Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε καὶ περὶ τελειότητος ἀνθρώπου

Ἐφραίμ ὁ Σύρος

Η αναγκαιότητα των θλίψεων, η μετάνοια και η προσδοκία της κρίσεως

Εισαγωγή στη σωτηριολογική σημασία των θλίψεων, προτροπή σε πνευματικό αγώνα και μετάνοια, και αντιπαραβολή της παρούσας ραθυμίας με το φοβερό βήμα της μελλοντικής κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 7

Εἰς τὸν λόγον, ὃν εἶπεν ὁ Κύριος, ὅτι ἐν τῷ κόσμῳ τούτῳ θλῖψιν ἕξετε· καὶ περὶ τοῦ τέλειον εἶναι τὸν ἄνθρωπον Ὁ Δεσπότης καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θέλων σωθῆναι τὸ τῶν ἀνθρώπων γένος καὶ ῥυσθῆναι τῆς τοῦ Διαβόλου καταδυναστείας καὶ πάντων τῶν κοσμικῶν δεσμῶν ἡμᾶς ἐκλυτρῶσαι καὶ τὴν γέενναν διαφυγεῖν καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν, καὶ δι᾽ ἑαυτοῦ καὶ διὰ τῶν ἁγίων αὐτοῦ Ἀποστόλων καὶ Προφητῶν τὴν ἐν τῷ αἰῶνι τούτῳ στενοχωρίαν καὶ θλῖψιν καὶ τὸ μὴ ζητεῖν ἡμᾶς ἀνάπαυσιν ἐν τῷ παρόντι παραινεῖ, λέγων· ἐν τῷ κόσμῳ τούτῳ θλῖψιν ἕξετε. Ὁμοίως οἱ Ἀπόστολοι λέγουσιν ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διὰ τοῦτο καὶ τὰς θλίψεις καὶ τὰ παθήματα πάντων τῶν Ἁγίων, ὁμοίως καὶ τὰ ἑαυτοῦ τῆς ἐνσάρκου οἰκονομίας πάθη, ἃ ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν ἔπαθεν, ἐγγράφως ἡμῖν παρέδωκεν, ἵνα δι᾽ αὐτῶν μάθωμεν ὅτι οὐκ ἔνι τὸν θέλοντα σωθῆναι ἐν ἀνέσει τὸν παρόντα βίον διελθεῖν, ἢ ἄνευ πειρασμῶν καὶ θλίψεων ἐν τούτῳ τῷ κόσμῳ γενέσθαι. Οὔτε γὰρ τὴν κόλασίν τις δύναται φυγεῖν, οὔτε τῆς βασιλείας ἐπιτυχεῖν καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι χωρὶς θλίψεων καὶ πειρασμῶν.

Κατανοήσατε γάρ, ἀγαπητοί, ὅτι οὐδεὶς δύναται θερίσαι τῷ θέρει, ἐὰν μὴ σπείρῃ τῷ χειμῶνι· οὔτε ἄμπελον τρυγῆσαι καὶ ἐκ τοῦ οἴνου αὐτῆς εὐφρανθῆναι, ἐὰν μὴ πρότερον πολλὰ κοπιάσας φυτεύσῃ τὴν ἄμπελον καὶ ἀναμείνῃ τὸν καρπὸν αὐτῆς ἐν τῷ καιρῷ τῷ ἰδίῳ. Οὕτω δὲ καὶ ἡμεῖς ἐν τῷ κόσμῳ τούτῳ, ἐὰν μὴ ἀποταξάμενοι τοῖς σαρκικοῖς παθήμασι καὶ φρονήμασι καὶ πᾶσι τοῖς γηΐνοις πράγμασι, καὶ ταπεινώσωμεν ἑαυτοὺς καὶ ὑπωπιάσωμεν καὶ δουλαγωγήσωμεν σὺν τῷ κόσμῳ, καὶ κατὰ τὴν τοῦ Ἀποστόλου διδασκαλίαν περιπατήσωμεν, καθὼς αὐτός φησιν, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν κόποις, ἐν μόχθοις, ἐν νηστείαις, ἐν ἀγρυπνίαις, ἐν λιμῷ, ἐν δίψει, ἐν ψύχει καὶ γυμνότητι· καὶ πάντα νῦν κατὰ μέρος ἀπαριθμοῦμαι. Εἰ γάρ τις θέλει τὰ τούτου παθήματα καὶ τὰς θλίψεις διηγεῖσθαι, ἐπιλείψει αὐτῷ ὁ χρόνος· τὰς διαποντίους ἀποδημίας καὶ τὰ ναυάγια, τὰς ἐπιπόνους καὶ ἐπικινδύνους ὁδοιπορίας, τὰς τῶν λῃστῶν ἐφόδους, τὰς τῶν συγγενῶν ἐπιβουλίας, τὰς τῶν ψευδαδέλφων ἐπαναστάσεις, τὸ καθ᾽ ἑκάστην 〈μετὰ〉 ἀσθενούντων ἀσθενεῖν καὶ τὸ καθ᾽ ἑκάστην θανατοῦσθαι.

