Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε καὶ περὶ τελειότητος ἀνθρώπου

Ἐφραίμ ὁ Σύρος

Η καρτερία του Ιώβ, του Μωυσή και των Κριτών

Παρουσίαση του Ιώβ ως υποδείγματος αποταγής και του Μωυσή ως προτύπου αγάπης και ακτημοσύνης, μαζί με αναφορές στις θλίψεις του Ιησού του Ναυή και των Κριτών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 7

Περὶ τοῦ γενναιοτάτου Ἰὼβ οὐ τολμῶ λέγειν· οὗτος γὰρ ὅλον τὸ πέλαγος τῶν πειρασμῶν ὑπέμεινεν ἀνενδοιάστως, καὶ ὅλον τὸν κλύδωνα καὶ τὸν χειμῶνα καὶ τὰς τρικυμίας τοῦ ἀλλοτρίου παρῆλθε γενναίως, καὶ καθάπερ πέτρα ἀρραγὴς μένει ἀσάλευτος· καὶ πάντα τὰ βέλη τοῦ Πονηροῦ ὑπεδέξατο καὶ ἄτρωτος διέμεινε περιφράξας ἑαυτὸν τῷ θυρεῷ τῆς πίστεως· καὶ γενναίως τὸν Ἐχθρὸν καταπαλαίσας καὶ καταρράξας, στεφανίτης ἀνεδείχθη. Ὅτε γὰρ ὁ Διάβολος αὐτὸν πρὸς τοὺς πειρασμοὺς ἐζητεῖτο, μετὰ τὴν τοῦ σώματος πληγὴν ἐκείνην τὴν ἀφόρητον, μετὰ τὸ ἀποθερίσαι τὸν πλοῦτον, καὶ τῶν πάντων αὐτὸν γυμνῶσαι κτημάτων καὶ τῶν λοιπῶν, οἴκου, οἰκετῶν, παίδων, τῆς ἄλλης ἁπάσης περιουσίας, ὅτε ἤκουσε τοῦ Θεοῦ μαρτυροῦντος ταῖς τοῦ δικαίου ἀρεταῖς, καὶ λέγοντος πρὸς αὐτόν· προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰὼβ ὅτι οὐκ ἔστι κατ᾽ αὐτὸν ἄνθρωπος ἐπὶ τῆς γῆς ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· σὺ δέ, φησί, εἶπας τὰ ὑπάρχοντα αὐτοῦ ἀπολέσαι διακενῆς. Τότε ὁ πονηρότατος Διάβολος πολλῇ ἀναισχυντίᾳ χρώμενος ἀπολογίας ἐπήγαγε λόγον· δέρμα ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. Ὅρα πῶς ὁ Διάβολος ἀκούων τὴν ἀλήθειαν ἔλεγε τὴν τῶν προσκαίρων στέρησιν σωτηρίαν εἶναι ψυχῆς.

Ὅστις κεκτημένος τὰ παρόντα οὐχ ἑαυτῷ ἀλλὰ τοῖς πένησιν αὐτὰ ἐκέκτητο, λέγων· παντὶ ἐλθόντι ἡ θύρα μου ἦν ἀνεῳγμένη. Ἐγώ εἰμι πατὴρ ἀδυνάτων, ὀφθαλμὸς τυφλῶν, ποὺς δὲ χωλῶν· καὶ ἀπὸ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν ὦμοι πενήτων.

Ὁρᾶτε, ὦ ἀγαπητοί, ὅτι οὐχ ἑαυτῷ, ἀλλὰ τοῖς δεομένοις ἦν κεκτημένος τὸν πλοῦτον; Διὸ καὶ ἀποβληθέντος αὐτοῦ οὐκ ἠγανάκτησεν, ἀλλὰ μᾶλλον ηὐχαρίστει λέγων· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τὸν αἰῶνα. Εἶδες πῶς πάντων κατεφρόνησε τῶν ἐπὶ γῆς ἕνεκεν τῆς σωτηρίας τῆς ψυχῆς αὐτοῦ; Ὡμολόγησε γὰρ καὶ ὁ Διάβολος τὴν τῶν χρημάτων στέρησιν σωτηρίαν εἶναι ψυχῆς.

