Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν μεταμόρφωσιν τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Αντιπαραβολές μεταξύ της θείας δόξης και της ανθρώπινης κενώσεως

Ρητορική προσέγγιση του μυστηρίου της Θείας Οικονομίας, όπου αντιπαραβάλλονται το μεγαλείο της θεότητας και η ταπείνωση της σαρκώσεως του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Αὐτὰ τὰ πράγματα μαρτυροῦσι καὶ αἱ δυνάμεις αὐτοῦ αἱ θεϊκαὶ διδάσκουσι τοὺς διακριτικοὺς ὅτι ἐστὶ Θεὸς ἀληθινός, καὶ τὰ πάθη αὐτοῦ δηλοῦσιν ὅτι ἐστὶν ἄνθρωπος ἀληθινός. Καὶ ἐὰν οὐ πληροφοροῦνται οἱ ἀσθενεῖς τῇ διανοίᾳ, ἀποτίσουσι δίκην ἐν τῇ ἡμέρᾳ αὐτοῦ τῇ φοβερᾷ. Εἰ οὐκ ἦν σάρξ, Μαρία ἐν τῷ μέσῳ τί παρήχθη;

Καὶ εἰ μὴ ἦν Θεός, Γαβριὴλ Κύριον τίνα ἐκάλει; Εἰ οὐκ ἧν σάρξ, ἐν φάτνῃ τίς ἀνέκειτο; Καὶ εἰ μὴ ἦν Θεός, Ἄγγελοι καταβάντες τίνα ἐδόξαζον; Εἰ οὐκ ἦν σάρξ, σπαργάνοις τίς εἱλίσσετο; Καὶ εἰ μὴ ἦν Θεός, οἱ ποιμένες τίνα προσεκύνουν; Εἰ οὐκ ἧν σάρξ, Ἰωσὴφ τίνα περιέτεμε; Καὶ εἰ μὴ ἦν Θεός, ὁ ἀστὴρ ἐν οὐρανῷ εἰς τιμὴν τίνος ἔτρεχεν; Εἰ οὐκ ἦν σάρξ, Μαρία τίνα ἐθήλαζε; Καὶ εἰ μὴ ἦν Θεός, οἱ μάγοι δῶρα τίνι προσέφερον; Εἰ οὐκ ἦν σάρξ, ὁ Συμεὼν ἐν ἀγκαλίσι τίνα ἐβάσταζε; Καὶ εἰ μὴ ἦν Θεός, τίνι ἔλεγεν, ἀπόλυσόν με μετ᾽ εἰρήνης; Εἰ οὐκ ἦν σάρξ, Ἰωσὴφ τίνα λαβὼν εἰς Αἴγυπτον ἔφυγε; Καὶ εἰ μὴ ἦν Θεός, τό, ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου, ἐπὶ τίνι ἐπληρώθη; Εἰ οὐκ ἦν σάρξ, Ἰωάννης τίνα ἐβάπτισε; Καὶ εἰ μὴ ἦν Θεός, ὁ Πατὴρ ἐξ οὐρανοῦ τίνι ἔλεγεν, οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα;

