Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Δύο ἔσονται ἐν τῷ ἀγρῷ

Ἐφραίμ ὁ Σύρος

Η κρίση των αδίκων και το παράδειγμα των Σοδόμων

Περιγραφή της τιμωρίας των αδίκων και παραλληλισμός της μέλλουσας κρίσης με τον διαχωρισμό του Λωτ και της γυναίκας του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Συνάξουσιν οἱ Ἄγγελοι τοὺς μὲν ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, τοὺς δὲ ἀσεβεῖς κατακαύσουσι πυρὶ ἀσβέστῳ. Μὴ οὖν ὑπολάβῃς ξύλοις ἄσβεστον ἔσεσθαι τὸ πῦρ τῆς κολάσεως, μηδὲ τοὺς ὑποκαίοντας δημίους τινάς, ὡς οἱ λῆροι τῶν πολλῶν νομίζουσιν· ἀλλ᾽ ἀπόβλεψον πρὸς Σόδομα καὶ ἴδε κάμινον δίχα ξύλων· ἐννόησον τῆς γυναικὸς τὴν ἀπολίθωσιν καὶ θαύμασον τοῦ πυρὸς τὴν ἀπειλήν· ἅμα γὰρ ἦν ὅ τε Λὼτ καὶ ἡ γυνὴ καὶ αἱ δύο θυγατέρες· καὶ οὔτε Λὼτ ἐπυρπολήθη σὺν ταῖς θυγατράσιν αὐτοῦ, οὔτε ἡ γυνὴ διέδρα τοῦ πυρὸς τὴν ἀπειλήν, ἀλλ᾽ ἕκαστον ἡ δίκη οἰκείῳ κλήρῳ ἀπέδωκεν. Οὕτω καὶ ἐπὶ τῆς κρίσεως· οἱ μὲν δίκαιοι παραλαμβάνονται, ὡς ὁ Λώτ, οἱ δὲ ἄδικοι ἀφίενται, ὡς ἡ γυνὴ αὐτοῦ.