Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν δευτέραν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Οι καταδικαστικές αποφάσεις και ο αιώνιος χωρισμός των ασεβών

Η απαρίθμηση των αμαρτημάτων και των αντίστοιχων ποινών, ο οδυνηρός διαχωρισμός των ασεβών από τους δικαίους, ο θρήνος και ο ύστατος αποχαιρετισμός των κολαζομένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 7

Οὐαὶ τοῖς ἐν πνεύμασιν ἐπερωτῶσι πλάνοις, καὶ πρὸς μάντεις ἀπερχομένοις, καὶ προσέχουσι διδασκαλίαις δαιμονίων, ὅτι σὺν αὐτοῖς κατακριθήσονται ἐν τῷ μέλλοντι αἰῶνι. Οὐαὶ τοῖς γράφουσιν ἀδικίαν. Οὐαὶ τοῖς τὰ περίεργα ποιοῦσι, γοητείας καὶ μαντείας καὶ παιδοφθορίας καὶ τὰ ὅμοια τούτοις. Οὐαὶ τοῖς ἀποστεροῦσι μισθὸν μισθωτοῦ, ὅτι ὁ ἀποστερῶν μισθὸν ὡς ὁ ἐκχέων αἷμα. Οὐαὶ τοῖς ἀδίκως δικάζουσι· τοῖς δικαιοῦσι τὸν ἀσεβῆ καὶ τὸ δίκαιον τοῦ δικαίου αἴρουσιν. Οὐαὶ τοῖς μιαίνουσι τὴν ἁγίαν πίστιν ἐν αἱρέσεσιν, ἢ τοῖς αἱρετικοῖς συγκαταβαίνουσιν. Οὐαὶ τοῖς τὸ ἀνίατον πάθος νοσοῦσι, τουτέστι τὸν φθόνον καὶ τὴν βασκανίαν. Καὶ τί πολλὰ λέγω καὶ οὐ κόπτω ταχέως τὸν λόγον; Οὐαὶ πᾶσι τοῖς ἐξ ἀριστερῶν λαχοῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, ὅτι σκοτισθήσονται καὶ πικρὰ δακρύσουσιν, ὅτε ἀκούσωσι τῆς ὀδυνηρᾶς ἐκείνης ἀποφάσεως, τὸ πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι. Ἄλλοι δὲ πάλιν ἀκούσουσι τῆς λυπηρᾶς ἐκείνης ἀποφάσεως, τὸ ἀποστραφήσονται οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην. Ἄλλοι ἀκούσουσι τὸ ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ, ἐργάται τῆς ἀδικίας. Ἄλλοι ἀκούσουσι, δηλονότι οἱ φθονεροί, τὸ ἆρον τὸ σὸν καὶ ὕπαγε.

Καὶ ποῦ ἆρα; Δηλονότι ὅπου οἱ ἀκούσαντες τὸ πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ. Ἕτεροι ἀκούσουσι τὸ δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἐξενέγκατε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἄλλοι, ὡς τὰ ζιζάνια, δεσμευθήσονται εἰς τὸ κατακαῦσαι ἐν τῇ καμίνῳ τοῦ πυρός. Ὥσπερ δὲ πολλοὶ τρόποι τῆς σωτηρίας εἰσίν, οὕτω καὶ πολλαὶ μοναὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ ὥσπερ εἰσὶ πολλοὶ τρόποι τῶν ἁμαρτιῶν καὶ τῶν ἁμαρτημάτων, οὕτω καὶ πολλοὶ τρόποι τῶν κολάσεων.

Ὅσοι ἔχετε δάκρυα καὶ κατάνυξιν, κλαύσατε μετ᾽ ἐμοῦ· ἐγὼ γάρ, ἀδελφοί μου εὐλογημένοι, ἐμνήσθην τοῦ ἐλεεινοῦ ἐκείνου χωρισμοῦ καὶ οὐ δύναμαι φέρειν· ἐν τῇ ὥρᾳ γὰρ ἐκείνῃ τῇ φοβερᾷ διαχωρίζονται ἀπ᾽ ἀλλήλων τὸν ἐλεεινὸν χωρισμόν, καὶ ἀποδημοῦσιν ἕκαστος ἀποδημίαν ἐπιστροφὴν μὴ ἔχουσαν.

Τίς οὕτω λιθοκάρδιος, ὃς οὐ μὴ κλαύσῃ ἀπεντεῦθεν τὴν ὥραν ἐκείνην, ὅταν διαχωρίζωνται ἐπίσκοποι ἀπὸ συνεπισκόπων, πρεσβύτεροι ἀπὸ συμπρεσβυτέρων, διάκονοι ἀπὸ συνδιακόνων, καὶ ὑποδιάκονοι καὶ ἀναγνῶσται ἀπὸ τῶν ἑταίρων αὐτῶν; Τότε διαχωρισθήσονται οἱ ποτὲ βασιλεῖς καὶ κλαύσουσι καὶ ἐλαθήσονται ὡς ἀνδράποδα. Τότε στενάξουσιν ἄρχοντες καὶ πλούσιοι ἄσπλαγχνοι, καὶ ἀποβλέψουσι πανταχόθεν στενοχωρούμενοι, καὶ οὐδεὶς ὁ βοηθῆσαι δυνάμενος. Οὔτε ὁ πλοῦτος φαίνεται, οὔτε οἱ κόλακες παρίστανται, οὔτε εὑρήσουσιν ἔλεος, οὐδὲ γὰρ ἠλέησαν, οὔτε προέπεμψαν, ἵνα εὕρωσι, καθὼς καὶ ὁ Προφήτης λέγει περὶ τῶν τοιούτων, ὅτι ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδέν. Τότε διαχωρίζονται γονεῖς ἀπὸ τέκνων καὶ φίλοι ἀπὸ φίλων. Τότε ἀποχωρίζονται ὀδυνηρῶς συζυγίαι, αἳ οὐκ ἐφύλαξαν τὴν κοίτην αὐτῶν ἀμίαντον.

Τότε διαχωρίζονται οἱ τῷ σώματι μὲν παρθένοι, τῷ δὲ τρόπῳ ἄσπλαγχνοι καὶ ἀπηνεῖς· ἡ γὰρ κρίσις ἀνίλεως τῷ μὴ πράξαντι ἔλεος. Ἀλλὰ παρεάσω τὰ πολλὰ εἰπεῖν, ὅτι συνέχει με φόβος καὶ τρόμος ἐν τῇ διηγήσει ταύτῃ. Καὶ ἵνα συντόμως εἴπω· τότε λοιπὸν ἀπελαύνονται ἐκ τοῦ βήματος καὶ ἀπάγονται ὑπὸ Ἀγγέλων αὐστηρῶν, ὠθούμενοι καὶ τυπτόμενοι καὶ τοὺς ὀδόντας τρίζοντες, καὶ πυκνότερον ἐπιστρεφόμενοι ἰδεῖν τοὺς δικαίους καὶ τὴν χαράν, ὅθεν ἐχωρίσθησαν.

Καὶ βλέπουσι τὸ φῶς ἐκεῖνο τὸ ἀνεκλάλητον· βλέπουσι τὰ κάλλη τοῦ παραδείσου· βλέπουσι τοὺς γνωρίμους ἐν τῇ χαρᾷ ἐκείνῃ· βλέπουσι τὰς μεγάλας ἐκείνας δωρεάς, ἃς λαμβάνουσι παρὰ τοῦ Βασιλέως τῆς δόξης οἱ καλῶς ἀγωνισάμενοι. Εἶτα κατὰ μικρὸν ἀποσχοινιζόμενοι καὶ ἀπορφανιζόμενοι πάντων τῶν δικαίων καὶ φίλων καὶ γνωρίμων, λοιπὸν καὶ αὐτοῦ τοῦ Θεοῦ ἀποκρύπτονται, μηκέτι δυνάμενοι θεωρεῖν τὴν χαρὰν καὶ τὸ φῶς ἐκεῖνο τὸ ἀληθινόν.

Καὶ λοιπὸν προσεγγίζουσιν ἐπὶ τὰς προειρημένας κολάσεις, τοῦ διασπαρῆναι καὶ τοῦ διασκορπισθῆναι ἐν αὐταῖς. Τότε θεωροῦντες τὴν παντελῆ αὐτῶν ἐγκατάλειψιν, καὶ ὅτι πᾶσα ἡ ἐλπὶς αὐτῶν ἀπώλετο, καὶ οὐδεὶς ὁ βοηθῆσαι δυνάμενος ἢ παρακαλέσαι ὑπὲρ αὐτῶν, δικαία γὰρ ἡ κρίσις τοῦ Θεοῦ, τότε λοιπὸν ἐν πικροτάτοις δάκρυσιν ὀλολύζοντες, λέγουσιν· ὤ, πόσον καιρὸν ἀπωλέσαμεν ἐν ἀμελείᾳ! Ἐκεῖ ὁ Θεὸς ἐλάλει διὰ τῶν Γραφῶν, καὶ οὐ προσείχομεν· ὧδε ἡμεῖς βοῶμεν, καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἀποστρέφει ἀφ᾽ ἡμῶν. Τί ὠφέλησαν ἡμῖν τὰ πέρατα τοῦ κόσμου; Ποῦ ὁ πατήρ, ὁ γεννήσας; Ποῦ μήτηρ, ἡ τεκοῦσα; Ποῦ ἀδελφοί; Ποῦ τὰ τέκνα; Ποῦ οἱ φίλοι; Ποῦ ὁ πλοῦτος; Ποῦ τὰ ὑπάρχοντα; Ποῦ οἱ θόρυβοι; Ποῦ τὰ ἄριστα;

Ποῦ ὁ πολὺς καὶ ἄκαρπος δρόμος; Ποῦ οἱ βασιλεῖς καὶ οἱ δυνάσται; Πῶς ἐκ πάντων τούτων οὐδεὶς ἡμᾶς σῶσαι δύναται, οὔτε δὲ ἑαυτοῖς δυνάμεθα βοηθῆσαι, ἀλλὰ παντελῶς ἐγκατελείφθημεν καὶ ἀπὸ τοῦ Θεοῦ, καὶ ἀπὸ τῶν Ἁγίων, καὶ ἀπὸ τῶν ἰδίων χωριζόμεθα; Τί ποιήσωμεν; Ὅτι οὐκέτι καιρὸς μετανοίας· οὐκέτι ἰσχύει παράκλησις· οὐκέτι τῶν δακρύων ὄφελος· οὐκέτι φαίνονται οἱ τὸ ἔλαιον πωλοῦντες πτωχοὶ καὶ πένητες· ἐλύθη γὰρ ἡ πανήγυρις. Ὅτε εἴχομεν καιρὸν καὶ δύναμιν, καὶ οἱ πωλοῦντες μετὰ δακρύων ἔκραζον, ἀγοράσατε, τὰ ὦτα ἡμῶν κλείσαντες οὐκ ἠκούσαμεν, οὐδὲ ἠγοράσαμεν. Νῦν οὖν ἡμεῖς ζητοῦμεν, καὶ οὐχ εὑρίσκομεν. Οὐκέτι ἀνάρρυσις ἡμῶν τῶν ἐλεεινῶν· οὐκέτι ἐλέους τυγχάνομεν· οὐδὲ γάρ ἐσμεν ἄξιοι. Δικαία ἡ κρίσις τοῦ Θεοῦ.

Οὐκέτι ὀψόμεθα τὰ τάγματα τῶν Ἁγίων· οὐκέτι θεασόμεθα τὸ φῶς τὸ ἀληθινόν. Ἀπωρφανίσθημεν ἀπὸ πάντων. Καὶ λοιπὸν τί εἴπωμεν; Σῴζεσθε, πάντες οἱ δίκαιοι. Σῴζεσθε, Ἀπόστολοι καὶ Προφῆται καὶ Μάρτυρες. Σῴζου, ὁ χορὸς τῶν πατριαρχῶν. Σῴζου, τὸ τάγμα τῶν μοναζόντων. Σῴζου, τίμιε καὶ ζωοποιὲ Σταυρέ. Σῴζου, ἡ βασιλεία τῶν οὐρανῶν. Σῴζου, ἡ ἄνω Ἱερουσαλήμ, ἡ μήτηρ τῶν πρωτοτόκων. Σῴζου, ὁ παράδεισος τῆς τρυφῆς. Σῴζου καὶ σύ, Δέσποινα Θεοτόκε, ἡ μήτηρ τοῦ φιλανθρώπου Θεοῦ. Σῴζεσθε, πατέρες καὶ μητέρες, υἱοὶ καὶ θυγατέρες· οὐκέτι ὀψόμεθά τινα ἐξ ὑμῶν. Καὶ λοιπὸν ἀπέρχονται ἕκαστος εἰς ὃν ἡτοίμασεν ἑαυτῷ τόπον τῆς βασάνου διὰ τῶν πονηρῶν αὐτοῦ ἔργων, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.