Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν δευτέραν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Προτροπές για εγρήγορση και αγιογραφικές μαρτυρίες

Προτροπή σε διαρκή ετοιμασία, παράθεση προφητικών και ευαγγελικών χωρίων για την Ημέρα του Κυρίου, και αναφορά στην τεθλιμμένη οδό και τα παραδείγματα των Αγίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 7

Ἰδού, ἠκούσατε, ἀδελφοί μου φιλόχριστοι. Ἰδού, τὴν παράκλησιν ὑμῶν ἐποίησα καὶ τὴν ἐπιθυμίαν ὑμῶν ἐπλήρωσα. Ἰδού, ἔγνωτε τί ἑαυτοῖς εὐτρεπίζομεν. Ἰδού, ἠκούσατε τί κερδαίνουσιν οἱ ἀμελοῦντες καὶ ῥᾳθυμοῦντες καὶ μὴ μετανοοῦντες.

Ἠκούσατε πῶς χλευάζονται οἱ χλευάζοντες τὰς τοῦ Κυρίου ἐντολάς. Ἠκούσατε πῶς ἀπατᾷ καὶ πλανᾷ τοὺς πολλοὺς ὁ ψυχοφθόρος οὗτος βίος. Ἔγνωτε πῶς ἐμπαίζονται οἱ ἐμπαῖκται τῶν θείων Γραφῶν. Μηδεὶς πλανηθῇ, ἀδελφοί μου εὐλογημένοι. Μή τις ἀπιστήσῃ, ὅτι λόγοι εἰσὶ μόνον ψιλοὶ περὶ τῆς κρίσεως λεγόμενοι. Ἀλλὰ ἀκριβῶς καὶ ἀσφαλῶς πάντες πιστεύσωμεν τῷ Κυρίῳ, ὅτι ἐστὶν ἀνάστασις νεκρῶν καὶ κρίσις καὶ ἀνταπόδοσις τῶν τε καλῶν καὶ τῶν φαύλων, κατὰ τὰς θείας Γραφάς. Καὶ πάντα παριδόντες τὰ πρόσκαιρα, περιφρονήσαντες αὐτῶν φροντίσωμεν τὰ τῆς ἀπολογίας καὶ παραστάσεως τοῦ φοβεροῦ βήματος, καὶ τῆς φρικτῆς ἐκείνης ἡμέρας καὶ φοβερᾶς ὥρας. Αὕτη γάρ ἐστιν ἡ ὥρα ἡ πολυστένακτος, ἡ πολυώδυνος, ἡ πολύθλιπτος, ἡ δοκιμάζουσα ὅλον τὸν βίον. Περὶ ταύτης τῆς φρικτῆς ἡμέρας καὶ ὥρας οἱ ἅγιοι Προφῆται καὶ Ἀπόστολοι προεῖπον. Περὶ ταύτης τῆς ἡμέρας καὶ ὥρας ἡ θεία Γραφή, ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, ἐν ταῖς ἐκκλησίαις καὶ παντὶ τόπῳ βοᾷ καὶ διαμαρτύρεται πᾶσι, καὶ παρακαλεῖ, λέγουσα· βλέπετε, γρηγορεῖτε, προσέχετε, νήφετε, προσεύχεσθε, ἐλεεῖτε, γίνεσθε ἕτοιμοι, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν ἢ τὴν ὥραν, ἐν ᾗ ὁ Κύριος ἔρχεται.

Πάντες οὖν, ὡς εἶπον, οἱ θεοφόροι, μετὰ πόνων καὶ δακρύων κράζουσι, προμηνύοντες τῆς ἡμέρας ἐκείνης τὴν ἀνάγκην. Περὶ ταύτης τῆς ἡμέρας ἔλεγεν Ἠσαΐας ὁ προφήτης· ἰδού, Κύριος ἔρχεται καταφθεῖραι πᾶσαν τὴν γῆν καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Καὶ πάλιν ὁ αὐτὸς Προφήτης λέγει· ἰδού, Κύριος ἔρχεται, καὶ ὁ μισθὸς αὐτοῦ μετ᾽ αὐτοῦ καὶ τὸ ἔργον ἑκάστου ἐνώπιον αὐτοῦ.

