Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν μεταμόρφωσιν τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Τελική χριστολογική ομολογία και δοξολογία

Η μαρτυρία του Ιωάννη, η διατύπωση του τριαδικού δόγματος, η ομολογία της Εκκλησίας και η καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Ἀλλ᾽ ἠλήθευσαν οἱ Προφῆται, καὶ ἀψευδεῖς αὐτῶν αἱ μαρτυρίαι. Ἃ ἐκελεύθησαν, τὸ Πνεῦμα τὸ Ἅγιον δι᾽ αὐτῶν ἐλάλει. Διὸ καὶ Ἰωάννης ὁ ἁγνός, ὁ ἐπὶ τῷ στήθει τῆς φλογὸς ἀναπεσών, ἐπικουρῶν τὰς τῶν Προφητῶν φωνάς, θεολογῶν ἐν Εὐαγγελίοις, ἐδίδαξεν ἡμᾶς, λέγων· ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ὁ ἐκ Θεοῦ Θεὸς Λόγος, καὶ ἐκ Πατρὸς Υἱὸς μονογενής, ὁμοούσιος τῷ Πατρί· ὁ ὢν ἐκ τοῦ ὄντος προαιώνιος Λόγος· ἐκ Πατρὸς γεννηθεὶς ἄνευ μητρὸς πρὸ πάντων τῶν αἰώνων ἀρρήτως.

Ὁ αὐτὸς ἐπ᾽ ἐσχάτων τίκτεται ἐκ θυγατρὸς ἀνθρώπου, ἐκ Μαρίας τῆς παρθένου, ἄνευ πατρός, Θεὸς σεσαρκωμένος, φορέσας ἐξ αὐτῆς σάρκα· καὶ γενόμενος ἄνθρωπος, ὅπερ οὐκ ἦν, μείνας Θεός, ὅπερ ἦν, ἵνα τὸν κόσμον σώσῃ. Καὶ αὐτός ἐστιν ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ μονογενὴς ἐκ Πατρός, καὶ ἐκ μητρὸς μονογενής.

Ὁμολογῶ τὸν αὐτὸν Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἐν δύο ταῖς φύσεσι καθ᾽ ὑπόστασιν, ἤτοι πρόσωπον, ἡνωμέναις γνωριζόμενον ἀδιαιρέτως τε καὶ ἀσυγχύτως καὶ ἀτρέπτως· σάρκα ἐνδυσάμενον τὴν ἐμψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, κατὰ πάντα γενόμενον ἡμῖν ὁμοιοπαθῆ, δίχα μόνης τῆς ἁμαρτίας. Ὁ αὐτὸς ἐπίγαιος καὶ οὐράνιος, πρόσκαιρος καὶ ἀΐδιος, ἠργμένος καὶ ἄναρχος, ἄχρονος καὶ ὑπὸ χρόνον, κτιστὸς καὶ ἄκτιστος, παθητὸς καὶ ἀπαθής, Θεὸς καὶ ἄνθρωπος, κατ᾽ ἄμφω τέλειος, εἷς ἐν δύο, καὶ ἐν δυσὶν εἷς. Ἓν πρόσωπον τοῦ Πατρὸς καὶ ἓν πρόσωπον τοῦ Υἱοῦ καὶ ἓν πρόσωπον τοῦ Ἁγίου Πνεύματος. Μία θεότης, μία δύναμις, μία βασιλεία ἐν τρισὶ προσώποις ἤτοι ὑποστάσεσιν. Οὕτω δοξάζομεν τὴν Ἁγίαν Μονάδα ἐν Τριάδι, καὶ τὴν Ἁγίαν Τριάδα ἐν Μονάδι. Ἐν ᾧ ἔκραξεν ὁ Πατὴρ ἐξ οὐρανοῦ· οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε.

Ταῦτα ἐδέξατο ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ Ἐκκλησία. Ἐν αὐτῇ τῇ Ἁγίᾳ Τριάδι βαπτίζει εἰς ζωὴν αἰώνιον. Εἰς αὐτὴν ἁγιάζει ἰσοτιμίᾳ, καὶ εἰς αὐτὴν ὁμολογεῖ ἀμερίστως, ἀχωρίστως, καὶ αὐτῇ προσκυνεῖ μὴ σφαλλομένη, καὶ ὁμολογεῖ καὶ δοξάζει. Αὐτῇ τῇ τρισυποστάτῳ Μονάδι πρέπει δόξα, εὐχαριστία, τιμή, κράτος, μεγαλωσύνη· τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.