Πορνείᾳ, μοιχείᾳ, ἀκαθαρσίᾳ, ψεύδει, κλοπῇ, φθόνῳ, φαρμακείᾳ, μαντείᾳ, ἐπαοιδίᾳ, θυμῷ, ὀργῇ, βλασφημίᾳ, ἔχθρᾳ, ἔριδι, ζήλῳ. Ἀποτάσσομαι μέθῃ, ἀργολογίᾳ, ὑπερηφανίᾳ, βλακείᾳ. Ἀποτάσσομαι γελοιασμοῖς καὶ κιθαρισμοῖς, ᾄσμασι δαιμονικοῖς, παιδοφθορίαις, ὀρνεοσκοπίαις, ἐπερωτήσεσι πνευμάτων, πεταλογραφίαις. Ἀποτάσσομαι εἰδωλοθύτου, αἵματος, πνικτοῦ καὶ θνησιμαίου. Καὶ τί πολλὰ λέγω; Οὐ γάρ ἐστι καιρὸς πάντα ἐξειπεῖν. Ἀλλὰ παραδράμωμεν τὰ πολλὰ καὶ ἁπλῶς εἴπωμεν· ἀποτάσσομαι πᾶσι τοῖς ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις γινομένοις, καὶ ἐν πηγαῖς καὶ δένδροις καὶ ἐν τριόδοις καὶ βάμμασι καὶ ποτηρίοις καὶ ἑτέροις πολλοῖς ἀτόποις ἔργοις, ἅπερ αἰσχρόν ἐστι καὶ λέγειν. Τούτοις πᾶσι καὶ τοῖς ὁμοίοις τούτων ἀποτασσόμεθα ἐν τῇ τοῦ ἁγίου βαπτίσματος ἀποταγῇ, ἅπερ πάντες γινώσκομεν, ὅτι ἔργα καὶ διδασκαλίαι εἰσὶ τοῦ Διαβόλου.