Ἄλλος Προφήτης βοᾷ, λέγων· ἰδού, Κύριος ἔρχεται, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ, ἢ τίς στήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Ἕτερος δὲ Προφήτης ἀνακράζει, λέγων· Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου. Ἕτερος Προφήτης βοᾷ ἐκ προσώπου Κυρίου, λέγων· ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. Περὶ ταύτης τῆς ἡμέρας ὁ θεόφατος Δαυῒδ ἔλεγεν· ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. Περὶ ταύτης τῆς ἡμέρας βοᾷ καὶ Παῦλος ὁ ἀπόστολος· ἐν ἡμέρᾳ, ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου. Καὶ πάλιν λέγει· βλέπετε πῶς περιπατεῖτε· φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Βοᾷ δὲ καὶ ὁ μακάριος Πέτρος, ὁ κορυφαῖος τῶν Ἀποστόλων, περὶ τῆς ἡμέρας ἐκείνης, λέγων· ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτί, οὕτως ἔρχεται, δι᾽ ἣν οἱ οὐρανοὶ πυρούμενοι λυθήσονται, καὶ στοιχεῖα καυσούμενα τήκεται. Καὶ τί λέγω περὶ Προφητῶν καὶ Ἀποστόλων; Αὐτὸς ὁ Δεσπότης ἡμῶν καὶ Κύριος περὶ τῆς ἡμέρας ἐκείνης προεμαρτύρατο, λέγων· βλέπετε μήποτε βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιος ἐφ᾽ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη· ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

Γρηγορεῖτε οὖν, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται· καὶ ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης τῆς ἀπαγούσης εἰς τὴν ζωήν.

Δι᾽ αὐτῆς, ἀδελφοί μου, βαδίσωμεν τῆς ὁδοῦ, ἵνα ζωὴν αἰώνιον κληρονομήσωμεν· ὁ γὰρ ταύτην βαδίζων, δῆλον ὅτι τὴν ζωὴν κληρονομήσει τὴν αἰώνιον. Αὕτη γὰρ ἡ ὁδός ἐστιν ἡ ζωή. Εἰ γὰρ καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν, ἀλλ᾽ ἡμεῖς, ἀγαπητοί, μὴ ἀποτύχωμεν αὐτῆς. Μηδεὶς ἐξ ὑμῶν ἔξω αὐτῆς βαδίσῃ, ἵνα μὴ εἰς ἀπώλειαν ἀπέλθῃ, καθὼς καὶ ὁ Προφήτης λέγει· μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. Ἀκούσωμεν τοῦ Δεσπότου λέγοντος· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἐγώ εἰμι ἡ ζωή. Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται. Ἐγώ εἰμι ἡ ὁδός· ὁ ἐμοὶ ἀκολουθῶν οὐ μὴ προσκόψει, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.

Ταύτην οὖν τὴν μακαρίαν ὁδὸν βαδίσωμεν, ἣν ἐβάδισαν πάντες οἱ ποθήσαντες τὸν Χριστόν. Ταύτης τὰ βαδίσματα θλιβερά, ἀλλ᾽ ἡ ἀνάπαυσις μακαρία. Ταύτης τὰ βαδίσματα σκυθρωπά, ἀλλ᾽ ἡ ἀνταπόδοσις χαρά. Ταύτης τὰ βαδίσματα στενά, ἀλλὰ τὸ κατάλυμα εὐρύχωρον. Ταύτης τὰ βαδίσματα μετάνοια, νηστεία, προσευχή, ἀγρυπνία, ταπεινοφροσύνη, πτωχεία πνευματική, περιφρόνησις σαρκός, ἐπιμέλεια ψυχῆς, χαμοκοιτία, ἀλουσία, ξηροφαγία, πεῖνα, δίψα, γυμνότης, ἐλεημοσύνη, δάκρυα, πένθος, στεναγμός, γονυκλισίαι, ἀτιμίαι, διωγμοί, ἁρπαγαί, κολαφισμοί, κόποι διὰ τῶν χειρῶν, κίνδυνοι, ἐπιβουλαί, τὸ λοιδορεῖσθαι καὶ ὑπομένειν, τὸ μισεῖσθαι καὶ μὴ μισεῖν, τὸ κακὰ πάσχειν καὶ καλὰ ἀποδιδόναι, τὸ ἀφιέναι τοῖς ὀφειλέταις τὰ ὀφειλήματα, τὸ τιθέναι τὴν ψυχὴν ὑπὲρ τῶν φίλων, τέλος δέ, τὸ ἐκχεῦσαι τὸ αἷμα ὑπὲρ τοῦ Χριστοῦ, ὅταν ὁ καιρὸς ἀπαιτῇ. Ταύτης τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ τὰ βαδίσματα εἴ τις ἔχει, μακαρίαν λήψεται τὴν ἀνταπόδοσιν τὴν τῶν οὐρανῶν, ἧς οὐκ ἔστι τέλος ποτέ.

Πλατεῖα δὲ ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν. Ταύτης τὰ βαδίσματά εἰσι πρὸς μὲν τὸ παρὸν χαροποιά, ἀλλ᾽ ἐκεῖθεν λυπηρά. Ἔνθεν γλυκέα, ἐκεῖθεν δὲ πικρότερα χολῆς. Ἔνθεν ἐλαφρά, ἐκεῖθεν δὲ βαρέα καὶ ἐπώδυνα. Ὧδε φαίνονται ὡς μηδαμινὰ καὶ οὐδὲν ὄντα, ἐκεῖ δὲ ὥσπερ θῆρες ἄγριοι κυκλοῦσι τοὺς ἐπιτελοῦντας καὶ μὴ μετανοοῦντας, κατὰ τὸν λόγον τοῦ Προφήτου· φησὶ γάρ· ἐν ἡμέρᾳ πονηρᾷ ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με· τουτέστιν ἡ πονηρία τοῦ βίου τούτου, ἤγουν τῆς πλατείας ὁδοῦ τὰ βαδίσματα, ἅπερ καὶ ὁ Ἀπόστολος ἐν μέρει ἀπηρίθμησε, λέγων· ἅτινά ἐστι πορνεία, μοιχεία, ἀσέλγεια, εἰδωλολατρία, ἔρις, ζῆλος, θυμός, διχοστασία, φθόνοι, φόνοι καὶ τὰ ὅμοια τούτοις. Τῆς πλατείας ὁδοῦ εἰσι τὰ βαδίσματα ὡσαύτως δὲ καὶ γελοῖα, κραυγαί, τρυφαί, κιθάραι, αὐλοί, χορεύματα, λουτρά, μαλακὰ ἐνδύματα, ἄριστα πολυτελῆ, κρότοι χειρῶν καὶ θόρυβοι, ὕπνοι ἀμέριμνοι, στρωμναὶ ἁπαλαὶ καὶ κλῖναι διάφοροι, ἀδηφαγία, μισαδελφία, τὸ δὲ πάντων χεῖρον, ἀμετανόησις καὶ τὸ μηδέποτε μνημονεύειν τῆς ἐξόδου τῆς ἐκ τοῦ βίου.

Ταῦτά εἰσι τὰ βαδίσματα τῆς χαλεπῆς ἐκείνης ὁδοῦ, ἣν πολλοί εἰσιν οἱ ὁδεύοντες, διὸ καὶ τὸ κατάλυμα ἐπιτήδειον εὑρήσουσιν. Ἀντὶ τῆς τρυφῆς τὴν πεῖναν, ἀντὶ τῆς μέθης τὴν δίψαν, ἀντὶ τῆς ἀναπαύσεως τὴν ὀδύνην, ἀντὶ τοῦ γέλωτος τὸν ὀδυρμόν, ἀντὶ τῆς κιθάρας τὸν κλαυθμόν, ἀντὶ τῆς πολυσαρκίας τὸν σκώληκα, ἀντὶ τῆς ἀμεριμνίας τὴν οἰκονομίαν, ἀντὶ τῶν χορευμάτων τὸ εἶναι μετὰ τῶν δαιμόνων, ἀντὶ τῶν περιεργιῶν καὶ γοητειῶν καὶ λοιπῶν ἐπιτηδευμάτων πονηρῶν τὸ ἐξώτερον σκότος, τὴν γέενναν πυρὸς καὶ τὰ τούτων ὅμοια, ἅπερ εἰσὶν αἱ νομαὶ τοῦ θανάτου, ἔνθα ποιμαίνει τὰ ἴδια πρόβατα καὶ τοὺς ἰδίους μαθητὰς καὶ φίλους, τοὺς βαδίζοντας τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδόν, κατὰ τὸν λόγον τοῦ Προφήτου· φησὶ γάρ· ὡς πρόβατα ἐν ᾅδῃ ἔθετο· θάνατος ποιμανεῖ αὐτούς. Ἡμεῖς δέ, ἀγαπητοὶ ἀδελφοί, ἐκκλίνοντες ἐκ τῆς χαλεπῆς ἐκείνης ὁδοῦ, ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ ζητήσουσιν εἰσελθεῖν καὶ οὐχ εὑρήσουσι. Καὶ πολλὰ ἕτερα ὁ Κύριος καὶ πάντες οἱ θεοφόροι ὅμοια τούτοις βοῶσι.