Εἰ οὐκ ἦν σάρξ, τίς ἐνήστευσε καὶ ἐπείνασεν ἐν τῇ ἐρήμῳ; Καὶ εἰ μὴ ἦν Θεός, οἱ Ἄγγελοι καταβάντες τίνι διηκόνουν; Εἰ οὐκ ἦν σάρξ, τίς ἐκλήθη εἰς τοὺς γάμους ἐν Κανᾷ τῆς Γαλιλαίας; Καὶ εἰ μὴ ἦν Θεός, τὸ ὕδωρ εἰς οἶνον τίς μετέβαλεν; Εἰ οὐκ ἦν σάρξ, οἱ ἄρτοι εἰς χεῖρας τίνος ἔκειντο; Καὶ εἰ μὴ ἦν Θεός, ὄχλους καὶ χιλιάδας ἐκτὸς γυναικῶν καὶ παιδίων ἐν ἐρήμῳ τίς ἐχόρτασεν ἐκ πέντε ἄρτων καὶ δύο ἰχθύων; Εἰ οὐκ ἦν σάρξ, ἐν τῷ πλοίῳ τίς ἐκάθευδε; Καὶ εἰ μὴ ἦν Θεός, τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ τίς ἐπετίμα; Εἰ οὐκ ἦν σάρξ, Σίμων ὁ Φαρισαῖος μετὰ τίνος ἤσθιε; Καὶ εἰ μὴ ἦν Θεός, τὰ πλημμελήματα τῆς ἁμαρτωλοῦ τίς συνεχώρει; Εἰ μὴ ἦν σάρξ, ἐπάνω τοῦ φρέατος κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας τίς ἐκάθητο; Καὶ εἰ μὴ ἦν Θεός, ὕδωρ ζῶν τῇ Σαμαρείτιδι τίς ἐδίδου καὶ ἤλεγχεν ὅτι πέντε ἄνδρας ἔσχεν; Εἰ μὴ ἦν σάρξ, ἐνδύματα ἀνθρώπου τίς ἐφόρει; Καὶ εἰ μὴ ἦν Θεός, δυνάμεις τίς ἐποίει καὶ θαύματα;

Εἰ μὴ ἦν σάρξ, εἰς τὴν γῆν τίς ἔπτυσε καὶ πηλὸν ἐποίησε; Καὶ εἰ μὴ ἦν Θεός, ἐκ τοῦ πηλοῦ ὀφθαλμοὺς τίς ἀναβλέπειν ἠνάγκαζεν; Εἰ μὴ ἦν σάρξ, ἐν τῷ μνημείῳ τοῦ Λαζάρου τίς ἔκλαιε; Καὶ εἰ μὴν ἦν Θεός, νεκρὸν ὄντα τετραήμερον κελευστικῶς τίς ἐξέβαλεν; Εἰ μὴ ἦν σάρξ, ἐπὶ τοῦ πώλου τίς ἐκάθισε; Καὶ εἰ μὴ ἦν Θεός, οἱ ὄχλοι μετὰ δόξης εἰς ἀπάντησιν τίνος ἐξήρχοντο; Εἰ μὴ ἦν σάρξ, οἱ Ἰουδαῖοι τίνα ἐκράτησαν;

Καὶ εἰ μὴ ἦν Θεός, τίς ἐκέλευσε τῇ γῇ καὶ ἐπὶ πρόσωπον αὐτοὺς ἔρριψεν; Εἰ οὐκ ἦν σάρξ, ῥαπισμῷ τίς ἐρραπίζετο; Καὶ εἰ μὴ ἦν Θεός, τὸ ὠτίον τὸ ἀποτμηθὲν διὰ τοῦ Πέτρου τίς ἐθεράπευσε καὶ ἀποκατέστησεν εἰς τὸν τόπον αὐτοῦ; Εἰ οὐκ ἦν σάρξ, τὸ πρόσωπον τίνος ἐμπτύσματα ἐδέχετο; Καὶ εἰ μὴ ἦν Θεός, Πνεῦμα Ἅγιον εἰς τὰ πρόσωπα τῶν Ἀποστόλων τίς ἐνεφύσησεν; Εἰ οὐκ ἦν σάρξ, ἔμπροσθεν τοῦ Πιλάτου ἐν τῷ κριτηρίῳ τίς παρίστατο; Καὶ εἰ μὴ ἦν Θεός, τὴν γυναῖκα τοῦ Πιλάτου κατ᾽ ὄναρ τίς ἐφόβει; Εἰ οὐκ ἦν σάρξ, ἱμάτια τίνος ἀπέδυσαν καὶ ἐμερίσαντο οἱ στρατιῶται;

