Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν δευτέραν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Ο διαχωρισμός των ανθρώπων και η αναγγελία της κολάσεως

Η θλίψη του συγγραφέα για τα έσχατα γεγονότα, ο διαχωρισμός των προβάτων από τα ερίφια, οι διαφορετικοί τόποι της κολάσεως και οι ταλανισμοί κατά των αμετανόητων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 7

Δεόμεθά σου, ἵνα ἡμῖν εἴπῃς τὰ ὕστερα τούτων γινόμενα. Λαλήσω ἐν ὀδύνῃ τῆς καρδίας μου ὅτι οὐ δύνασθε ἀκοῦσαι τὰ τούτων ὕστερα γινόμενα· ἀλλὰ παυσώμεθα, φιλόχριστοι. Πάλιν οὖν εἶπον οἱ φιλόχριστοι· μὴ φοβερώτερα τῶν προειρημένων εἰσίν, ὧν παρὰ σοῦ ἠκούσαμεν;

Ὁ διδάσκαλος πάλιν δακρύσας εἶπεν· εἴπω μετὰ δακρύων· οὐδὲ γάρ ἐστι χωρὶς δακρύων ἐκεῖνα διηγήσασθαι· διότι ἔσχατά εἰσιν. Ἀλλ᾽ ἐπειδὴ ἐντολὴν ἔχομεν παρὰ τοῦ Ἀποστόλου, ταῦτα πιστοῖς ἀνθρώποις παρατίθεσθαι, ὑμεῖς δὲ πιστοί ἐστε, ταῦτα παρατίθημι ὑμῖν, καὶ ὑμεῖς δὲ ἑτέροις διδάξατε. Εἴγε καὶ τὴν καρδίαν μου ἀλγῶ ἐπὶ τῇ διηγήσει ταύτῃ, ἀλλὰ συμπαθήσατέ μοι, ἀδελφοὶ εὐλογημένοι.

Τότε γάρ, φιλόχριστοι, μετὰ τὸ ἐρευνηθῆναι καὶ πάντων τὰ ἔργα δημοσιευθῆναι ἐπὶ Ἀγγέλων καὶ ἀνθρώπων, καὶ πάντες οἱ ἐχθροὶ τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ καταργηθῇ πᾶσα ἐξουσία καὶ δύναμις, καὶ καμφθῇ τῷ Θεῷ πᾶν γόνυ, καθὼς γέγραπται, τότε ἀφορίσει αὐτοὺς ἀπ᾽ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· οἱ γὰρ ἔχοντες τὰ καλὰ ἔργα καὶ τοὺς καλοὺς καρποὺς χωρίζονται ἀπὸ τῶν ἀκάρπων καὶ ἁμαρτωλῶν· οἳ καὶ ἐκλάμψουσιν, ὡς ὁ ἥλιος. Οὗτοί εἰσιν οἱ τὰς ἐντολὰς τοῦ Κυρίου φυλάξαντες· οἱ ἐλεήμονες, οἱ φιλόπτωχοι καὶ φιλόρφανοι, οἱ ξενοδοχοῦντες, οἱ τοὺς γυμνοὺς περιβάλλοντες, οἱ τοὺς ἐν φυλακῇ ἐπισκεπτόμενοι, οἱ τῶν καταπονουμένων ἀντιλήπτορες, οἱ τῶν κειμένων ἐπισκέπται, οἱ πενθήσαντες νῦν, καθὼς εἶπεν ὁ Κύριος, οἱ πτωχεύσαντες νῦν διὰ τὸν ἐν οὐρανοῖς κείμενον πλοῦτον, οἱ τὰ παραπτώματα τῶν ἀδελφῶν ἀφιέντες, οἱ τὴν σφραγῖδα τῆς πίστεως φυλάξαντες ἄθραυστον καὶ ἀμόλυντον ἀπὸ πάσης αἱρέσεως· τούτους στήσει ἐκ δεξιῶν.

Τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· οὗτοί εἰσιν οἱ ἄκαρποι, οἱ τὸν Ποιμένα τὸν καλὸν παροξύναντες, οἱ μὴ προσέχοντες ταῖς φωναῖς τοῦ Ἀρχιποίμενος, οἱ σοβαροί, οἱ ἀπαίδευτοι, οἱ τὸν καιρὸν τοῦτον τῆς μετανοίας, ὥσπερ ἔριφοι, παίζοντες καὶ τρυφῶντες· οἵτινες ἐδαπάνησαν ἐν κραιπάλῃ καὶ μέθῃ καὶ ἀσπλαγχνίᾳ τὸν πάντα χρόνον τῆς ζωῆς αὐτῶν, ὥσπερ ἐκεῖνος ὁ πλούσιος, ὁ μηδέποτε ἐλεήσας τὸν πτωχὸν Λάζαρον· διὰ τοῦτο καὶ τῆς ἐξ εὐωνύμων παραστάσεως κατεκρίθησαν, ὡς ἀνελεήμονες καὶ ἄσπλαγχνοι καὶ μὴ ἔχοντες μετανοίας καρπούς, οὐδὲ ἔλαιον ἐν ταῖς λαμπάσιν αὐτῶν. Οἱ δὲ τὸ ἔλαιον ἐκ τῶν πενήτων ἀγοράσαντες καὶ πλήσαντες τὰ ἀγγεῖα αὐτῶν, ἐκ δεξιῶν παρίστανται ἔνδοξοι καὶ ἱλαροί, φαιδρὰς κατέχοντες τὰς λαμπάδας, καὶ ἀκούουσι τῆς μακαρίας ἐκείνης καὶ εὐσπλάγχνου φωνῆς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Οἱ δὲ ἐξ εὐωνύμων τῆς ὀδυνηρᾶς ἐκείνης καὶ σκυθρωπῆς ἀκούσουσιν ἀποφάσεως· πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ὡς οὐκ ἠλεήσατε, οὕτως οὐδὲ νῦν ἐλεηθήσεσθε· ὡς οὐκ ἠκούσατέ μου τῆς φωνῆς, οὕτως οὐδὲ ἐγὼ νῦν εἰσακούσομαι τῶν ὑμετέρων ὀδυρμῶν.

