Ἐν τούτοις οὖν, ἀγαπητοί, 〈τοῖς〉 κατορθώμασιν ἀγωνισώμεθα ἀναστραφῆναι, καὶ πᾶσαν τὴν δύναμιν τοῦ Διαβόλου καταβάλωμεν, καταπτύοντες δόξας ματαίας, ὁμοίως καὶ ἀτιμίας, καθὼς διδάσκει ὁ Ἀπόστολος, λέγων· διὰ τῶν ὅπλων τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς. Τοιοῦτοι ἐγένοντο οἱ Ἀπόστολοι, πάσης ἀνθρωπίνης δόξης καταφρονήσαντες, καὶ πάντα τοῦ αἰῶνος τούτου σκύβαλα ἐλογίσαντο, μηδὲν τῆς τοῦ Θεοῦ ἀγάπης προκρίναντες· ἀλλ᾽ ὅμως ὁμονοήσαντες ἐν τοῖς καλοῖς, καὶ εἰρήνην πρὸς ἀλλήλους καὶ ἀγάπην ἐσχηκότες, οὕτως πάσας μηχανὰς Διαβόλου κατέλυσαν καὶ πᾶσαν αὐτοῦ τὴν κακίαν ἐπόρθησαν· μὴ βασιλέων ἢ τυράννων θυμοὺς δειλιάσαντες, ἀλλὰ πᾶσαν διαβολικὴν μανίαν διὰ τῆς ὁμονοίας καὶ τῆς εἰρήνης κατέλυσαν καὶ τελείως ἠφάνισαν· καὶ τὴν εἰρήνην μετὰ ἀλλήλων ἔχοντες, πάντας τοὺς πολέμους τοῦ Διαβόλου ἔλυσαν, πᾶσαν εἰδωλικὴν μανίαν ἀνατρέψαντες, καὶ πάντας διαβολικοὺς μώμους καθεῖλον, καὶ φιλοσόφους οἱ ἀμαθεῖς κατῄσχυναν, καὶ συγκλήτων ἀνέτρεψαν δόγματα, καὶ τὴν ἐκκλησίαν ἐθεμελίωσαν, καὶ θυσιαστήριον ἔπηξαν, καὶ τὴν εἰς οὐρανὸν ἡμῖν ἄνοδον ὑπέδειξαν, καὶ τὴν οἰκουμένην τὴν σωτηρίαν κατέσπειραν.