Καὶ εἰ μὴ ἦν Θεός, ὁ ἥλιος πῶς ἐσκοτίσθη ἐπὶ τοῦ σταυροῦ; Εἰ οὐκ ἦν σάρξ, ἐν τῷ σταυρῷ τίς ἐκρέματο; Καὶ εἰ μὴ ἦν Θεός, τὴν γῆν ἐκ θεμελίων τίς ἔσεισεν; Εἰ οὐκ ἦν σάρξ, ἥλοις τίνος χεῖρες καὶ πόδες ἡλώθησαν; Καὶ εἰ μὴ ἦν Θεός, τὸ καταπέτασμα τοῦ ναοῦ πῶς ἐσχίσθη καὶ αἱ πέτραι ἐρράγησαν καὶ οἱ τάφοι ἀνεῴχθησαν;

Εἰ οὐκ ἦν σάρξ, Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες, τίς ἔκραξε; Καὶ εἰ μὴ ἦν Θεός, Πάτερ, συγχώρησον αὐτοῖς, τίς εἶπεν; Εἰ οὐκ ἦν σάρξ, ἐν τῷ σταυρῷ μετὰ τῶν λῃστῶν τίς ἐκρέματο; Καὶ εἰ μὴ ἦν Θεός, τῷ λῃστῇ πῶς ἔλεγε, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ; Εἰ οὐκ ἦν σάρξ, ὄξος καὶ χολὴν τίνι προσήνεγκαν; Καὶ εἰ μὴ ἦν Θεός, ὁ ᾅδης τίνος φωνὴν ἀκούσας ἐτρόμησεν; Εἰ οὐκ ἦν σάρξ, ἡ λόγχη πλευρὰν τίνος ἔνυξε, καὶ ἐξῆλθεν αἷμα καὶ ὕδωρ; Καὶ εἰ μὴ ἦν Θεός, πύλας ᾅδου τίς συνέτριψε καὶ δεσμὰ διέρρηξε, καὶ κελεύσει τίνος νεκροὶ ἀποκεκλεισμένοι ἐξήρχοντο;

Εἰ οὐκ ἦν σάρξ, οἱ Ἀπόστολοι ἐν τῷ ὑπερῴῳ τίνα εἶδον; Καὶ εἰ μὴ ἦν Θεός, τῶν θυρῶν κεκλεισμένων πῶς εἰσῆλθεν; Εἰ οὐκ ἦν σάρξ, τίνος ἐν χερσὶ πληγὰς ἥλων καὶ λόγχης ἐν πλευρᾷ ἐψηλάφησε Θωμᾶς; Καὶ εἰ μὴ ἦν Θεός, τίνι ἀνέκραζεν, ὁ Κύριός μου καὶ ὁ Θεός μου; Εἰ οὐκ ἦν σάρξ, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος τίς ἔφαγε;

Καὶ εἰ μὴ ἦν Θεός, ἐν κελεύσματι τὸ δίκτυον τίνος ἐγεμίσθη; Εἰ οὐκ ἦν σάρξ, οἱ Ἀπόστολοι καὶ οἱ Ἄγγελοι τίνα ἐθεάσαντο ἀναλαμβανόμενον εἰς τὸν οὐρανόν; Καὶ εἰ μὴ ἦν Θεός, ὁ οὐρανὸς τίνι ἠνοίχθη, καὶ αἱ δυνάμεις τίνι προσεκύνησαν τρόμῳ, καὶ ὁ Πατὴρ τίνα προετρέπετο, κάθου ἐκ δεξιῶν μου; Καθώς φησι καὶ Δαυΐδ· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, καὶ τὰ ἑξῆς. Εἰ οὐκ ἦν Θεὸς καὶ ἄνθρωπος, ψευδὴς ἡ σωτηρία ἡμῶν λοιπόν, ψευδεῖς καὶ αἱ φωναὶ τῶν Προφητῶν.