Ταῦτα πάντα διηγήσατο, ὡς περὶ ἑτέρων λέγων, τὰ οἰκεῖα παθήματα στηλιτεύων καὶ προτρεπόμενος πάντας διὰ τῆς ὑπομονῆς εἰς τὴν αἰώνιον καταντῆσαι ζωήν, δεικνὺς ὅτι οὐκ ἔνι τὸν θέλοντα σωθῆναι δι᾽ ἄλλης βαδίσαι ὁδοῦ· σχεδὸν γὰρ διὰ θλίψεων καὶ πειρασμῶν τὸν πάντα καιρὸν αὐτοῦ διελθὼν ὁ Ἀπόστολος.

Ἡμεῖς δὲ οἱ ταλαίπωροι οὐδὲ τὴν τυχοῦσαν θλῖψιν ὑπομένομεν, ἀλλ᾽ ἐν ἀνέσει καὶ τρυφῇ διάγοντες τῶν αἰωνίων ἀγαθῶν ἐπιτεύξασθαι προσδοκῶμεν. Καὶ πῶς ἂν εἴη τοῦτο δυνατόν; Εἰ γὰρ οἱ τὸν ἐπίγειον πλοῦτον κτήσασθαι ἐπιποθοῦντες, πάντα κίνδυνον καὶ πειρασμὸν ὑπομένουσι, πόσῳ μᾶλλον ἡμεῖς οἱ τὸν οὐράνιον πλοῦτον θέλοντες κτήσασθαι καὶ τῆς ἀεὶ μενούσης ἀπολαῦσαι τρυφῆς ὀφείλομεν πάντων 〈τῶν〉 ἐπιπόνων ἔργων καταφρονεῖν καὶ παντὸς κινδύνου καὶ πειρασμῶν κατατολμῆσαι; Ἐὰν γὰρ μὴ προθύμως μετὰ πόθου καρδίας πάντα πόνον ὑπομείνωμεν καὶ μετὰ κατανύξεως καὶ συντετριμμένης καρδίας σπείρωμεν τὰ δάκρυα, πῶς ἐκεῖ θερίσωμεν μὴ ἐκκλαιόμενοι, ἢ πῶς μετὰ ἀγαλλιάσεως τὰ τῶν ἀρετῶν δράγματα εὕρωμεν; Οὐ γὰρ ἁπλῶς εἶπεν ὁ Προφήτης τὸν οἷον δήποτε μετὰ ἀγαλλιάσεως αἴρειν τὰ δράγματα αὐτοῦ, ἀλλ᾽ οἱ σπείροντες ἐν δάκρυσι· τουτέστι οἱ ἐν τῷ παρόντι ταπεινώσαντες ἑαυτοὺς καὶ μετὰ κατανύξεως, μετὰ δακρύων, ἐν συντετριμμένῃ καρδίᾳ δεόμενοι τοῦ Κυρίου, καὶ πᾶσαν θλῖψιν καὶ στενοχωρίαν μετὰ εὐχαριστίας ὑπομένοντες. Οὗτοι τῆς αἰωνίου ζωῆς ἀπολαύουσι καὶ ἐν χαρᾷ εἰς αἰῶνα αἰῶνος ἀναπαύονται.

Οὐ γὰρ τοῖς ἁπλῶς καὶ ὡς ἔτυχε τοσαῦτα ἡτοίμασεν ἀγαθά, ἀλλὰ τοῖς τὰς ἐντολὰς αὐτοῦ φυλάσσουσι καὶ πορευομένοις κατὰ τὰ ἐντάλματα αὐτοῦ· οὐ γὰρ τὴν γέενναν ἀκαίρως ἠπείλησε καὶ τὰ λοιπὰ κολαστήρια, εἰ μὴ τοῖς παραβαίνουσιν αὐτοῦ τὰς ἐντολὰς καὶ τοῖς τῆς σαρκὸς πάθεσι δουλωθεῖσι καὶ πᾶσι διαβολικὴν μετελθοῦσιν ἐργασίαν, οἵτινες τὸν τοῦ Θεοῦ φόβον ἀφ᾽ ἑαυτῶν ἀπέρριψαν καὶ οὐδὲν τῶν μελλόντων προσεδόκησαν. Οὗτοι τοῖς προειρημένοις παραπέμπονται κολαστηρίοις.

Πῶς οὖν καὶ ἡμεῖς ἐκφύγωμεν τὸ αἰώνιον πῦρ καὶ τὸ σκότος τὸ ἐξώτερον καὶ τὸν βρυγμὸν τῶν ὀδόντων καὶ τὸν σκώληκα τὸν ἀκοίμητον καὶ τὰ ἄλλα πάντα κολαστήρια τὰ διηγορευμένα, ἐν ἀνέσει καὶ τρυφῇ καὶ ῥᾳθυμίᾳ καὶ χαυνότητι καὶ ἀμελείᾳ τὰς ἡμέρας ἡμῶν ἀναλίσκοντες, καὶ ἐν λογισμοῖς ἀκαίροις καὶ ματαίοις καὶ ῥυπαροῖς καὶ αἰσχροῖς συγκατατιθέμενοι; Πῶς δὲ τὸν αἰώνιον κλαυθμὸν διαφύγωμεν, πάντοτε ἐν γέλωτι καὶ ἀδιαφορίᾳ τὸν ἅπαντα τῆς ζωῆς ἡμῶν χρόνον διάγοντες; Ταλανίζων γὰρ ὁ Κύριος τοὺς γελῶντας καὶ μακαρίζων τοὺς πενθοῦντας, ἔλεγεν· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε· καὶ μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσονται. Ἕως οὖν ἔχομεν καιρόν, ἐπιστρέψωμεν ἐξ ὅλης τῆς καρδίας ἡμῶν πρὸς τὸν Θεόν, καὶ μετὰ κλαυθμοῦ καὶ κατανύξεως καὶ συντετριμμένης καρδίας δεηθῶμεν τοῦ Κυρίου, καθὼς ὁ Προφήτης λέγει· δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ἵνα τῶν προειρημένων κακῶν ῥύσηται ἡμᾶς καὶ ἀξιώσῃ τῆς ἐπουρανίου αὐτοῦ βασιλείας.

Ναί, ἀγαπητοί, προσπέσωμεν αὐτῷ μετὰ δακρύων, ἀναιδῶς αἰτούμενοι τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Ὠφελεῖ τὰ δάκρυα ὧδε καὶ κατασβεννύει τὴν φλόγα τῆς ἁμαρτίας, καὶ ἐνταῦθα ἡμῶν ὄντων, καὶ πρὸς αὐτὸν ἐπιστρεφόντων· καὶ δέχεται καὶ προσίεται καὶ σῴζει, καὶ τῶν αἰωνίων αὐτοῦ ἀγαθῶν ἀξιοῖ.

Ἐκεῖ δὲ οὐκέτι, ἀλλὰ δικαιοκρισία καὶ ἀνταπόδοσις ἔργων. Νῦν μὲν γὰρ ἐνεργεῖ τὸ ὕδωρ τῶν δακρύων, τότε δὲ πῦρ τὰ ἔργα τῶν ἀνθρώπων δοκιμάζει. Ὧδε οὖν ἐνεργεῖ τὸ ταπεινοῦσθαι καὶ πενθεῖν, ἐκεῖ δὲ ἀπελθόντων ἀνόνητα γενήσεται τὰ δάκρυα ἡμῶν, καὶ ἀνοιμώξομεν καὶ κλαύσομεν πικρῶς καὶ βρύξομεν τοὺς ὀδόντας, καὶ οὐδεὶς ὁ ἐλεῶν ἡμᾶς.

Τί δὲ ἐγὼ ποιήσω ὁ ἀμελὴς καὶ χαῦνος καὶ ῥᾴθυμος, ταῦτα καὶ λέγων καὶ ἀκούων καὶ ἑτέρους πειρώμενος νουθετεῖν, ὁ πᾶσι τοῖς σαρκικοῖς φρονήμασιν ἐξακολουθῶν καὶ τοῖς πονηροῖς λογισμοῖς καταδουλωθείς; Οἴμοι, οἴμοι, ψυχή! Πῶς ἀμελεῖς τῆς σωτηρίας σου! Πῶς ἐξέδωκας ἑαυτὴν τῇ ματαιότητι καὶ ἐδέσμευσας σαυτὴν τοῖς γηΐνοις πράγμασι, μὴ λογιζομένη ὅτι μέλλεις παρίστασθαι τῷ φοβερῷ δικαστηρίῳ! Λάβε εἰς διάνοιάν σου τὴν φοβερὰν τοῦ Κυρίου παρουσίαν, τὸ φρικτὸν ἐκείνου δικαστήριον καὶ τὸν πύρινον ποταμόν. Ποταμὸς γάρ, φησί, πυρὸς πορεύεται πρὸ προσώπου αὐτοῦ· μύριαι μυριάδες παραστήκουσιν αὐτῷ καὶ χίλιαι χιλιάδες λειτουργοῦσιν αὐτόν· ὅπου οὐ μόνον τῶν ἔργων μέλλομεν ἀπαιτεῖσθαι δίκην, ἀλλὰ καὶ ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· ὅπου πάντα γυμνὰ καὶ τετραχηλισμένα· ὅπου οὐκ ἔνι προστάτην κτήσασθαι οὐδὲ δῶρα δοῦναι.

Ποῦ κρύψομεν τότε, εἰπέ μοι, τὸ ἐνθύμημα καὶ τὰ ῥήματα καὶ τὰ πράγματα, ὅτε οἱ Ἅγιοι στεφανοῦνται· οἱ ἐν τῷ αἰῶνι τούτῳ θλιβέντες καὶ διωχθέντες, καὶ πάντα πόνον ὑπομείναντες καὶ νηστείας καὶ ἀγρυπνίας καὶ ψῦχος καὶ γυμνότητα καὶ καταποντισμούς, καὶ μυρίας θλίψεις καὶ ἀνάγκας ὑπομείναντες, καὶ πλανηθέντες ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς· οἱ πάντων τῶν προσκαίρων στερηθέντες, καὶ κακουχηθέντες· οἵτινες ἅπαξ ἀπηρνήσαντο ἑαυτούς, καὶ τὸν σταυρὸν αὐτῶν βαστάζοντες τῷ Κυρίῳ ἠκολούθησαν, μηδὲν γήϊνον φρονήσαντες· οἱ ἐπὶ γῆς ἀναστραφέντες καὶ ἐν οὐρανοῖς τὸ πολίτευμα κεκτημένοι· ὑπὲρ Χριστοῦ θανατούμενοι ὅλην τὴν ἡμέραν; Οὗτοι τῆς αἰωνίου ζωῆς ἀπολαύουσι καὶ τὸν τῆς ἀφθαρσίας ἀξιοῦνται στέφανον. Ἐγὼ δὲ καὶ οἱ ὅμοιοί μου, ἀναστραφέντες ἐν τούτῳ τῷ αἰῶνι, κατακρινόμενοι τοῖς προειρημένοις κολαστηρίοις παραπεμπόμεθα.

Τί οὖν ἀμελοῦμεν; Τί ῥᾳθυμοῦμεν καὶ ἑαυτοὺς δεσμεύομεν τοῖς ματαίοις καὶ προσκαίροις πράγμασι; Τί ἡμᾶς ὠφελήσει ἡ κτῆσις τοῦ αἰῶνος τούτου; Οὐχὶ μᾶλλον ἡμᾶς κατακρίνει; Τί δὲ ἡ ἀνθρώπων δόξα συμβάλλεται ἡμῖν; Οὐχὶ χόρτου καῦσιν ἔχει τὴν ἐπαγγελίαν, τοῦ Προφήτου διαρρήδην βοῶντος, πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου; Τί οὖν τοῖς τῆς ἀπάτης ἐξακολουθοῦμεν λογισμοῖς καὶ οὐκ ἀποδύομεν ἑαυτοὺς τῶν τοῦ κόσμου δεσμῶν καὶ τῶν λογισμῶν τῆς ἀπάτης; Εἴθε δὲ κἂν μέχρι τούτου ἦν τὸ δεινόν· ὅτι καὶ ταῦτα παράβασίς ἐστι καὶ κώλυμα τῶν τοῦ Θεοῦ ἐντολῶν καὶ ἀπιστίας τεκμήριον· τοῦ Κυρίου λέγοντος· τί ὠφελήσει ἄνθρωπον, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; Ποτὲ δὲ πάλιν λέγοντος· πῶς δύνασθε πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;

Καὶ πάλιν τὴν ἀκτημοσύνην νομοθετῶν καὶ τῶν ὑλῶν ἡμᾶς ἀπαλλάττειν βουλόμενος, ἔλεγε· μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. Καὶ ὑπόδειγμα ἡμῖν παρήγαγε λέγων· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Καὶ πάλιν τῶν ὀρνίθων ἡμῖν καὶ τὸ τοῦ χόρτου ὑποδεικνὺς σαφέστερον ὑπόδειγμα, ἔλεγε· κατανοήσατε τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὔτε σπείρουσιν, οὔτε θερίζουσιν, οὔτε συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐ πολλῷ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; Καὶ πάλιν· κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει· λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;