Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν δευτέραν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Η θεία συγκατάβαση και η τελική ανταπόδοση
Αναφορά στις σωτήριες δωρεές του Χριστού και στη διάκριση μεταξύ δικαίων, μαρτύρων, ασκητών και ραθύμων κατά την τελική κρίση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η θεία συγκατάβαση και η τελική ανταπόδοση
Αναφορά στις σωτήριες δωρεές του Χριστού και στη διάκριση μεταξύ δικαίων, μαρτύρων, ασκητών και ραθύμων κατά την τελική κρίση.
Ἀγαπητοί μου, ἐὰν ἀμελήσωμεν ἐν τῷ βραχεῖ καιρῷ τούτῳ, οὐκ ἔχομεν ἀπολογίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ. Πρόφασιν γὰρ οὐχ εὑρήσομεν περὶ τῶν ἁμαρτιῶν· τοῦ γὰρ Κυρίου καὶ Σωτῆρος ἡμῶν καταβάντος ἐπὶ γῆς πρὸς ἡμᾶς, πᾶσα ἡμῶν πρόφασις ἀνῄρηται· ἐχαρίσατο γὰρ ἡμῖν ἐλθὼν τὴν ζωὴν τὴν αἰώνιον. Ἐχθροὶ ἦμεν, καὶ κατηλλάγη ἡμῖν· γήϊνοι, καὶ ἐπουράνιοι γεγόναμεν· θνητοί, καὶ ἀθάνατοι ἐκλήθημεν· υἱοὶ σκότους, καὶ υἱοὶ φωτὸς ἐγενόμεθα· αἰχμάλωτοι, καὶ ἀνεκλήθημεν· δοῦλοι ἁμαρτίας, καὶ ἠλευθερώθημεν· πτωχοί, καὶ ἐπλουτίσθημεν· ἀπολλύμενοι, καὶ εὑρέθημεν· μισητοί, καὶ ἠγαπήθημεν· ἄδικοι, καὶ ἐδικαιώθημεν· οὐκ ἠλεημένοι, καὶ ἠλεήθημεν· ἁμαρτωλοί, καὶ ἐσώθημεν· ἐσκορπισμένοι, καὶ συνήχθημεν· γῆ καὶ σποδός, καὶ υἱοὶ Θεοῦ γεγόναμεν· γυμνοί, καὶ ἐσκεπάσθημεν· γεγόναμεν καὶ κληρονόμοι τοῦ Θεοῦ, καὶ συγκληρονόμοι τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ. Ἰδοὺ ταῦτα πάντα ἐχαρίσατο ἡμῖν ὁ Κύριος ἡμῶν· τί οὖν ἀνταποδώσωμεν αὐτῷ ἡμεῖς, ἀγαπητοί μου;
Δεῦτε ῥίψωμεν ἀφ᾽ ἡμῶν πᾶσαν φροντίδα καὶ μέριμναν τοῦ ματαίου αἰῶνος τούτου, καὶ μετὰ σπουδῆς μεγάλης καὶ προθυμίας πολλῆς δουλεύσωμεν αὐτῷ μόνῳ. Ἰδοὺ γὰρ ἡ ἡμέρα αὐτοῦ ἤγγικεν ἀληθῶς, καὶ ἡ παρουσία αὐτοῦ ἔφθασεν εἰς ἡμᾶς ἀκριβῶς. Δεῦτε οὖν, ἀδελφοί μου, ἑαυτοὺς ἑτοιμάσωμεν καὶ γρηγορήσωμεν, ἐκδεχόμενοι τὸν Κύριον ἡμῶν καὶ ἀθάνατον Νυμφίον. Ἰδοὺ γὰρ ἔλαμψεν, ἰδοὺ ἀνέτειλεν, ἰδοὺ ἦλθεν. Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Υἱοὶ τοῦ φωτός, φθάσατε εἰς τὸ φῶς. Ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ μετὰ χαρᾶς. Δείξατε αὐτῷ τὰς ἀρετὰς ὑμῶν. Προσενέγκατε αὐτῷ τὴν ἄσκησιν καὶ τὴν ἐγκράτειαν ὑμῶν· τὰς ἀγρυπνίας καὶ τὸν κόπον ὑμῶν· τὰ δάκρυα καὶ τὴν ἀκτημοσύνην ὑμῶν. Μὴ οὖν ῥᾳθυμήσητε, μηδὲ νυστάζητε, μηδὲ ὑπνώσητε. Μηδεὶς ὑμῶν εἰς τὰ ὀπίσω βλεπέτω, ἀλλὰ τὸ ὄμμα τῆς ψυχῆς ὑμῶν ἄνω βλεπέτω, εἰς τὸ κάλλος ἐκεῖνο τὸ ἐπουράνιον.
Ἄνω ἔχε τὸ ὄμμα εἰς τὴν χαρὰν ἐκείνην τοῦ ἀθανάτου Νυμφίου, ἧς κορέννυται ἡ ψυχὴ ἡμῶν ἀπὸ τῆς θεωρίας τῆς δόξης αὐτοῦ καὶ τῆς λαμπρότητος καὶ εὐμορφίας. Ὁ πεινῶν ὑπομεινάτω· ἰδοὺ γὰρ ἡ τράπεζα τῆς βασιλείας ἐκδέχεται αὐτόν. Ὁ διψῶν καρτερησάτω· ἰδοὺ γὰρ ἡ τρυφὴ τοῦ παραδείσου ἡτοίμασται αὐτῷ. Ὁ ἀγρυπνῶν καὶ ψάλλων καὶ εὐχόμενος καὶ κλαίων ἐδυναμωθήτω, ὅτι ἡ χαρὰ τοῦ νυμφῶνος τοῦ Κυρίου αὐτοῦ παρακαλέσει αὐτόν. Ταῦτα οὖν εἰδότες πάντα, μηδὲν ἐπὶ τῆς γῆς κτησώμεθα, ἀδελφοί μου ἀγαπητοί· ἕκαστος ἡμῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔχει δεῖξαι ποίαν ἀρετὴν ἐκτήσατο ἐνταῦθα, ἢ ποίους πόνους ὑπέμεινεν, ἢ ποίαν ἄσκησιν, ἢ ποίαν ἀγρυπνίαν ἐπεδείξατο.
Ἄρα, ἀδελφοί μου, ὅταν δεικνύωσιν οἱ μάρτυρες τὰ τραύματα τῶν αἰκισμῶν καὶ βασάνων, καὶ οἱ γενναῖοι ἀσκηταὶ τὴν ἄσκησιν καὶ τὴν ἐγκράτειαν αὐτῶν, καὶ τὴν ὑπομονὴν καὶ τὴν θλῖψιν αὐτῶν, καὶ τὴν ἀκτημοσύνην αὐτῶν, ἄρα οἱ ῥᾴθυμοι καὶ ὀκνηροὶ καὶ ἀδιάφοροι ἐν τίνι καυχήσονται; Ἐν τῇ χαυνότητι αὐτῶν καὶ ἐν τῇ ῥᾳθυμίᾳ αὐτῶν καὶ ἀπωλείᾳ αὐτῶν; Οὐαὶ αὐτοῖς ὅτι ἠμέλησαν κακῶς! Οὐαὶ αὐτοῖς ὅτι ἐρρᾳθύμησαν!
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.