Ταύτην τὴν ἡμέραν κατὰ νοῦν λαβόντες οἱ ἅγιοι Μάρτυρες, οὐκ ἠλέησαν τὰ ἑαυτῶν σώματα, ἀλλὰ πᾶν εἶδος κολαστηρίων ὑπέμειναν, χαίροντες τῇ ἐλπίδι τῶν στεφάνων. Ἄλλοι ἐν ἐρημίαις καὶ ὄρεσιν, ἐν νηστείᾳ καὶ παρθενίᾳ ἠγωνίσαντο, καὶ νῦν ἀγωνίζονται, οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες, τὸ ἀσθενέστερον μέρος, καὶ τὴν στενὴν πύλην καὶ τεθλιμμένην ὁδὸν βαδίσασαι ἥρπασαν τὴν βασιλείαν τῶν οὐρανῶν. Τίς οὖν ὑπομενεῖ τὴν αἰσχύνην ἐκείνην, ὅτε γυναῖκες στεφανωθήσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ πολλοὶ ἄνδρες καταισχύνονται;

Οὐκ ἔστι γὰρ ἐκεῖ ἄρσεν καὶ θῆλυ, ἀλλ᾽ ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Οὐ μόνον δὲ ἐν ταῖς ἐρήμοις καὶ ὄρεσι τοῦτο γέγονεν, ἀλλὰ πολλῷ μᾶλλον ἐν ταῖς πόλεσι καὶ ἐν ταῖς κώμαις καὶ ἐν ταῖς νήσοις καὶ ἐν ταῖς ἐκκλησίαις τὰ πλήθη τῶν σῳζομένων ἐξέλαμψαν, σπουδαίως ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι τὰς ἐντολὰς τοῦ Δεσπότου φυλάξαντες· ἐπίσκοποι, πρεσβύτεροι, διάκονοι καὶ τὰ λοιπὰ τάγματα τῆς Ἐκκλησίας· βασιλεῖς τε καὶ ἄρχοντες, ἀρχαί τε καὶ ἐξουσίαι. Οὐ γὰρ ὁ Δεσπότης Θεὸς διαφορὰς ἐποίησεν, ἢ προετίμησε τόπον τοῦ τόπου, ἀλλ᾽ οὕτως ἔφη· ὅπου ἐὰν ὦσιν εἰς τὸ ἐμὸν ὄνομα συνηγμένοι, τουτέστι καὶ ἐν ἐρημίᾳ καὶ ἐν ὄρεσιν, ἢ ἐν σπηλαίοις ἢ ἐν πόλεσιν ἢ ἐν κώμαις ἢ ἐν νήσοις ἢ ἐν παντὶ τόπῳ τῆς δεσποτείας μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, καὶ μετ᾽ αὐτῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος, καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἐγὼ ποιμανῶ αὐτοὺς εἰς ἀπεράντους αἰῶνας.

Ἐκεῖνο τὸ φοβερὸν δικαστήριον καὶ τὸν ἀκολάκευτον Δικαστὴν ἐννοῶν ὁ μακάριος Δαυΐδ, καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην τοῖς δάκρυσιν ἔβρεχε, καὶ παρεκάλει τὸν Θεόν, λέγων· Κύριε, μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, μηδὲ θελήσῃς εἰπεῖν δίκην μετ᾽ ἐμοῦ, φιλάνθρωπε. Πάσης γὰρ ἀπολογίας ἀπορῶν, διὰ τοῦτο δυσωπῶ τὴν σὴν ἀγαθότητα, μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου· ἐὰν γὰρ τοῦτο βουληθῇς ποιῆσαι, οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὁρᾶτε, ἀδελφοί, τὸν μακάριον Δαυῒδ φοβούμενον τὴν ἡμέραν ἐκείνην καὶ ὥραν, παρακαλοῦντά τε καὶ πρὸς ἀπολογίαν εὐτρεπιζόμενον.