Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν δευτέραν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Προοίμιο και κλήση σε πνευματική εγρήγορση

Εισαγωγική προτροπή προς τους πιστούς για προετοιμασία εν όψει της ελεύσεως του Κυρίου μέσω της άσκησης και των αρετών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Εἰς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Προσέλθετε καὶ δεῦτε, υἱοὶ φωτός, ἀκούσατε τῆς εὐλογημένης φωνῆς καὶ μακαρίας ἐκείνης τοῦ Σωτῆρος ἡμῶν τῆς λεγούσης πρὸς ἡμᾶς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν βασιλείαν τῶν οὐρανῶν.

Βλέπετε, ἀδελφοί μου, μηδεὶς ὑμῶν στερηθῇ τῆς μακαρίας ταύτης κληρονομίας. Ἰδοὺ γὰρ ἐπὶ θύραις ἐστί. Φῶς ἐκ Φωτὸς κατέβη πρὸς ἡμᾶς, καὶ φωτίσας ἡμᾶς ἀνήνεγκε πρὸς τὸ φῶς. Κατέβη πρὸς ἡμᾶς γενόμενος ὡς ἡμεῖς, ἵνα ἡμᾶς ὁμοίους αὑτῷ ποιήσῃ. Ὁ Ἀθάνατος πρὸς τοὺς θνητοὺς κατῆλθε, καὶ ποιήσας αὐτοὺς ἀθανάτους ἀνέβη πάλιν πρὸς τὸν Πατέρα. Νῦν ἔρχεται μετὰ δόξης τοῦ εὐλογημένου Πατρὸς κρῖναι ζῶντας καὶ νεκρούς. Ὁδὸς ἡμῖν γέγονε πλήρης φωτὸς καὶ δόξης, ἵνα ἡμεῖς ἐν φωτὶ βαδίσωμεν πρὸς τὸν Πατέρα.

Δεῦτε, ἀγαπητοί, βαδίσωμεν εἰς τὴν ὁδὸν ἣν ὁ Κύριος ἔδειξεν ἡμῖν, ἵνα μετὰ χαρᾶς φθάσωμεν εἰς τὴν αὐτοῦ βασιλείαν. Λάβωμεν ἐπισιτισμὸν καὶ ἔλαιον εἰς τὰ ἀγγεῖα ἡμῶν, οὐκ ἔστι γὰρ ὀλίγον τὸ μῆκος τῆς ὁδοῦ ἐκείνης. Περιζώσωμεν οὖν τὰς ὀσφύας ἡμῶν εἰλικρινείᾳ καὶ ἀληθείᾳ, ὡς ἄνθρωποι καὶ δοῦλοι γνήσιοι ἐκδεχόμενοι τὸν ἴδιον Δεσπότην. Ἀνάψωμεν τὰς λαμπάδας ἡμῶν, καὶ γενναίως νήψωμεν· προσδοκῶμεν γὰρ τὸν Κύριον ἡμῶν ἐκ τῶν οὐρανῶν δέξασθαι. Μὴ οὖν νυστάζωμεν, ἵνα μὴ σβέννυνται αἱ λαμπάδες ἡμῶν. Ἰδοὺ ἦλθεν· ἡ νὺξ προέκοψε, καὶ ἡ ἡμέρα ἤγγικεν. Υἱοὶ τοῦ φωτός, φθάσατε εἰς τὸ φῶς. Ἐξέλθετε μετὰ χαρᾶς εἰς ἀπάντησιν τοῦ Κυρίου ἡμῶν. Δείξατε αὐτῷ τὰς ἀρετὰς ὑμῶν. Προσενέγκατε αὐτῷ τὴν ἄσκησιν καὶ τὴν ἐγκράτειαν ὑμῶν· τὰ δάκρυα καὶ τὴν ἀκτημοσύνην ὑμῶν.

Μὴ οὖν ῥᾳθυμήσητε, μὴ ὀκνήσητε, μὴ νυστάζητε, μηδὲ ὑπνώσητε. Μηδεὶς ὑμῶν εἰς τὰ ὀπίσω βλεπέτω, ἀλλὰ τὸ ὄμμα τῆς ψυχῆς ἀναγέτω εἰς τὸ κάλλος ἐκεῖνο τὸ ἐπουράνιον. Ἄνω ἔχετε τὸ ὄμμα εἰς τὴν χαρὰν ἐκείνην, κληρονόμοι τοῦ Πατρὸς καὶ συγκληρονόμοι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ.