Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε καὶ περὶ τελειότητος ἀνθρώπου

Ἐφραίμ ὁ Σύρος

Ο πνευματικός πόλεμος κατά του διαβόλου και τελική προτροπή

Ανάλυση των δαιμονικών μεθοδειών, προβολή των πνευματικών όπλων της ταπεινοφροσύνης, της υπακοής και της αγάπης, και καταληκτική προτροπή προς μίμηση των Αγίων με κατακλείδα δοξολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 7 από 7

Ταύτην γοῦν σπουδάσωμεν κατέχειν, ἀγαπητοί, τὴν εἰρήνην· πρὸς δὲ τὸν πολέμιον, τουτέστι τὸν Διάβολον, ἀνθίστασθαι καὶ πολεμεῖν, ἀναλαβόντες τὰ δυνατὰ ὅπλα τῆς ἐγκρατείας ἡμῶν, τουτέστι πρῶτον πάντων τὴν ὀρθοτάτην πίστιν καὶ τὴν περὶ τῶν μελλόντων ἐλπίδα καὶ τὴν ἀνυπόκριτον ἀγάπην. Διὰ τούτων τῶν πνευματικῶν τριῶν ὅπλων τὰς τρεῖς αὐτοῦ πονηρὰς μηχανὰς καταβάλλομεν, τουτέστι λήθην καὶ ἄγνοιαν καὶ ῥᾳθυμίαν· αὗται γὰρ αὐτοῦ εἰσι πονηραὶ καὶ λεπταὶ ἐπίνοιαι. Διὰ τούτων τῶν τριῶν ἐνεργειῶν εἰς ἀπώλειαν καταβάλλει τὸ τῶν ἀνθρώπων γένος, μάλιστα τοὺς πειθομένους ταῖς πονηραῖς αὐτοῦ συμβουλίαις· αἱ γὰρ τρεῖς αὗται μεθοδεῖαι πασῶν αὐτοῦ τῶν ἐπινοιῶν χαλεπώτεραί εἰσι, λεπτότεραι οὖσαι καὶ λεληθότως ἡμῖν παρεισδύουσαι, ὡς μὴ λογίζεσθαι ἡμᾶς κακὸν ποιεῖν, ἐν τούτοις ὄντας τοῖς κακοῖς. Ὥσπερ δὲ κατὰ ὑπόθεσιν· εἴ τις περιτύχῃ λέοντι ἢ ἄρκτῳ, δεινοτάτοις θηρίοις, θανατοῦται ὑπ᾽ αὐτῶν, μεγίστοις οὖσι καὶ δυνατοῖς, ἄλλος δὲ περιπέσῃ ὄφει ἢ φάλαγγι ἢ σκορπίῳ, τὸν αὐτὸν θάνατον ὑπομένει διὰ τοῦ ἰοβόλου θηρίου ἐνέργειαν, ὡς ὁ τοῖς μεγίστοις θηρίοις περιπεσών· οὕτως καὶ οἱ τῇ οἰνοφλυγίᾳ καὶ γαστριμαργίᾳ καὶ πορνείᾳ καὶ τοῖς λοιποῖς πάθεσι δουλεύοντες, μεγίστοις καὶ πονηροῖς πάθεσιν οὖσι, τὸν τῆς ψυχῆς θάνατον ὑπομένουσι.

Τὸν αὐτὸν τρόπον καὶ ὁ ὑποβληθεὶς 〈λήθῃ〉 ἢ ἀγνοίᾳ, ἢ ῥᾳθυμίᾳ κρατηθείς, τούτοις τοῖς δοκοῦσιν εἶναι μικροτάτοις, ὡς μηδὲ εἰδέναι ἡμᾶς ὅτι ἁμαρτίαν ποιοῦμεν, καὶ τοῖς τοιούτοις δουλούμενοι πάθεσι τὸν τῆς ψυχῆς θάνατον ὑπομένομεν, ὡς ἐκεῖνοι τοῦ σώματος. Ἡ γὰρ λήθη ἀποπλανῶσα ἡμῶν τὰς ψυχὰς οὐκ ἐᾷ μεμνῆσθαι ἡμᾶς τῶν ἐντολῶν τοῦ Θεοῦ, ἀλλὰ προπηδῶσα ἡ κακία αἰχμαλωτίζει ἡμᾶς ἀπὸ τοῦ Θεοῦ. Ἡ δὲ ἄγνοια κλέπτουσα ἡμῶν τὴν διάνοιαν ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, οὐ συγχωρεῖ τὴν ἐλπίδα ἡμῶν εἶναι εἰς τὰ ἀγαθά, ἀλλὰ ἀπὸ ταύτης τοῖς γηΐνοις καὶ ματαίοις δεσμούμενοι πράγμασιν ἀπιστοῦμεν ταῖς αὐτοῦ ἐντολαῖς. Ὁμοίως ἡ ῥᾳθυμία καταβαροῦσα ἡμᾶς, οὐκ ἐᾷ ἀνακύψαι πρὸς τὴν τῶν κρειττόνων θεωρίαν, ἀλλὰ καθέλκει ἡμᾶς εἰς ᾅδην λεληθότως, καὶ τὴν πλατυτάτην τῆς ἀπωλείας ὁδὸν ἀναγκάζει ἡμᾶς βαδίζειν. Διό, ἀγαπητοί, ἵνα μὴ διὰ τούτων καταβάλλῃ ἡμᾶς καὶ κατάγῃ εἰς ᾅδην, ἀντιστῶμεν στερεοὶ τῇ πίστει, καὶ φεύξεται ἀφ᾽ ἡμῶν καταισχυνόμενος ὁ ἀναιδὴς ὄφις· οὐδὲν δὲ οὕτως αὐτοῦ κατισχύει καὶ καταβάλλει αὐτόν, ὡς ἡ ὑποταγή, ἡ ὑπακοή, ἡ ταπεινοφροσύνη καὶ εἰλικρινὴς ἀγάπη. Ταῦτα δὲ γίνονται, καθὼς εἴρηται ἀνωτέρω, κατὰ καρδίας βέλη· ἐν πάσαις γὰρ ταῖς ἀρεταῖς συσχηματίζεται· τουτέστι νηστείαις, ἀγρυπνίαις, ἀκτημοσύνῃ.

Περὶ νηστείας ἐὰν εἴπῃς, ἐκεῖνος οὐκ ἐσθίει τὸ σύνολον· περὶ δὲ ἀγρυπνίας, ἐκεῖνος ὅλως ἄϋπνος διαμένει· περὶ ἀκτημοσύνης δὲ ἐάν τις εἴπῃ, ἐκεῖνος τὸ παράπαν οὐδὲν κέκτηται. Καὶ καλαὶ μὲν αἱ ἀρεταὶ αὗται καὶ λίαν ὠφέλιμοι, νηστείαν λέγω καὶ ἀγρυπνίαν καὶ ἀκτημοσύνην· ἀλλὰ τούτοις συσχηματίζεται ὁ πονηρότατος Διάβολος, καὶ κλοπὴν ἐν τούτοις ἐπινοεῖ μετὰ τῆς κενοδοξίας καὶ οἰήσεως καὶ ὑψηλοφροσύνης.

Τοῖς δὲ ταπεινοφρονοῦσιν οὐδὲν δύναται ἐπινοῆσαι, ὅτι τοῦτο σχηματισθῆναι οὐ δύναται· ἔνδυμα γὰρ τοῦ Χριστοῦ ἐστιν ἡ ταπεινοφροσύνη· καὶ ὑπερήφανος ὢν ὁ Ἐχθρός, φεύγει τὴν ταπεινοφροσύνην, θεωρῶν ἐν αὐτοῖς τὴν τοῦ Χριστοῦ ταπείνωσιν, τοῦ ταπεινώσαντος ἑαυτὸν οἰκείᾳ φιλανθρωπίᾳ καὶ μορφὴν δούλου λαβόντος. Διὰ γὰρ ὑπερηφανίαν τῆς τῶν οὐρανῶν βασιλείας ἐξέπεσεν ὁ ἀπαρχῆς ἀνθρωποκτόνος Διάβολος, καὶ δι᾽ αὐτῆς καταβάλλει τοὺς ἐπαιρομένους.

Ὁμοίως τοῖς ὑποτακτικοῖς καὶ ὑπηκόοις οὐδὲν δύναται ἐπινοῆσαι· καὶ γὰρ ἐν ἑαυτοῖς θεωρεῖ τὸν Δεσπότην, ὡς λέγει ὁ Ἀπόστολος· ὅτι ὑπήκοος γέγονε τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἐκεῖνος γὰρ ἀνυπότακτος ὤν, παρήκουσε τοῦ Θεοῦ καὶ ἐρρίφη ἀπὸ τῆς τῶν Ἀγγέλων διαγωγῆς· τοῖς δὲ τὴν ἀνυπόκριτον ἀγάπην ἠμφιεσμένοις οὐ τολμᾷ προσεγγίσαι τὸ σύνολον. Θεωρεῖ γὰρ καὶ ἐν αὐτοῖς τὸν φιλάνθρωπον Θεὸν τὸν τῆς ἀγάπης εὑρετὴν καὶ δοτῆρα, ὥς φησιν ἐν τῷ Εὐαγγελίῳ· οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν μονογενῆ αὐτοῦ Υἱὸν δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλλυται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. Τοὺς οὖν ταῦτα ἠμφιεσμένους φοβεῖται καὶ φεύγει ἀπ᾽ αὐτῶν· διότι τοῦ μίσους ἐκεῖνος πεπλήρωται καὶ αὐτός ἐστι τοῦ μίσους εὑρετής.

Ταῦτα οὖν κτησώμεθα τὰ ὅπλα μετὰ τῶν ἄλλων ἀρετῶν, ἅπερ ἐκεῖνος οὐκ ἰσχύει ἔχειν· τουτέστι τὴν ταπεινοφροσύνην καὶ τὴν ὑπακοὴν καὶ τὴν ὑποταγήν, καὶ τὴν Θεῷ ἔμφυτον ῥίζαν, τουτέστι τὴν ἀνυπόκριτον ἀγάπην. Ἡ γὰρ ταπεινοφροσύνη, καθὼς εἴρηται, τοῦ Χριστοῦ ἔνδυμά ἐστιν. Ὁ οὖν ταύτην κεκτημένος, ἀφομοιούμενός ἐστι τῷ ταπεινώσαντι ἑαυτὸν καὶ μορφὴν δούλου λαβόντι.

Καὶ ἡ ὑπακοὴ ὁμοίως καὶ ἡ ὑποταγὴ τὴν αὐτὴν παρέχει δόξαν τοῖς ἐξ ὅλης καρδίας ταύτην ἐπανειμένοις· ἡ γὰρ ὑποταγὴ τὴν ἀπότακτον μέριμναν κατορθοῖ. Ὁμοίως ὁ ὑπήκοος πεισθεὶς ὅτι ἡ ὑπακοὴ μέχρι θανάτου ἔχει τὸν ὅρον, ταύτης οὐδὲν προκρίνει, ἀλλὰ καὶ ἐν τούτῳ, καθὼς ἔφην, τοῦ Χριστοῦ εὑρίσκεται μιμητής, τοῦ ἕως θανάτου ὑπακούσαντος τῷ Πατρί. Καὶ ἡ ἀγάπη δὲ ὅπλον ἀκαταμάχητον ὑπάρχει κατὰ τοῦ Διαβόλου· ἡ ἀγάπη γάρ, φησί, ὁ Θεός ἐστι, καὶ ὁ ὢν ἐν τῇ ἀγάπῃ, ὡς εἴρηται, ἐν τῷ Θεῷ μένει. Οὐδὲν τούτων τῶν ἀρετῶν τιμιώτερον· ἐν τούτοις γὰρ ὅλος ὁ νόμος καὶ οἱ Προφῆται κρέμανται.

Ἐν τούτοις οὖν, ἀγαπητοί, 〈τοῖς〉 κατορθώμασιν ἀγωνισώμεθα ἀναστραφῆναι, καὶ πᾶσαν τὴν δύναμιν τοῦ Διαβόλου καταβάλωμεν, καταπτύοντες δόξας ματαίας, ὁμοίως καὶ ἀτιμίας, καθὼς διδάσκει ὁ Ἀπόστολος, λέγων· διὰ τῶν ὅπλων τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς. Τοιοῦτοι ἐγένοντο οἱ Ἀπόστολοι, πάσης ἀνθρωπίνης δόξης καταφρονήσαντες, καὶ πάντα τοῦ αἰῶνος τούτου σκύβαλα ἐλογίσαντο, μηδὲν τῆς τοῦ Θεοῦ ἀγάπης προκρίναντες· ἀλλ᾽ ὅμως ὁμονοήσαντες ἐν τοῖς καλοῖς, καὶ εἰρήνην πρὸς ἀλλήλους καὶ ἀγάπην ἐσχηκότες, οὕτως πάσας μηχανὰς Διαβόλου κατέλυσαν καὶ πᾶσαν αὐτοῦ τὴν κακίαν ἐπόρθησαν· μὴ βασιλέων ἢ τυράννων θυμοὺς δειλιάσαντες, ἀλλὰ πᾶσαν διαβολικὴν μανίαν διὰ τῆς ὁμονοίας καὶ τῆς εἰρήνης κατέλυσαν καὶ τελείως ἠφάνισαν· καὶ τὴν εἰρήνην μετὰ ἀλλήλων ἔχοντες, πάντας τοὺς πολέμους τοῦ Διαβόλου ἔλυσαν, πᾶσαν εἰδωλικὴν μανίαν ἀνατρέψαντες, καὶ πάντας διαβολικοὺς μώμους καθεῖλον, καὶ φιλοσόφους οἱ ἀμαθεῖς κατῄσχυναν, καὶ συγκλήτων ἀνέτρεψαν δόγματα, καὶ τὴν ἐκκλησίαν ἐθεμελίωσαν, καὶ θυσιαστήριον ἔπηξαν, καὶ τὴν εἰς οὐρανὸν ἡμῖν ἄνοδον ὑπέδειξαν, καὶ τὴν οἰκουμένην τὴν σωτηρίαν κατέσπειραν.

Ταῦτα δὲ πάντα κατώρθουν οἱ Ἅγιοι οὐκ ἰσχύϊ σωμάτων, οὐχ ὅπλων ἐνεργείᾳ, ἀλλὰ διὰ τῆς εἰς τὸν Θεὸν ἀγάπης καὶ τὸν πλησίον, καὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας καὶ εἰρήνης· οὐδὲν γὰρ τῆς ἀγάπης καὶ τῆς εἰρήνης ἀνώτερον.

Διὰ τούτων τοίνυν τῶν ἀρετῶν τῆς τηλικαύτης δόξης κατηξιώθησαν, καὶ φίλοι καὶ ἀδελφοὶ τοῦ Κυρίου ἀνεδείχθησαν. Ποτὲ μὲν λέγοντος τοῦ Κυρίου πρὸς αὐτούς· ὑμεῖς φίλοι μου ἐστέ, ἐὰν ποιήσητε καθὼς λέγω ὑμῖν. Μετὰ δὲ τὴν ἀνάστασιν λέγων ταῖς γυναιξί· πορευθεῖσαι εἰς τὴν Γαλιλαίαν ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ὅτι προάγω ὑμᾶς. Διὰ τοῦτο καὶ ἐν παλιγγενεσίᾳ δώδεκα θρόνων καθέδρας αὐτοῖς ἐπηγγείλατο, καὶ κριτὰς αὐτοὺς καθεσθῆναι τῶν δώδεκα φυλῶν τοῦ Ἰσραὴλ ἔφησεν ὁ Δεσπότης.

Δεῦτε οὖν καὶ ἡμεῖς, ἀγαπητοί, τῇ τούτων διδασκαλίᾳ ἐξακολουθήσωμεν, καὶ τὰς τούτων ἀρετὰς μιμησώμεθα καὶ τὸ στερεὸν τῆς ὀρθοτάτης πίστεως, τὴν περὶ τῷ μέλλοντι αἰῶνι ἀνάπαυσιν 〈καὶ〉 ἐλπίδα, τὴν εἰλικρινῆ καὶ ἄδολον ἀγάπην εἰς τὸν Θεὸν καὶ εἰς πάντας, τὴν ταπεινοφροσύνην αὐτῶν καὶ ὑπομονήν, τὸ ἀόργητον καὶ ἀτάραχον, ἀπέρπερον καὶ ἀκενόδοξον, τὸ συμπαθὲς καὶ εὔσπλαγχνον καὶ ὑπομονητικόν, τὸ πρᾷον καὶ ἡσύχιον, τὸ ἀφιλάργυρον καὶ ἐγκρατές, τὸ σπουδαῖον καὶ πρόθυμον πρὸς τὰς ἀρετάς, τὸ ὑπήκοον καὶ εὐκατάστατον, τὸ παρεσκευασμένον πρὸς τὰς θλίψεις καὶ τοὺς κινδύνους καὶ πειρασμούς.

Μετὰ δὲ τούτων πάντων τῶν λεχθεισῶν ἀρετῶν, τὴν ὁμόνοιαν καὶ τὸν ταύτης σύνδεσμον· ὅπως διὰ τούτων πάντων τῶν καλῶν ἔργων ῥυσθῶμεν τῆς τοῦ Διαβόλου κακοτεχνίας καὶ ἀπάτης καὶ πλάνης, καὶ ἐκφύγωμεν τὴν γέενναν καὶ τὸν σκώληκα τὸν ἀκοίμητον καὶ τὸν κλαυθμὸν καὶ τὸν βρυγμὸν τῶν ὀδόντων καὶ τὸ ἐξώτερον σκότος, καὶ τύχωμεν τοῦ αἰωνίου καὶ ἀφθάρτου φωτὸς εἰς τὴν ἀνάπαυσιν καὶ αἰώνιον χαρὰν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅθεν ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· ὅπου οὐκ ἔνι Διάβολος ἀντιπολεμῶν· ἔνθα οὐκ ἔστιν ἀδικοῦντα ἢ ἀδικούμενον ἰδεῖν· ὅπου οὐκ ἔστι θάνατος καὶ τὰ τοῦ θανάτου κακά, ἀλλ᾽ εὐφροσύνη καὶ ἀγαλλίασις αἰώνιος.

Ταῦτα ποθήσωμεν, ταῦτα ζηλώσωμεν, τούτων τυχεῖν ἀγωνισώμεθα διὰ τῆς ἐν κόσμῳ ἡμῶν ἀναστροφῆς. Δράμωμεν, ὀξυποδήσωμεν, ὡς ἔτι ἡμέρα ἐστί· πρὶν καταλάβῃ ἡμᾶς ἡ ἀτελεύτητος νύξ. Πρὸ τοῦ ἀποκλεισθῆναι τὴν θύραν, φωτίσωμεν τὰς τῶν ψυχῶν ἡμῶν λαμπάδας τῷ ἁγνισμῷ τῆς καθαρότητος, ἵνα χαίροντες συνεισέλθωμεν τῷ δεσποτικῷ καὶ ἀθανάτῳ Νυμφίῳ, εἰς τὸν οὐράνιον αὐτοῦ παστόν. Τὸ δὲ πιστευθὲν ἡμῖν τῆς ἁγιωσύνης σχῆμα σπουδάσωμεν διατηρῆσαι ἄμωμον, ἵνα ἐπιγνῶ ὁ Δεσπότης τὸ ἴδιον δώρημα καθαρὸν καὶ ἀμόλυντον φυλαχθὲν ὑφ᾽ ἡμῶν· καὶ ἀκούσωμεν τῆς μακαρίας ἐκείνης φωνῆς τοῦ Δεσπότου· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ τό· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου. Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ 〈ἡ〉 δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.