Ἐμοὶ γὰρ οὐ διηκονήσατε· οὐδὲ πεινῶντα ἐθρέψατε, οὐδὲ διψῶντα ἐποτίσατε, οὐδὲ ἐξενοδοχήσατε, οὐδὲ ἐνεδύσατε γυμνητεύοντα, οὐδὲ ἀσθενοῦντά με ἐπεσκέψασθε, οὐδὲ ἐν φυλακῇ ὄντος μου ἤλθετε πρός με. Ἄλλου ἐργάται κυρίου ἐγένεσθε καὶ ὑπουργοί, τουτέστι τοῦ Διαβόλου. Διὰ τοῦτο ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ, ἐργάται τῆς ἀδικίας. Τότε ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

Εἰς μίαν δὲ κόλασιν ἀπέρχονται πάντες, ἢ διάφοροί εἰσι κολάσεις; Διάφοροι τῶν κολάσεων τόποι εἰσίν, ὡς ἐν τῷ Εὐαγγελίῳ ἠκούσαμεν. Ἔστιν οὖν σκότος ἐξώτερον· δῆλον ὅτι καὶ ἄλλο ἐσώτερον. Γέεννα τοῦ πυρὸς τόπος ἄλλος· βρυγμὸς ὀδόντων τόπος ἴδιος· σκώληξ ἀκοίμητος ἐν ἑτέρῳ τόπῳ ἐστίν· ἡ λίμνη τοῦ πυρὸς τόπος ἕτερος· ὁ τάρταρος τόπος ἴδιος· τὸ ἄσβεστον πῦρ ἰδία χώρα· καταχθόνια καὶ ἀπώλεια ἐν ἰδίοις τόποις· κατώτατα γῆς ἄλλος τόπος· ᾅδης ἔνθα ἀποστρέφονται οἱ ἁμαρτωλοὶ καὶ πυθμὴν ᾅδου τόπος χαλεπώτερος.

Ἐν ταύταις ταῖς κολάσεσι καταμερίζονται οἱ ἐλεεινοί, ἕκαστος πρὸς ἀναλογίαν τῶν ἁμαρτημάτων αὐτοῦ, εἴτε σφοδρότερον εἴτε μαλακώτερον, κατὰ τὸ γεγραμμένον, ὅτι σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται· τοιοῦτο δέ ἐστι καὶ τὸ δαρήσεται πολλὰς καὶ ὀλίγας. Ὥσπερ δὲ ὧδέ εἰσι διαφοραὶ κολάσεων, οὕτω καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Οἱ δὲ ἔχοντες κατ᾽ ἀλλήλων ἔχθραν, ἐὰν συμβῇ τούτοις οὕτως ἐκδημῆσαι ἐκ τοῦ σώματος, ἀπαραίτητον κρῖμα εὑρήσουσιν ἐν ὥρᾳ κρίσεως, καὶ ὡς μεμισημένοι εἰς τὸ ἐξώτερον σκότος ἀποπέμπονται καὶ πῦρ ἀτελεύτητον, ὡς καταφρονήσαντες τῆς εὐκόλου τοῦ Κυρίου ἐντολῆς, τῆς λεγούσης· ἀγαπᾶτε ἀλλήλους καὶ συγχωρεῖτε ἕως ἑβδομηκοντάκις ἑπτά. Πᾶς δὲ ὁ ἁμαρτήσας οὐκ ὀφείλει ἀμερίμνως διάγειν, οὐδὲ πάλιν ἀπογινώσκειν· διότι παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστόν, τὸν Θεὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Οὐχὶ τῶν ἀμεριμνούντων, οὐδὲ τῶν ἀνακειμένων καὶ ῥεγχόντων, οὐδὲ τῶν τρυφώντων καὶ γελώντων, ἀλλὰ τῶν πενθούντων καὶ μετανοούντων καὶ βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας, οἳ καὶ παρακληθήσονται ὑπὸ τοῦ Παρακλήτου. Ὁ δὲ ἁμαρτήσας καὶ ἐπιλαθόμενος τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ οὕτως ἐκδημῶν τοῦ σώματος, ἐπὶ τοῦτον ἡ ὀργὴ τοῦ Θεοῦ ἐπιπεσεῖται ἐκείνη, ἣν Μανασσῆς ἐμήνυσεν, εἰπών· ὅτι ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου.

Οὐαὶ τῷ φιλοπόρνῳ. Οὐαὶ τῷ μεθύσῳ. Οὐαὶ τοῖς μετὰ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσιν, οὐδὲ τῶν λόγων αὐτοῦ μνημονεύουσιν. Οὐαὶ τοῖς ἐνυβρίζουσι τὰς θείας Γραφάς. Οὐαὶ τοῖς ἀπολύουσι τὸν καιρὸν τοῦτον τῆς μετανοίας καὶ ἐπιστροφῆς εἰς μετεωρισμοὺς καὶ γελοῖα· ζητήσουσι γὰρ τὸν καιρόν, καὶ οὐ μὴ εὕρωσιν, ὃν κακῶς ἐδαπάνησαν.