Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε καὶ περὶ τελειότητος ἀνθρώπου

Ἐφραίμ ὁ Σύρος

Παραδείγματα της Παλαιάς Διαθήκης: Άβελ, Νώε και Αβραάμ

Προβολή των δικαίων της Παλαιάς Διαθήκης ως προτύπων υπομονής στις δοκιμασίες, με ιδιαίτερη αναφορά στον Άβελ, τον Νώε και την ακλόνητη πίστη του Αβραάμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 7

Τὴν τῶν αἰωνίων οὖν ἐπιποθήσωμεν κτῆσιν. Λάβωμεν εἰς ἔννοιαν τοὺς Ἁγίους. Δοκιμάσωμεν τὰς τούτων ἀρετὰς καὶ ζηλώσωμεν, καὶ τοῖς ἐκείνων ἴχνεσι πόθῳ ψυχῆς ἀκολουθήσωμεν. Τίς αὐτῶν ἐν ἀναπαύσει τὸν παρόντα διῆλθε βίον, καὶ οὐ μᾶλλον διὰ πειρασμῶν καὶ θλίψεων καὶ ὀδυνῶν τὸν παρόντα καιρὸν τῆς ζωῆς αὐτοῦ διετέλεσε; Διὰ τοῦτο, ὡς προεῖπον, τὸν βίον αὐτῶν ἐγγράφως ἡμῖν παρέδωκεν ὁ Κύριος, οὐχ ἵνα μόνον θαυμάζωμεν αὐτοὺς καὶ ἐπαινῶμεν, ἀλλ᾽ ἵνα πρὸς τὸν ἐκείνων βίον τὴν καλὴν πολιτείαν σπουδάσωμεν κτήσασθαι.

Λάβωμεν τὴν τῶν ἀγαθῶν ἀπαρχὴν τὸν Ἄβελ, τὸ ἀρνίον τὸ ἄκακον, τὸν εὐάρεστα δῶρα τῷ Θεῷ προσκομίσαντα, τὸν οὐδὲν ἄδικον διαπραξάμενον, μόνον δι᾽ ἀρετὴν καὶ τὸ εὐαρεστεῖν τῷ Θεῷ φθονηθέντα, καὶ ὑπὸ ἀδελφικῆς χειρὸς θανατωθέντα, οὐδὲν ἔχοντα μετ᾽ αὐτοῦ καταγνώσεως ἄξιον ἐπὶ τὸ διεγεῖραι ἐκεῖνον τὸν ἀσεβῆ θυμόν· ἀλλ᾽ ὥσπερ εἴρηται, διὰ τὴν ἀρετὴν φθονηθεὶς θάνατον ὑπέμεινεν, ὡς τύπος γενόμενος τοῦ Δεσπότου Χριστοῦ εἰς αἰῶνα αἰῶνος ἀναπαύεται.

Οἱ δὲ τούτου γονεῖς, οἱ πρωτόπλαστοι, οἱ ταῖς ἀχράντοις χερσὶ τοῦ Πλάστου καὶ Θεοῦ πλασθέντες, τῆς τοῦ παραδείσου πολλῆς τρυφῆς ἀπολαύοντες, τῆς τοῦ ποιήσαντος αὐτοὺς παρακούσαντες ἐντολῆς, καὶ τὴν τοῦ ἀπατεῶνος δεξάμενοι συμβουλίαν, καὶ τῇ τέρψει τῆς ἀπάτης μετέχοντες, ἐξεβλήθησαν τοῦ παραδείσου.

Εἶδες πόσον ἡ ἀνάπαυσις καὶ τρυφὴ προσήνεγκεν αὐτοῖς βλάβος, καὶ ἰσοθεΐαν αὐτοῖς φαντασθῆναι παρεσκεύασεν; Οὐδὲν γὰρ οὕτω πρὸς ἄνεσιν ἄχρηστον τῷ τῶν ἀνθρώπων γένει· ἡ δὲ θλῖψις καὶ ἡ ἔνδεια καὶ οἱ διάφοροι πειρασμοὶ λαμπροὺς καὶ μακαρίους ἀπεργάζονται τοὺς ὑπομένοντας.

Θέλεις δὲ ἰδεῖν καὶ τὸν Νῶε διὰ πόσων πειρασμῶν καὶ θλίψεων διῆλθε τὸν παρόντα βίον; Λέγει ἡ Γραφή· Νῶε δὲ εὐηρέστησε τῷ Θεῷ· ἵνα μάθωμεν ὅτι οἱ ἀληθῶς τῷ Θεῷ εὐαρεστοῦντες, οὗτοι καὶ πειρασμοῖς καὶ διαφόροις θλίψεσιν ἐγυμνάσθησαν καὶ γυμνάζονται, ἵνα καθαρώτεροι ἀναφανῶσιν, ὡς χρυσὸς ἐν χωνευτηρίῳ βαλλόμενος. Τίς δὲ ἱκανὸς τὰς τοῦ Νῶε θλίψεις καὶ πειρασμοὺς διηγήσασθαι δυνηθῇ, ὅτι εἰς τοσαῦτα πλήθη μόνος ἦν τὸ τοῦ Θεοῦ θέλημα ποιῶν, καὶ πάντας ἐθεώρει ἐκκλίναντας ἀπὸ Θεοῦ, καὶ ἐνουθέτει αὐτούς, καὶ πολλὰ παραινῶν ἐπιστρέφειν, ὡς λῆρος αὐτοῖς ἐνομίζετο; Καὶ κατασκευάζοντος αὐτοῦ κιβωτόν, πόσοι ὀνειδισμοὶ καὶ σκώμματα; Καὶ ἐν τούτοις οὐκ ἠγανάκτει, ἀλλ᾽ ἔμενε παρακαλῶν αὐτούς, καὶ τοῖς τοσούτοις ἔτεσι καταπτύεσθαι καὶ μισεῖσθαι ὑπὸ πάντων, τῷ θεωρεῖν αὐτοὺς οὕτω κατακρημνιζομένους ταῖς ἁμαρτίαις.

Ὀλίγον σοι φαίνεται τοῦτο; Τίς δὲ εἴποι τὰς μετὰ τὸν κατακλυσμὸν ταλαιπωρίας, τὸ μετὰ τοσούτων θηρίων καὶ ἑρπετῶν καὶ πετεινῶν ἐνιαυτὸν ὅλον ἐν ἐκείνῃ τῇ στενοχωρίᾳ διάγειν, τὸν κλύδωνα ἐκεῖνον τὸν ἀφόρητον, τὴν τῶν κυμάτων ζάλην, τῶν βροντῶν καὶ τῶν ὑδάτων τὸν ἦχον; Νομίζομεν ταῦτα ὀλίγα εἶναι; Τί δὲ μετὰ τὸ παῦσαι τὸν κατακλυσμόν; Τίς ἀριθμήσει τὰς θλίψεις ἐκείνας;

Θεωρεῖν τὴν παντελῆ ἐρήμωσιν τῆς γῆς καὶ τὴν ἐξάλειψιν τοῦ γένους τῶν ἀνθρώπων; Πότε αὐτῷ στενοχωρία ἔλιπεν ἢ κλαυθμός; Τί δὲ ἡ τοῦ Χάμ, τοῦ υἱοῦ αὐτοῦ, ἀφροσύνη, ὅτε τὴν τοῦ πατρὸς γύμνωσιν κατεγέλασε; Πόση θλῖψις;

Οὕτω γὰρ αὐτὸν τὸ πρᾶγμα ἐκίνησεν ἐκεῖνο τὸ ἀναιδές, ὥστε τῶν ἐξ αὐτοῦ ἐξελθόντων δουλείαν καταδικάσαι. Διό, ἵνα μὴ τὸν λόγον μηκύνωμεν, ταῦτα παρίημι. Ὥσπερ, εἴ τις θελήσει πάσας τὰς θλίψεις αὐτοῦ διηγεῖσθαι, ἐπιλείψει αὐτῷ ὁ χρόνος. Καὶ ἐν τούτοις πᾶσιν ὤν, ἔμαθε εὐχαριστεῖν τῷ Θεῷ, μὴ χωριζόμενος τῆς τῶν μελλόντων ἀγαθῶν ἐλπίδος. Ὅθεν καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας μνημονεύεται.