Εἰ οὖν ἐκεῖνος τοῦτο καὶ ἄκων ὡμολόγησεν, ὁ τῷ φορτίῳ τῶν κοσμικῶν κτημάτων παραβαρύνων τοὺς ἀνθρώπους, τί ἡμεῖς ἑαυτοὺς τούτοις δεσμεύομεν καὶ οὐ μᾶλλον ταῦτα καταλιμπάνομεν, ἵνα κτησώμεθα τὰς ψυχὰς ἡμῶν καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτύχωμεν; Ἔφη δὲ ὁ Κύριος· ὅστις ἀφῆκε πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ οἰκίαν ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καθάπερ καὶ ὁ θεράπων τοῦ Θεοῦ Ἰὼβ τῶν προσκαίρων πάντων στερηθεὶς καὶ γενναίως καὶ μακροθύμως πάντα πειρασμὸν ὑπομείνας, καὶ τὰ παρόντα ἀπέλαβε καὶ τὴν βασιλείαν ἐκληρονόμησε.

Δεῦτε οὖν καὶ ἡμεῖς τούτων τῶν καλῶς ἀγωνισαμένων βαδίσωμεν τοῖς ἴχνεσι, καὶ καταφρονήσωμεν πάντων τῶν τοῦ αἰῶνος τούτου πραγμάτων, τερπνῶν τε καὶ φοβερῶν, καὶ μὴ βαρήσωμεν ἑαυτῶν τὰ φορτία τῶν ματαίων φρονημάτων καὶ τῷ βάρει τῶν ἁμαρτημάτων κατενεχθῶμεν· καὶ ἐλθὼν ὁ Κύριος εὑρήσει ἡμᾶς καθεύδοντας ὕπνον ἐκεῖνον τὸν εἰς θάνατον φέροντα, καὶ βεβαρημένους ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ἀποκλείσει ἡμᾶς τῆς τῶν οὐρανῶν βασιλείας, καὶ πενθήσομεν τὰς ἡμέρας τῆς ῥᾳθυμίας ἡμῶν καὶ τῆς ἀμελείας καὶ τῆς χαυνότητος ἡμῶν, καὶ οὐδὲν ἡμᾶς ὠφελήσει τότε ὁ κλαυθμὸς καὶ τὰ δάκρυα, οὔτε οἱ στεναγμοί, οὐ μυρίας ἱκεσίας ἐὰν προσενέγκωμεν, λέγοντες· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Οὐδεὶς τότε ὁ ἀνοίγων ἐστίν, ἀλλὰ μᾶλλον καὶ ἐπιτιμήσας μετὰ φρίκης, λέγων· οὐκ οἶδα ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργάται τῆς ἀνομίας. Διὰ τοῦτο πάντες οἱ Ἅγιοι τὴν στενοχωρημένην ὁδὸν ἐβάδισαν, ἵνα ταύτης μὲν ῥυσθῶσι τῆς ἀποφάσεως, φθάσωσι δὲ εἰς τὴν αἰώνιον ζωήν.

Τὸν δὲ Μωυσέως βίον διηγεῖσθαι καλόν, καὶ τὰς τούτου μιμεῖσθαι ἀρετὰς ἐπωφελές. Ὃς τοσούτων κινδύνων καὶ πειρασμῶν ἔλαβε πεῖραν, ὧν οὐκ ἔστιν ἀριθμός. Ὃς γεννηθεὶς ὑπὸ τῶν γονέων ποταμορριφὴς ἐγένετο. Ὃν λαβοῦσα ἡ τοῦ βασιλέως θυγάτηρ, ἀνεθρέψατο αὐτῇ εἰς υἱόν. Ὅτε δὲ διῆλθε τὴν τοῦ νηπίου φρόνησιν καὶ ἦλθεν ἐπὶ τὸ τέλειον φρόνημα, οὐκέτι ἠθέλησε τὴν πρόσκαιρον ἀνάπαυσιν, οὐδὲ τὴν ματαίαν δόξαν τῶν Αἰγυπτίων, οὐδὲ τὸν φθειρόμενον πλοῦτον καὶ εἰς ἀπώλειαν ἀπάγοντα, ἀλλὰ πᾶσιν ἁπλῶς ἀποταξάμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, καὶ τὴν βασιλείαν καὶ φαντασίαν μισήσας εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν.

Ἀλλὰ μετὰ τὴν τοσαύτην ἀρετὴν πειρασμοὶ καὶ θλίψεις αὐτὸν διαδέχονται, ὡς, εἴ τις θελήσει ἐν τούτῳ τοὺς πειρασμοὺς μετὰ ἀκριβείας ἐρευνῆσαι, εὑρήσει αὐτὸν πλέον πάντων θλιβέντα. Ὅτε γὰρ ἐπανῆλθεν ἐπὶ τὸ τέλειον φρόνημα καὶ ἐκτήσατο ζῆλον Θεοῦ, νομίζων οὖν συνιέναι τοὺς ὁμοφύλους, ἰδών τινα ἐξ αὐτῶν καταδυναστευόμενον ὑπό του Αἰγυπτίου, ἐπάταξε τὸν Αἰγύπτιον καὶ ἔρρυσε τὸν ἀδικούμενον· ὅθεν αὐτοὶ οἱ εὐεργετηθέντες ὑπ᾽ αὐτοῦ εἰς θάνατον παραδοῦναι αὐτὸν ἐβουλεύσαντο. Πάλιν γὰρ τὴν κατ᾽ ἀλλήλων νεικίαν ἐπιχειρήσαντες οἱ ὁμόφυλοι, συναγαγεῖν αὐτοὺς εἰς εἰρήνην ἠθέλησεν· ὁ δὲ τῆς ἀδικίας πεπληρωμένος τὸν εὐεργέτην ὡς φονέα ὠνείδιζε, λέγων· μὴ ἀνελεῖν με θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον;

Τί τούτου θλιβερώτερον καὶ ὀδυνηρότερον; Ὅθεν ἐν βασιλικαῖς αὐλαῖς ἀναστραφεὶς καὶ τοσαύτης ἀπολαύων ἀνέσεως καὶ παρρησίας, φυγὰς καὶ μετανάστης ἐγένετο, μὴ βουληθεὶς τὸν τῶν Αἰγυπτίων πλοῦτον ἔχειν, μήτε τὴν πρόσκαιρον τῶν ἁμαρτιῶν ἀπόλαυσιν. Διὰ τοῦτο καὶ ἐν ταῖς ἐρήμοις ἤθελε ταλαιπωρεῖσθαι, καὶ ποιμαίνειν ηὐδόκησε παρὰ ἀνδρὶ Ἕλληνι, ᾧ ὄνομα Ἰοθόρ, καὶ πᾶσιν, ὡς εἰπεῖν, ἀποταξάμενος καὶ πρόσκαιρον μισήσας ἀνάπαυσιν καὶ τὰ οὐράνια ἐπιποθήσας ἀγαθά, τεσσαράκοντα ἡμέρας νηστείαν συνῆψε, ὅθεν καὶ τοῦ Θεοῦ ὀπτασίας ἠξιώθη, καὶ στόμα πρὸς στόμα ἐλάλησεν αὐτῷ ὁ Θεός, καὶ ἐκ χειρὸς Κυρίου τὸν νόμον ἐδέξατο, διὰ θλίψεων ἅπαντα τὸν βίον ζήσας· τῶν γὰρ αἰγυπτιακῶν πειρασμῶν οἱ τῶν Ἰσραηλιτῶν χείρους ἦσαν· ποτὲ μὲν γογγύζοντες κατὰ τοῦ εὐεργετοῦντος Θεοῦ καὶ μάννα αὐτοῖς παρέχοντος, ἐμέμνηντο μᾶλλον τῆς τῶν Αἰγυπτίων γαστριμαργίας· ποτὲ δὲ εἰδωλολατροῦντες καὶ τοῦ Θεοῦ ἀφιστάμενοι· ἔφαγε γὰρ Ἰακώβ, ὡς εἴρηται, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε Θεὸν τὸν ποιήσαντα αὐτόν, καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ.

Βλέπετε, ἀδελφοί, τί ἐποίησεν ἡ πλησμονή, καὶ ἡ εὐρυχωρία πῶς αὐτοὺς ἀπέστησεν ἀπὸ τοῦ Θεοῦ καὶ εἰδωλολατρῆσαι παρεσκεύασε; Ταῦτα δὲ πάντα πρὸς ὀδύνην καὶ θλῖψιν παρῆκε τῷ Μωυσῇ· ὅταν γὰρ ὁ οὕτω θερμὸς ἐραστὴς τοῦ Θεοῦ ἐθεώρει οὓς ἠγάπα ὑπὲρ τὴν ἑαυτοῦ ψυχὴν οὕτως ἀσεβοῦντας καὶ μαινομένους, καὶ μετὰ τὰ φοβερὰ θαύματα ἐκεῖνα, μετὰ τὴν ἐν θαλάσσῃ πεζοπορίαν, μετὰ τὴν τοσαύτην τοῦ Θεοῦ ἀντίληψιν καὶ εὐεργεσίαν, εἰς εἰδωλολατρίαν προτραπέντας καὶ χώνευμα θεολογοῦντας ἐκ τῆς ἀνέσεως καὶ τρυφῆς· ὅθεν πικρανθεὶς ὁ μακάριος ἐπὶ τῇ τοιαύτῃ αὐτῶν παρανομίᾳ, ὑπὸ θεϊκοῦ ζήλου κινούμενος ἠναγκάσθη τὰς πλάκας τοῦ νόμου συντρίψαι, καὶ τοὺς οὕτως ὑπ᾽ αὐτοῦ ἀγαπωμένους κατασκευάζειν ἀλλήλους ἐκέλευσε, καὶ ἄλλην τεσσαράκοντα ἡμερῶν νηστείαν ἑλκύσας, τὴν δευτέρωσιν ἔλαβεν.

Εἶδες τὸ τῆς ἀκτημοσύνης καὶ τὸ τῶν πειρασμῶν ὄφελος; Πῶς φίλους τοῦ Θεοῦ κατασκευάζει τοὺς ἐν τούτοις ὑπομένοντας; Τί αὐτοῦ πλουσιώτερον, ἢ τί αὐτοῦ ἐνδοξότερον τοῦ καλοῦ κατορθώματος; Βασιλεὺς ἦν ὁ Φαραὼ χρυσοῦν ὄχημα ἔχων καὶ χρυσοκόλλητον θρόνον, καὶ στέφανον περικείμενος, καὶ ἐν τῇ Ἐρυθρᾷ Θαλάσσῃ κατεποντίζετο. Ὁ δὲ ἀκτήμων Μωυσῆς ῥάβδον μόνην ἐπεφέρετο εἰς χλοηφόρον πεδίον, καὶ τὸν λαὸν δι᾽ αὐτῆς ὡδήγησε, καὶ ὕδωρ ἐκ πέτρας ἐξήγαγε, καὶ μάννα αὐτοῖς ἐξ οὐρανοῦ κατήγαγε.

Τούτων τοίνυν τὰς ἀρετὰς ζηλοῦν ὀφείλομεν καὶ ἡμεῖς οἱ τὸ ἀγγελικὸν σχῆμα εἰληφότες καὶ ἀποταξάμενοι τῷ κόσμῳ, ἵνα καὶ τῆς ἐκείνων χάριτος ἀξιωθῶμεν, καὶ σὺν αὐτοῖς τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωμεν. Τὴν τούτων ὑπομονήν, τὴν τούτων ἐπιείκειαν, τὴν πρὸς τὰ γήϊνα ἀμεριμνίαν, τὴν ταπεινοφροσύνην, τὴν πρᾳότητα, τὴν ἀνεξικακίαν, τὴν κατάνυξιν, τὴν καθαρότητα, τὴν ἀνυπόκριτον ἀγάπην. Τοῦ γὰρ Θεοῦ ὀργιζομένου ἐπὶ τῇ ἀσεβείᾳ τῶν Ἰουδαίων καὶ βουληθέντος ἐκτρίψαι αὐτούς, ἔλεγε τῷ Μωυσῇ· ἔασόν με καὶ συντρίψαι αὐτούς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα πολύ. Ὁ δὲ τὴν μεγάλην καὶ ἀνυπέρβλητον ἀγάπην κεκτημένος, ἐδέετο τοῦ Θεοῦ καὶ ἔλεγε· μηδαμῶς, Κύριε! Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου, ἧς ἔγραψας.

Ὁρᾶτε, ἀγαπητοί, ἀνυπερβλήτου ἀγάπης μέγεθος· ἐξαλειφθῆναι τῆς θεϊκῆς βίβλου ἐδέετο τῆς ἰουδαϊκῆς ἕνεκα σωτηρίας καὶ ἀντιλήψεως. Τούτου τὴν ἀγάπην ὀφείλομεν μιμεῖσθαι οἱ θέλοντες σωθῆναι καὶ τῶν μελλόντων ἀγαθῶν ἀπολαύεσθαι. Ὁ γὰρ ταύτην κεκτημένος οὐκέτι πάθεσι κακίας καὶ πονηρίας ὑπόκειται, ἀλλὰ καθαρῶς καὶ ἀπροσκόπτως διάγων τῆς οὐρανίου τεύξεται βασιλείας.

Ὁμοίως δὲ καὶ πάντες οἱ Προφῆται διὰ πολλῶν θλίψεων καὶ πειρασμῶν τὴν αἰώνιον ζωὴν ἐκληρονόμησαν. Ἰησοῦς ὁ τοῦ Ναυῆ μαθητεύσας τῷ Μωυσῇ καὶ τὰς ἀρετὰς αὐτοῦ μιμησάμενος, τῆς αὐτῆς χάριτος κατηξιώθη, καὶ πλέον ταῖς θλίψεσι καὶ τοῖς πειρασμοῖς οὗτος ἐνεγυμνάσθη, πολέμους πολέμων διαδεχόμενος, καὶ πλέον δὲ τῶν πολέμων αἱ τοῦ λαοῦ παραβάσεις ἔθλιβον αὐτόν.

Ἀλλὰ μὲν πάντα ὑπέμεινε διὰ τὴν τῶν αἰωνίων ἀγαθῶν ἐλπίδα καὶ τὴν περὶ Θεοῦ πίστιν καὶ ἀγάπην. Μετὰ τοῦτον οἱ καθεξῆς Κριταὶ καὶ Προφῆται τοῖς αὐτοῖς ἐγυμνάσθησαν ἀγῶσι καὶ τὰς αὐτὰς ὑπέμειναν θλίψεις. Διὰ τοῦτο ὑπὸ τοῦ Θεοῦ ἐμακαρίσθησαν καὶ τὴν αἰώνιον ζωὴν ἐκληρονόμησαν· μηδὲν τῶν ἐπὶ γῆς κτησάμενοι, ἀλλὰ διαπαντὸς ὑστερούμενοι καὶ θλιβόμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ πᾶσαν θλῖψιν καὶ στενοχωρίαν ὑπομένοντες· περὶ ὧν εἶπεν ὁ Ἀπόστολος· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος.