Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν μεταμόρφωσιν τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Η άνοδος στο όρος, η φανέρωση του φωτός και η εμφάνιση των Προφητών

Θεολογική ανάλυση της ανόδου στο όρος, της φανερώσεως της θείας δόξης, της συνάντησης με τον Μωυσή και τον Ηλία, καθώς και της αναγκαιότητας του Πάθους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει τὸν Σίμωνα Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, εἰς ὄρος ὑψηλὸν λίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὸ πρόσωπον αὐτοῦ ἔλαμψεν, ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκά, ὡς τὸ φῶς. Ἄνδρες, οὓς εἶπεν ἵνα μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν τύπον τῆς ἐλεύσεως αὐτοῦ, οὗτοί εἰσιν οὓς παραλαβὼν ἀνήγαγεν εἰς τὸ ὄρος καὶ ἔδειξεν αὐτοῖς πῶς μέλλει ἔρχεσθαι ἐν τῇ ἡμέρᾳ τῇ ἐσχάτῃ ἐν τῇ δόξῃ τῆς θεότητος αὐτοῦ καὶ ἐν τῷ σώματι τῆς ἀνθρωπότητος αὐτοῦ.

Ἀνήγαγε δὲ αὐτοὺς εἰς τὸ ὄρος, ἵνα δείξῃ αὐτοῖς τίς ὁ Υἱός, καὶ τίνος. Ὅταν γὰρ ἠρώτησεν αὐτούς· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Λέγουσιν αὐτῷ· οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν Προφητῶν. Διὰ τοῦτο ἀναφέρει αὐτοὺς εἰς τὸ ὄρος, καὶ δείκνυσιν αὐτοῖς ὅτι οὐκ ἔστιν Ἠλίας, ἀλλὰ Θεὸς τοῦ Ἠλία· οὐδὲ πάλιν Ἱερεμίας, ἀλλ᾽ ὁ ἁγιάσας Ἱερεμίαν ἐν τῇ κοιλίᾳ τῆς μητρός· οὐδὲ εἷς τῶν Προφητῶν, ἀλλ᾽ ὁ Κύριος τῶν Προφητῶν, ὁ καὶ πέμψας αὐτούς. Καὶ δείκνυσιν αὐτοῖς ὅτι αὐτός ἐστιν ὁ ποιητὴς οὐρανοῦ καὶ γῆς, καὶ αὐτός ἐστι Κύριος ζώντων καὶ νεκρῶν. Ἐκέλευσε γὰρ τῷ οὐρανῷ καὶ κατήγαγε τὸν Ἠλίαν, καὶ ἔνευσε τῇ γῇ καὶ ἀνέστησε τὸν Μωσῆν.

Ἀνήγαγεν αὐτοὺς εἰς τὸ ὄρος, ἵνα δείξῃ αὐτοῖς ὅτι αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθεὶς καὶ ἐπ᾽ ἐσχάτων ἐκ τῆς Παρθένου σαρκωθείς, ὡς οἶδεν αὐτός, ἀσπόρως τεχθεὶς καὶ ἀφράστως, ἄφθορον διατηρήσας τὴν παρθενίαν· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Ἐνῴκησε γὰρ ἐν τῇ μήτρᾳ τῆς Παρθένου ὁ Θεὸς Λόγος, καὶ οὐ κατέφλεξε τὸ πῦρ τῆς θεότητος αὐτοῦ τὰ μέλη τοῦ σώματος τῆς Παρθένου, ἀλλὰ καὶ παρεφύλαξεν ἐν τῇ τοῦ ἐννεαμηνιαίου χρόνου παρακαταστάσει. Ἐνῴκησεν ἐν τῇ μήτρᾳ τῆς Παρθένου, μὴ βδελυξάμενος τὸ δυσῶδες τῆς φύσεως, καὶ ἐξ αὐτῆς προῆλθε Θεὸς σεσαρκωμένος, ἵνα ἡμᾶς σώσῃ.

Ἀνήγαγεν αὐτοὺς εἰς τὸ ὄρος, ἵνα δείξῃ αὐτοῖς τὴν δόξαν τῆς θεότητος, καὶ γνωρίσῃ αὐτοῖς ὅτι αὐτός ἐστιν ὁ λυτρούμενος τὸν Ἰσραήλ, καθὼς διὰ τῶν Προφητῶν ἐδήλωσε, καὶ μὴ σκανδαλισθῶσιν ἐν αὐτῷ, βλέποντες αὐτοῦ τὰ ἑκούσια πάθη, ἃ ἔμελλε πάσχειν δι᾽ ἡμᾶς ἀνθρωπίνως. Ἐγνώριζον γὰρ αὐτὸν ἄνθρωπον, καὶ οὐκ ᾔδεισαν ὅτι ἐστὶ Θεός. Ἐγνώριζον αὐτὸν υἱὸν Μαρίας, ἄνθρωπον συναναστρεφόμενον αὐτοῖς ἐν τῷ κόσμῳ, καὶ ἐγνώρισεν αὐτοῖς ἐν τῷ ὄρει ὅτι αὐτός ἐστιν Υἱὸς Θεοῦ καὶ Θεός. Εἶδον αὐτόν, ὅτι ἤσθιε καὶ ἔπινε, καὶ ἐκοπία καὶ ἀνεπαύετο, καὶ ἐνύσταζε καὶ ἐκοιμᾶτο, καὶ ἐφοβεῖτο καὶ ἵδρου, ἃ τῇ φύσει τῆς θεότητος αὐτοῦ οὐχ ἥρμοζον, εἰ μὴ μόνον τῇ ἀνθρωπότητι, καὶ διὰ τοῦτο ἀναφέρει αὐτοὺς εἰς τὸ ὄρος, ἵνα ὁ Πατὴρ φωνήσῃ τὸν Υἱὸν καὶ δείξῃ αὐτοῖς ὅτι Υἱὸς αὐτοῦ ἐστιν ἐν ἀληθείᾳ καὶ Θεός.

Ἀνήγαγεν αὐτοὺς εἰς τὸ ὄρος καὶ ἔδειξεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ πρὸ τοῦ πάθους αὐτοῦ, καὶ τὴν δύναμιν αὐτοῦ πρὸ τοῦ θανάτου αὐτοῦ, καὶ τὴν δόξαν αὐτοῦ πρὸ τῆς ὕβρεως αὐτοῦ, καὶ τὴν τιμὴν αὐτοῦ πρὸ τῆς ἀτιμίας αὐτοῦ, ἵνα, ὅταν κρατηθῇ καὶ σταυρωθῇ ὑπὸ τῶν Ἰουδαίων, γνώσωνται ὅτι οὐ δι᾽ ἀσθένειαν ἐσταυρώθη, ἀλλ᾽ ὅτι εὐδοκίᾳ αὐτοῦ ἑκουσίως εἰς σωτηρίαν τοῦ κόσμου.

Ἀνήγαγεν αὐτοὺς εἰς τὸ ὄρος καὶ δείκνυσιν αὐτοῖς τὴν δόξαν τῆς θεότητος αὐτοῦ πρὸ τῆς ἀναστάσεως, ἵνα, ὅταν ἐκ νεκρῶν ἀναστῇ ἐν τῇ δόξῃ τῆς φύσεως τῆς θεότητος αὐτοῦ, γνώσωνται ὅτι οὐχ ὑπὲρ τοῦ κόπου αὐτοῦ ἔλαβε τὴν δόξαν, ὡς ἐνδεής, ἀλλ᾽ ἦν αὐτοῦ πρὸ αἰώνων, σὺν τῷ Πατρὶ καὶ μετὰ τοῦ Πατρός, καθὼς εἶπεν ἐρχόμενος ἐπὶ τὸ ἑκούσιον πάθος· Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.

Αὐτὴν οὖν τὴν δόξαν τῆς θεότητος αὐτοῦ, ἄδηλον καὶ κεκρυμμένην ἐν τῇ ἀνθρωπότητι, ἀπέδειξε τοῖς Ἀποστόλοις ἐν τῷ ὄρει. Εἶδον γὰρ τὸ πρόσωπον αὐτοῦ ὡς ἀστραπὴν λάμπον καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς. Δύο ἡλίους οἱ μαθηταὶ ἔβλεπον· ἕνα ἐν τῷ οὐρανῷ, κατὰ τὸ ἔθος, καὶ ἕνα, παρὰ τὸ ἔθος· ἕνα τὸν φαίνοντα καὶ τὸν κόσμον καταυγάζοντα ἐν τῷ στερεώματι 〈καὶ〉 ἕνα αὐτοῖς μόνοις φαίνοντα, τὸ πρόσωπον αὐτοῦ εἰς αὐτούς. Τὰ δὲ ἱμάτια αὐτοῦ λευκά, ὡς τὸ φῶς, ἔδειξεν, ὅτι ἐξ ὅλου τοῦ σώματος αὐτοῦ ἔβρυεν ἡ δόξα τῆς θεότητος αὐτοῦ, καὶ ἐξ ὅλων τῶν μελῶν αὐτοῦ ἔλαμψε τὸ φῶς αὐτοῦ. Οὐ γὰρ ὡς Μωσῆς ἔξωθεν ἡ σὰρξ αὐτοῦ ἔλαμψεν ἐν εὐπρεπείᾳ, ἀλλ᾽ ἐξ αὐτοῦ ἔβρυεν ἡ δόξα αὐτοῦ τῆς θεότητος. Ἀνέτειλε τὸ φῶς αὐτοῦ, καὶ ἐν αὐτῷ συνήχθη. Οὔτε γὰρ εἰς ἄλλο μέρος ἀπῆλθε καὶ εἴασεν αὐτόν, ὅτι οὐκ ἦλθεν ἐκ πλαγίου ἑτέρου καὶ ἐκόσμησεν αὐτόν, οὔτε ἐν χρήσει αὐτοῦ ἦν. Καὶ οὐχ ὅλην τὴν ἄβυσσον τῆς δόξης αὐτοῦ παρέδειξεν, ἀλλ᾽ ὅσον ἐχώρησε τὸ μέτρον τῶν κορῶν ὀφθαλμῶν αὐτῶν.

Καὶ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας λαλοῦντες μετ᾽ αὐτοῦ. Καὶ οἱ λόγοι αὐτῶν οἱ μετ᾽ αὐτοῦ τοιοῦτοι ἦσαν· χάριν ὡμολόγουν αὐτῷ, ὅτι οἱ λόγοι αὐτῶν ἐπληρώθησαν, καὶ πάντων τῶν σὺν αὐτοῖς Προφητῶν, ἐν τῇ παρουσίᾳ αὐτοῦ. Προσκύνησιν αὐτῷ προσέφερον ὑπὲρ τῆς σωτηρίας, ἧς ἐποίησε τῷ κόσμῳ τῷ γένει τῶν ἀνθρώπων· καὶ τὸ μυστήριον ὃ ἐζωγράφησαν αὐτοί, αὐτὸς ἔργῳ ἐπλήρωσε. Χαρὰ τοῖς Προφήταις καὶ τοῖς Ἀποστόλοις ἐν αὐτῇ τῇ ἀναβάσει τοῦ ὄρους ἐγένετο. Ἐχάρησαν οἱ Προφῆται ἰδόντες τὴν ἀνθρωπότητα αὐτοῦ, ἣν οὐκ ᾔδεισαν. Ἐχάρησαν δὲ καὶ οἱ Ἀπόστολοι ἰδόντες τὴν δόξαν τῆς θεότητος αὐτοῦ, ἣν οὐκ ἔγνωσαν, καὶ ἀκούσαντες τῆς φωνῆς τοῦ Πατρὸς μαρτυρούσης τῷ Υἱῷ· καὶ δι᾽ αὐτῆς ἔγνωσαν τὴν ἐνανθρώπησιν αὐτοῦ, ἥτις ἦν ἄδηλος παρ᾽ αὐτοῖς. Καὶ ἐπίστωσεν αὐτούς, μετὰ τῆς φωνῆς τοῦ Πατρός, ἡ φανεῖσα δόξα τοῦ σώματος αὐτοῦ, ἐκ τῆς ἐν αὐτῷ ἑνωθείσης ἀτρέπτως καὶ ἀσυγχύτως θεότητος. Καὶ ἐσφραγίσθη ἡ μαρτυρία τῶν τριῶν ἐν τῇ πατρικῇ φωνῇ, καὶ τῷ Μωσῇ καὶ τῷ Ἠλίᾳ, οἵτινες παρειστήκεσαν αὐτῷ, ὡς δοῦλοι, καὶ εἷς τὸν ἕτερον ἔβλεπον· οἱ Προφῆται τοὺς Ἀποστόλους, καὶ οἱ Ἀπόστολοι τοὺς Προφήτας. Εἶδον ἐκεῖ ἀλλήλους οἱ ἀρχηγοὶ τῆς παλαιᾶς διαθήκης τοὺς ἀρχηγοὺς τῆς νέας. Εἶδε Μωσῆς ὁ ἅγιος τὸν Σίμωνα ἁγιασθέντα· εἶδεν ὁ οἰκονόμος τοῦ Πατρὸς τὸν ἐπίτροπον τοῦ Υἱοῦ.

Ὁ μὲν ἔσχισε θάλασσαν τοῦ περιπατεῖν λαὸν ἐν μέσῳ κυμάτων, ὁ δὲ ἤγειρε σκηνὴν τοῦ οἰκοδομῆσαι τὴν Ἐκκλησίαν. Εἶδεν ὁ παρθένος τῆς παλαιᾶς διαθήκης τὸν παρθένον τῆς νέας· Ἠλίας τὸν Ἰωάννην. Ὁ ἀναβὰς ἐπὶ τὸ ἅρμα τοῦ πυρὸς τὸν ἀναπεσόντα ἐπὶ τὸ στῆθος τῆς φλογός. Καὶ ἐγένετο τὸ ὄρος εἰς τύπον τῆς Ἐκκλησίας, καὶ ἥνωσεν ἐν αὐτῷ ὁ Ἰησοῦς τὰς δύο διαθήκας, ἃς ἀπεδέξατο ἡ Ἐκκλησία, καὶ ἐγνώρισεν ἡμῖν ὅτι αὐτός ἐστιν ὁ δοτὴρ τῶν δύο. Ἡ μία παρέλαβε τὰ μυστήρια αὐτοῦ· ἡ ἑτέρα ἐφανέρωσε τὴν δόξαν τῶν ἔργων αὐτοῦ.

Εἶπε Σίμων· καλὸν ἡμῖν ἐστιν ὧδε εἶναι, Κύριε. Ὦ Σίμων, τί λέγεις; Ἐὰν ὧδε μένωμεν, τὸν λόγον τῶν Προφητῶν τίς πληροῖ; Τὰ ῥήματα τῶν κηρύκων τίς σφραγίζει; Τὰ μυστήρια τῶν δικαίων τίς τελειοῖ; Εἰ ὧδε μένωμεν, τό, ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐπὶ τίνι πληροῦται; Τό, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, τίνι ἁρμόζει; Τό, ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος, τίνι συμβήσεται; Τό, ἐν νεκροῖς ἐλεύθερος, τίς βεβαιοῖ; Ἐὰν ὧδε μένωμεν, τὸ χειρόγραφον τοῦ Ἀδὰμ τίς σχίσει; Καὶ τὸ χρέος αὐτοῦ τίς ἀποτίσει; Καὶ τὸ ἔνδυμα τῆς δόξης αὐτῷ τίς ἀποκαθιστᾷ; Ἐὰν ὧδε μένωμεν, ἃ εἶπόν σοι, πῶς γενήσονται; Ἡ Ἐκκλησία πῶς οἰκοδομηθήσεται;

Τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν πῶς λήψῃ παρ᾽ ἐμοῦ; Τίνα δήσεις; Τίνα λύσεις; Ἐὰν ὧδε μένωμεν, ἀργοῦσι πάντα τὰ ῥηθέντα διὰ τῶν Προφητῶν. Εἶπε πάλιν· ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ Ἠλίᾳ μίαν. Ὁ Σίμων ἐπέμφθη οἰκοδομῆσαι τὴν Ἐκκλησίαν ἐν τῷ κόσμῳ, καὶ ἔστι ποιῶν σκηνὰς ἐν τῷ ὄρει· ἀκμὴν γὰρ ἀνθρωπίνως προσεῖχε τῷ Ἰησοῦ, καὶ μετὰ Μωσέως καὶ Ἠλία κατέστησεν αὐτόν. Καὶ παρ᾽ αὐτὰ ἔδειξεν αὐτῷ ὅτι οὐ χρῄζει τῆς σκηνῆς αὐτοῦ· αὐτὸς γὰρ ἦν ὁ ποιήσας τοῖς πατράσιν αὐτοῦ σκηνὴν νεφέλης ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη. Ἔτι γὰρ αὐτοῦ λαλοῦντος, ἰδοὺ νεφέλη φωτὸς ἐπεσκίασεν αὐτούς.