Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν ματαιότητα τοῦ βίου καὶ εἰς τὴν μετάνοιαν

Ἐφραίμ ὁ Σύρος

Τελική προτροπή σε μετάνοια και καταληκτήρια δοξολογία

Υπενθύμιση της αιώνιας κολάσεως, προτροπή σε άμεση μετάνοια και προσευχητική επίκληση του θείου ελέους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Ἡ ἐκκοπὴ ἔφθασεν. Ὁ Θεὸς ἐκέλευσεν, ἀθλία ψυχή, ἐξελθεῖν σε ἐν πύλαις αἰωνίοις κατὰ τὰς πράξεις σου. Οὐκ ἔστι σοι λοιπὸν ἐλπίς· οὐκ ἔστι σοι λοιπὸν σωτηρία, ἀλλ᾽ αἰώνιος τιμωρία. Ταῦτα ἀκούοντες καὶ πιστεύοντες ἀληθινά, καὶ οὐ μύθους, ἀγωνισώμεθα πρὸ τῆς ὥρας ἐκείνης εὐτρεπισμένοι εἶναι, κἂν ἐν συνηθείᾳ ἐν ἁμαρτίαις ἐσμέν, ἀλλὰ ἀνακόψωμεν ταῖς μετανοίαις. Μὴ πλανηθῶμεν, ἀδελφοί· κρίσις ἐστὶ καὶ κόλασις αἰώνιος, καὶ πῦρ ἄσβεστον, καὶ σκώληξ ἀτέλευτος, καὶ σκότος ἐξώτερον, καὶ τάρταρος, καὶ βρυγμὸς ὀδόντων, καὶ κλαυθμός, ὡς ὁ Κύριος ἐν Εὐαγγελίοις ὅλων τούτων ἐμνημόνευσε, καὶ οὐ ψεύδεται· ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

Διὸ φοβηθῶμεν καὶ φρίξωμεν πάντες οἱ ἐν ἁμαρτίαις ζήσαντες, καὶ σπουδάσωμεν μετὰ τῶν Ἁγίων συναριθμηθῆναι διὰ τῆς μετανοίας. Μὴ εἴποις μοι, ἔκλεψα, ἐφόνευσα, καὶ οὐ δέχεταί με ὁ Θεός· ἐπόρνευσα, καὶ οὐκ ἀκούει μου ὁ Θεός. Μηδὲν τοιοῦτον εἴποις· δέχεται πάντας· ὡς τὸν λῃστήν, ὡς τὴν πόρνην, ὡς τὸν τελώνην. Μόνον μὴ ἀφυπνώσωμεν, παρακαλῶ, μὴ ῥᾳθυμήσωμεν κρούοντες διὰ μετανοίας καὶ λέγοντες· ἄνοιξον ἡμῖν, Δέσποτα, ἄνοιξον ἡμῖν ἀναξίως τοῖς ταπεινοῖς καὶ ἁμαρτωλοῖς διὰ τὸ ὄνομά σου τὸ ἅγιον. Μὴ κλείσῃς· δυσωπήθητι.

Μὴ στερήσῃς ἡμᾶς τοῦ ἐλέους σου, τῆς δόξης σου, τῆς βασιλείας σου· σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν τῶν πτωχῶν καὶ ἀπηλπισμένων, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.