Τί δὲ εἴπωμεν περὶ τοῦ πατριάρχου Ἀβραάμ; Πολλοὶ λέγουσιν αὐτὸν ἐν πλούτῳ καὶ εὐθηνίᾳ γεγονέναι παρὰ πάντας· ὅθεν οἱ προσευχόμενοι περί τινων, τὴν ἐκείνου εὐλογίαν καὶ εὐθηνίαν καρποῦνται· καὶ εἴ τις αὐτοῦ διερευνήσει τὸν πλοῦτον, εὑρήσει ὅτι πλεῖον πάντων ἐνεθλίβη, καὶ ἐν πειρασμοῖς ἅπαντα τὸν χρόνον τῆς ζωῆς αὐτοῦ διετέλεσε. Τίς γὰρ αὐτοῦ τὰς θλίψεις ἀπαριθμήσει, τὰς ἐν ταῖς ὁδοῖς ταλαιπωρίας, τοὺς τῶν πολέμων κινδύνους, τὸ μηδένα εἶναι ζῶντα εὐσεβῶς, τὸ ἀποξενοῦσθαι τῆς γῆς τῆς ἰδίας καὶ πάντων τῶν συγγενῶν, τὸ μὴ εἰδέναι ποῦ ὀφείλει στῆναι, τὸ καθ᾽ ἑκάστην μετανίστασθαι τόπον ἐκ τόπου, τὸ μετὰ κινδύνων περιέρχεσθαι καὶ μὴ ἔχειν κληρονομίαν ἐν τῇ γῇ μηδὲ βῆμα ποδός, ἀλλ᾽ ἐν σκηναῖς ἔχειν τὴν κατοίκησιν; Καὶ τί λέγειν θέλω; Ὁ γὰρ τὴν τῶν μελλόντων ἀγαθῶν ἐκδεχόμενος κληρονομίαν οὐδὲν τῶν παρόντων ὀφείλει περιποιεῖσθαι, ἀλλὰ τῆς εἰς Θεὸν πεποιθήσεως στερρῶς ἔχεσθαι, καθάπερ καὶ Ἀβραάμ, ὅστις Μελχισεδὲκ τὸν βασιλέα μεθ᾽ ὅρκου ἐπίστου, τὸν περὶ ἀκτημοσύνης ἡμῖν λόγον δηλῶν καὶ τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς τοῦ κόσμου, ἀλλὰ πᾶσαν τὴν ἐλπίδα ἡμῶν ἔχειν πρὸς τὸν Θεόν.

Διὸ μετὰ τὴν νίκην τοῦ πολέμου, θελήσαντος τοῦ βασιλέως δῆθεν εὐγνωμόνως καὶ τῶν κόπων αὐτοῦ τὰς ἀμοιβὰς ἀποδιδόναι, ἔλεγεν Ἀβραάμ· ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Ὕψιστον, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος ὑποδήματος λήψομαί τι τῶν σῶν, ἵνα μὴ εἴπῃς, φησί, ὅτι ἐγὼ ἐπλούτισα τὸν Ἀβραάμ.

Βλέπετε πῶς οὐδὲν τῶν παρόντων ἐπεθύμησεν Ἀβραάμ, ἀλλὰ τῇ τῶν μελλόντων ἐλπίδι νευρούμενος πειρασμὸν γενναίως ὑπέμεινεν; Ὁ γὰρ τοῦ μονογενοῦς μὴ φεισάμενος, ἀλλὰ κατασφάξαι θελήσας αὐτὸν διὰ τὴν τοῦ Θεοῦ κέλευσιν, πῶς ἂν οὕτω προσκαίρων ἀντεποιήσατο πραγμάτων; Ὁ τῆς φιλοξενίας πρόθυμος ἐργάτης διὰ ταύτης τῆς καλῆς πυργοποιΐας τὸν Θεὸν ὡς παροδίτην ἐξένισε, καὶ φίλος τοῦ Θεοῦ γενόμενος τῶν ἀεὶ μενόντων ἀγαθῶν ἀπολαύει.

Τούτου μιμησώμεθα καὶ ἡμεῖς τὴν πίστιν, τὴν ἀνδρείαν, τὴν εἰς τὸν Θεὸν ἀγάπην καὶ φιλοξενίαν αὐτοῦ, ἵνα σὺν αὐτῷ τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν. Τί δέ τις εἴποι, ἢ τίς μακαρίσοι τὸ ὑπήκοον τοῦ Ἰσαάκ; Τοῦ γὰρ πατρὸς φέροντος αὐτὸν πρὸς θυσίαν, προθυμότερος εἴχετο πρὸς τὸν θάνατον· τύπος γὰρ ἦν καὶ οὗτος τοῦ Δεσπότου Χριστοῦ. Τούτου καὶ ἡμεῖς κτησώμεθα τὴν ὑπακοὴν καὶ τὴν προθυμίαν, καὶ ἀδιστάκτως τοῖς πατράσιν ὑπακούσωμεν, ἵνα καὶ ἡμεῖς τὸν μισθὸν τῆς ὑπακοῆς ἀπολάβωμεν παρὰ τοῦ Σωτῆρος Χριστοῦ.