ· καὶ ἐν πληροφορίᾳ γίνονται πάντες ὅτι ὀπίσω τούτου ὁ Βασιλεὺς μέλλει ἀναφαίνεσθαι.

Ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἀδελφοί μου, ἐννοεῖ ἕκαστος πῶς ἀπαντήσει τῷ φοβερῷ Βασιλεῖ, καὶ ἀναλογίζεται πάσας τὰς πράξεις αὐτοῦ. Εἶτα καὶ θεωρεῖ τὰ ἴδια ἔργα ἔμπροσθεν αὐτοῦ ἱστάμενα, εἴτε ἀγαθά, εἴτε φαῦλα. Τότε πάντες οἱ ἐλεήμονες καὶ οἱ μετανοήσαντες γνησίως χαίρουσι, βλέποντες τὰς εὐχωλάς, ἃς προέπεμψαν. Ὁρῶσι καὶ οἱ συμπαθεῖς τοὺς πτωχοὺς καὶ πένητας, οὓς ἐνταῦθα ἠλέησαν, παρακαλοῦντας καὶ ὑπὲρ αὐτῶν καὶ τὰ ἀγαθὰ αὐτῶν ἐξαγγέλλοντας ἐπὶ Ἀγγέλων καὶ ἀνθρώπων· οἱ δὲ πάλιν τὰ δάκρυα καὶ τοὺς κόπους τοὺς διὰ μετανοίας· καὶ αὐτοὶ ἵστανται ἱλαροὶ καὶ φαιδροὶ καὶ ἔνδοξοι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ τί συντόμως οὐ λέγω τὰ μείζονα; Ὅταν ἀκούσωμεν τῆς μεγάλης ἐκείνης φωνῆς καὶ φοβερᾶς κραυγῆς ἐκ τῶν ὑψωμάτων τοῦ οὐρανοῦ λεγούσης· ἰδοὺ ὁ Νυμφίος ἔρχεται! Ἰδοὺ ὁ Κριτὴς παραγίνεται! Ἰδοὺ ὁ Βασιλεὺς ἀναφαίνεται! Ἰδοὺ ὁ Δικαστὴς τῶν δικαστῶν ἀποκαλύπτεται! Ἰδοὺ ὁ τῶν ὅλων Θεὸς ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς!

Τότε, φιλόχριστοι, ἐκ τῆς κραυγῆς ἐκείνης τρομάζουσι τὰ θεμέλια καὶ οἱ νεφροὶ τῆς γῆς, ἀπὸ περάτων ἕως περάτων, καὶ θάλασσα καὶ πᾶσαι ἄβυσσοι. Τότε, ἀδελφοί, στενοχωρία καὶ φόβος καὶ ἔκστασις ἐπὶ πάντα ἄνθρωπον ἐκ τῆς κραυγῆς καὶ ἠχῆς τῆς σάλπιγγος, καὶ ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ. Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καθὼς γέγραπται.

Τότε προτρέχουσιν Ἄγγελοι· οἱ τῶν Ἀρχαγγέλων χοροὶ συντρέχουσι· Χερουβεὶμ καὶ Σεραφεὶμ καὶ τὰ πολυόμματα ἐν ἰσχύϊ καὶ δυνάμει κράζουσιν· ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ. Τότε πᾶν κτίσμα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ ὑποκάτω γῆς ἐν τρόμῳ καὶ ἰσχύϊ βοήσει· εὐλογημένος ὁ ἐρχόμενος Βασιλεὺς ἐν ὀνόματι Κυρίου.

Τότε σχισθήσονται οἱ οὐρανοὶ καὶ ἀποκαλυφθήσεται ὁ Βασιλεὺς τῶν βασιλευόντων, ὁ ἄχραντος καὶ ἔνδοξος Θεὸς ἡμῶν, ὡς ἀστραπὴ φοβερά, μετὰ δυνάμεως πολλῆς καὶ δόξης ἀνεικάστου, καθὼς καὶ Ἰωάννης ὁ Θεολόγος ἐκήρυξε, λέγων· ἰδοὺ ἔρχεται ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ᾽ αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ποταπὴ ἄρα ψυχὴ θέλει εὑρεθῆναι τότε, ἵνα δυνηθῇ ὑπομεῖναι; Ὅτι ὁ οὐρανὸς καὶ ἡ γῆ φυγῇ χρήσονται, ὥς φησιν ὁ Θεολόγος πάλιν· εἶδον θρόνον λευκὸν μέγαν, καὶ τὸν καθήμενον ἐπ᾽ αὐτόν· οὗ ἀπὸ προσώπου αὐτοῦ ἔφυγεν ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.

