Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν πόρνην
Εισαγωγή στο πρότυπο της μετανοίας
Εισαγωγή στην ομιλία, ρητορική αντιπαραβολή της προθυμίας της πόρνης με την πνευματική αμέλεια των πιστών και μετάβαση στη διήγηση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγή στο πρότυπο της μετανοίας
Εισαγωγή στην ομιλία, ρητορική αντιπαραβολή της προθυμίας της πόρνης με την πνευματική αμέλεια των πιστών και μετάβαση στη διήγηση.
Ὁμιλία εἰς τὴν πόρνην Ἁπλοῦς ἡμῖν ὁ κάματος καὶ εὐμήχανον τὸ ζήτημα περὶ δικαιοσύνης· τανῦν ἐξεύρηται περὶ τῆς πόρνης, ἥτις ἡμᾶς εἰς πίστιν τελείαν προσκαλεῖται, εἴγε καὶ ἡμεῖς ἐθελήσωμεν, διὰ τῆς ἐκείνης προτροπῆς εἰς ὑπακοὴν ἐλθόντες, κερδῆσαι τὸν μέγαν ἐκεῖνον καὶ πολύτιμον μαργαρίτην, δι᾽ ὃν ἡ βασιλεία τῶν οὐρανῶν ἀξιοπρεπῶς ὀνομάζεται· δι᾽ ὃν κλῆσις ἐθνῶν προεγένετο καὶ μετανοίας οὐρανῶν θέσπισμα προήχθη· δι᾽ ὃν καθαίρεσις ἁμαρτιῶν προεκηρύχθη καὶ μάστιγες αἱ παρὰ τοῦ Ἐχθροῦ διαλύεσθαι νενομοθέτηνται· δι᾽ ὃν φῶς ἀΐδιον τοῖς πιστοῖς ηὐτρέπισται καὶ πολλὴ ἀνεκδιήγητος χαρὰ τοῖς ἀγαπῶσι τὸν Κύριον ἐκλάμπειν προσδοκᾶται· δι᾽ ὃν ζωὴ ἀτελεύτητος ἐπήγγελται τοῖς θεοσεβῶς ζῆν προῃρημένοις· δι᾽ ὃν κἀγὼ λαβὼν παρρησίαν πολλὴν ἐκ τῶν προκειμένων ἀγαθῶν, διέξειμι πᾶσιν ὑμῖν τοῖς ἀγαπητοῖς καὶ τιμίοις ἐν Κυρίῳ ἀδελφοῖς.
Οὐ μηκύνω τὸν λόγον, ἀλλὰ παρεκτείνω τὴν προθυμίαν ὑμῶν, εἰς τὸ μαθητεύεσθαι πάντας τῇ καλῇ καὶ ἀγαθῇ μετανοίᾳ τῆς εἰρημένης γυναικός· ὃ γὰρ ἔδει, τὴν παρθενίαν νικῆσαι τὴν πορνείαν, ἡ τῆς πορνείας πολύδακρυς μετάνοια τὴν παρθενίαν ὑπερήττησεν· ἀλλὰ τοῦτο γέγονεν, ἵνα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ ἡ θεία καὶ ἀληθὴς φωνὴ πληρωθῇ ἡ λέγουσα· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Δίκαιον οὖν ἡμᾶς, ἀγαπητοί, κατασπεῖραι τοῖς εὐγνωμόνως τὸν λόγον ἀποδεχομένοις, ὅπως καὶ τίνα τρόπον προσδραμοῦσα τῇ πολλῇ καὶ ἀναιδεστάτῃ τόλμῃ τὴν πηγὴν τῶν δακρύων προσήγαγεν ἐπὶ τῆς πλακὸς τῆς καρδίας τῷ καλῷ καὶ ἀγαθῷ ἰατρῷ, ὥσπερ ἐπί τινος δίσκου πολυτίμου, ἵνα τὴν βαθύγειον δεξαμενὴν τῶν ἁμαρτημάτων ἀπαλείψῃ.
Ἐκείνη τῆς πίστεως ἀγνωσίαν ἔχουσα, τὸν πιστὸν καὶ τίμιον μαργαρίτην ὠνήσατο διὰ βραχέων ξενικῶν· καὶ ἡμεῖς οἱ τῆς πίστεως ὑπέρμετρον ἔχοντες τὴν χάριν, οὔτε λόγῳ τοῦτον. Ἐκείνη τὴν πορνείαν σπουδαίως ἐπώλησε καὶ τὴν ἁγνείαν ἐκτήσατο· ἡμεῖς δὲ τῆς παρθενίας ἀμελήσαντες, τὰς τῆς ἀσεβείας πράξεις ἐπορισάμεθα.
Ἐκείνη διὰ τῆς ἀκτημοσύνης τὴν δικαιοσύνην ἠγόρασεν· ἡμεῖς δὲ πολυκτήμονες ὄντες, τὴν πλεονεξίαν ὡς ἐγκράτειαν ἐκτησάμεθα. Ἐκείνη τὴν ἀπόδοσιν τοῦ χρέους, τῶν δηναρίων μὴ ἀπαιτουμένη, ἐποιήσατο, καὶ τὸ χειρόγραφον διὰ τῆς ἀφέσεως ἐκομίσατο, τὴν τῆς εὐγνωμοσύνης δόξαν τίμιον δῶρον εἶναι ἡγησαμένη· ἡμεῖς δὲ πλείοσιν ὑποκείμενοι χρέεσιν ἐγκληματικοῖς, οὐδεμίαν αἰτίαν ἀναλῦσαι σπουδάζομεν. Ἐκείνη τὸ δένδρον τῆς ζωῆς ὁλόκληρον ἐκαρπώσατο· ἡμεῖς δὲ τὴν ῥίζαν τῆς κακίας καὶ τῆς ὑπερηφανίας κεκτήμεθα, μὴ γινώσκοντες ὅτι μετ᾽ ὀλίγον ἡμᾶς ὁ τῆς ἀπωλείας καιρὸς διαδέξεται, καὶ τῶν ἀγαθῶν ἄκαρποι μείναντες, κολάσεως κληρονόμοι γενώμεθα. Ἡ τῆς ἁμαρτίας καὶ τῆς δυσωδίας σύνευνος, ἀπροσδόκητα προσάγουσα δάκρυα, τὴν ἀληθινὴν ἄμπελον ἐτρύγησε· καὶ ἡμεῖς οὔτε τῆς ἀγαθῆς ὑπακοῆς δοῦλοι γενέσθαι θέλομεν πώποτε, ἵνα σώσωμεν τὰς ἑαυτῶν ψυχὰς ἐκ θανάτου.
Πολλῶν τοίνυν ὄντων ὁσίων ἀνδρῶν καὶ ἀξίων τοῦ Κυρίου ἡμῶν, τῶν ἀνυμνούντων εὐσεβῶς τὸν ἄχραντον Δεσπότην, ἠξιώθην κἀγώ, ἀνάξιος ὑπάρχων, σὺν αὐτοῖς δοξολογῆσαι ἐν χάριτι πίστεως τὴν ἐπὶ τὰ ταπεινὰ ἐφορῶσαν δύναμιν τοῦ Δεσπότου Θεοῦ· οὐ γὰρ ἄν τις εἴποι πώποτε, ὡς ἀπόβλητον ἡ χάρις τινὰ καθίστησι τῶν ἀνθρώπων, τῶν θελόντων σωθῆναι. Καθάπερ γὰρ ἡ πηγὴ βλύζουσα ἀπαύστως τὰ ῥεῖθρα τὰ καθαρὰ καὶ τὰ πολλὰ νάματα, οὐδέποτε κωλύει τὸν ποθοῦντα δαψιλῶς ἀπολαύειν καθαρῶν ὑδάτων τῆς δωρεᾶς, οὕτως ἡ θεία χάρις ἐφήπλωται τοῖς ἅπασιν, ἀπολαύειν ἕκαστον καθ᾽ ὃ δ᾽ ἄν τις βούληται. Ἡνίκα γὰρ ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις τῇ θείᾳ αὐτοῦ φωνῇ ἐκάλει τοὺς πάντας λέγων, εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, μὴ διαστείλας ὅλως πτωχὸν ἀπὸ πλουσίου, μήτε ἁμαρτωλὸν ἀπὸ δικαίου, τούτου ἕνεκεν κἀγώ, ἀνάξιος ὑπάρχων, ἐγενόμην παρρησιασάμενος μέτοχος τοῦ τὴν αὐτοῦ χάριν ἀνυμνῆσαι καὶ ποθῆσαι ἀνενδεῶς ἐν δάκρυσιν, ὅπως λάβοιμι κἀγὼ ἁμαρτιῶν ἄφεσιν, καθάπερ ἡ γυνὴ ἐκείνη ἡ ἁμαρτωλός, ἡ εἰσελθοῦσα ἀναιδῶς, ἐν θερμότητι ψυχῆς, πρὸς ἰατρὸν τερπνὸν καὶ ἀγαθόν, εἰς οἶκον ἑστιάσεως, ἔνθα ὁ συγχωρητὴς τῶν ὀφλημάτων ἔκειτο.
Κατανοῶ, καὶ πλείστην προθυμίαν λαμβάνω κἀγὼ ὁ ἀναιδέστατος γενέσθαι εἰς αἴτησιν. Ὁρῶ γὰρ ὑπερβολὴν θερμότητος ψυχῆς καὶ τῆς καλῆς ἐκείνης γυναικὸς τὴν σεμνὴν ἀναίδειαν. Δεῦτε οὖν, ἀκροαταὶ φιλόχριστοι 〈καὶ〉 τέλειοι, κατατρυφήσατε ἐν καλῇ διηγήσει τῆς μεγάλης ἐκείνης καὶ θαυμαστῆς γυναικός, τῆς καλούσης ἡμᾶς καθορᾶν εἰς θέαν ἐξαίσιον. Θέαν φημὶ ἐγὼ ἐκεῖνο τὸ θέατρον, ὃ συνεστήσατο Ἀγγέλοις καὶ ἀνθρώποις. Πῶς εἰσῆλθε προφανῶς, μὴ κληθεῖσα παντελῶς· πῶς δὲ καὶ προσήγγισε τῷ οὕτως ἀνακειμένῳ, πάντα ἀναγγέλλουσα τὰ τῆς καρδίας αὐτῆς, δίχα ἤχου καὶ φθογγῆς πάντα αὐτῷ ἀναθεῖσα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.