Εἶδες τοιοῦτον φόβον ποτέ; Εἶδες τοιαῦτα ἐξαίσια καὶ φοβερὰ πράγματα; Ὁ οὐρανὸς καὶ ἡ γῆ φεύγει! Καὶ τίς λοιπὸν δύναται στῆναι; Ἡμεῖς οἱ ἁμαρτωλοὶ ποῦ φύγωμεν, ὅταν ἴδωμεν θρόνους τιθέντας καὶ τὸν Δεσπότην τῶν ὅλων αἰώνων καθίζοντα; Ὅταν θεωρήσωμεν τὰς ἀναριθμήτους στρατιὰς περιεστώσας κύκλῳ τοῦ θρόνου ἐν φόβῳ; Τότε πληροῦται ἡ προφητεία Δανιήλ· ἐθεώρουν, φησίν, ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισε. Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρεστήκεσαν αὐτῷ· κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.

Μέγας φόβος, ἀδελφοί, ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ φρίκη καὶ ἔκστασις, ὅταν καθίσῃ ἐκεῖνος τὸ ἀπροσωπόληπτον κριτήριον, καὶ ἀνεῳχθῶσιν αἱ φοβεραὶ ἐκεῖναι βίβλοι, ἔνθα γεγραμμένα εἰσὶ καὶ τὰ ἔργα ἡμῶν καὶ οἱ λόγοι καὶ αἱ πράξεις ἡμῶν, ἃ ἐλαλήσαμεν καὶ ἐπράξαμεν ἐν τῷ βίῳ τούτῳ, καὶ ἐνομίσαμεν λανθάνειν τὸν Θεὸν τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς, κατὰ τὸ γεγραμμένον· ὅτι αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠριθμημέναι εἰσίν, ἤγουν οἱ διαλογισμοὶ καὶ τὰ ἐνθυμήματα, περὶ ὧν λόγον ἀποδώσομεν τῷ Κριτῇ.

Ὤ, πόσων δακρύων χρῄζομεν διὰ τὴν ὥραν ἐκείνην, καὶ ἀμελοῦμεν! Ὤ, πόσα κλαύσομεν καὶ στενάξομεν ἑαυτούς, ὅταν ἴδωμεν τὰς μεγάλας ἐκείνας δωρεάς, ἃς μέλλουσι λαμβάνειν παρὰ τοῦ Βασιλέως τῆς δόξης οἱ καλῶς ἀγωνισάμενοι· ὅταν ἴδωμεν τοῖς ὀφθαλμοῖς ἡμῶν τὴν ἀπόρρητον τῶν οὐρανῶν βασιλείαν!

Καὶ πάλιν ἐκ τοῦ ἄλλου μέρους θεασόμεθα τὰς φοβερὰς κολάσεις φαινομένας· μέσον δὲ τούτων πᾶσαν φυλὴν καὶ πᾶσαν πνοὴν ἀνθρώπων, ἀπὸ τοῦ πρωτοπλάστου Ἀδὰμ ἕως τοῦ γεννηθέντος ἔσχατον πάντων, καὶ πάντας μετὰ τρόμου γόνυ κλίνοντας καὶ προσκυνοῦντας ἐπὶ πρόσωπον, κατὰ τὸ γεγραμμένον· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ.

Τότε, φιλόχριστοι, πᾶσα ἡ ἀνθρωπότης ἱσταμένη μέσον τῆς βασιλείας καὶ τῆς κρίσεως, μέσον ζωῆς καὶ θανάτου, μέσον ἀδείας καὶ ἀνάγκης, πάντες τὴν φοβερὰν ὥραν τῆς κρίσεως ἐκδεχόμενοι καὶ οὐδεὶς οὐδενὶ δύναται βοηθῆσαι.