Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε καὶ περὶ τελειότητος ἀνθρώπου

Ἐφραίμ ὁ Σύρος

Το ύψιστο πρότυπο του Χριστού, των Αποστόλων και των Μαρτύρων

Το παράδειγμα της ένσαρκης οικονομίας, της ταπείνωσης και του πάθους του Κυρίου, και η μίμησή του μέσω του σωματικού και του εσωτερικού μαρτυρίου της συνειδήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 7

Μὴ οὖν δυσαναθετοῦμεν ἐπὶ τοῖς συμβαίνουσιν ἡμῖν λυπηροῖς, ἤτοι θλιβεροῖς, ἀλλὰ μᾶλλον χαίρωμεν, ὅτι τῇ ὁδῷ τῶν Ἁγίων πορευόμεθα· καὶ γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ δοτὴρ τῆς ζωῆς ἡμῶν, 〈διὰ〉 παθημάτων ἐτελείωσε τὴν ἔνσαρκον ἅπασαν οἰκονομίαν· τὴν γὰρ τοῦ δούλου μορφὴν ἀνέλαβε Δεσπότης πάντων ὑπάρχων, καὶ πλούσιος ὢν ἐπτώχευσε, καὶ πεῖναν καὶ δίψαν ὑπέμεινε, καὶ κόπον καὶ ὁδοιπορίαν, καὶ ὁ πάντων δημιουργὸς καὶ Κύριος οὐκ εἶχεν ὅπου τὴν κεφαλὴν κλῖναι· καὶ ὃν τρέμει πᾶσα κτίσις οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, ὑπὸ Διαβόλου (οὗτος ἐξουσίαν ἡμῖν δέδωκε καταπατεῖν ἐπάνω αὐτοῦ), ὑπ᾽ αὐτοῦ κατεδέξατο τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας νηστείαν ἑλκύσαι, καὶ οὕτως ὑπ᾽ ἐκείνου πειρασθῆναι.

Ἆρα νηστείας ἔχρῃζεν ὁ ἀπαθής; Ὁ πάντας κοπιῶντας ἀναπαύων, κοπωθῆναι ὤφειλε; Τίνος δὲ ἕνεκεν ἐδίψησεν ἡ εὔρυτος πηγή· ὁ τὸ ὕδωρ εἰς οἶνον μεταβαλών· ὁ ποταμοὺς ζώντων ὑδάτων ἐκβλύζων ἐκ τῆς κοιλίας τῶν πιστευόντων εἰς αὐτόν· εἰμὴ ὅτι ὑπόδειγμα ἡμῖν καὶ τύπον εὐαρέστου πολιτείας βουλόμενος ὑποδεῖξαι, ἵνα ἐν αὐτοῖς ἀναστραφέντες ῥυσθῶμεν ἀπὸ τῆς τοῦ Διαβόλου κακοτεχνίας, τύχωμεν δὲ τῆς αἰωνίου αὐτοῦ βασιλείας; Διὰ τοῦτο καὶ ἔπαθεν ὀνειδιζόμενος, λοιδορούμενος, ἐμπτυόμενος, κολαφιζόμενος, μαστιζόμενος, ἀκάνθαις στεφανούμενος, κάλαμον ἐγχειριζόμενος, πορφύραν ἐνδιδυσκόμενος, ῥάπισμα λαμβάνων, πᾶν εἶδος χλεύης καὶ γέλωτος δεχόμενος, σταυρούμενος, ὄξος καὶ χολὴν ποτιζόμενος, λόγχῃ τὴν πλευρὰν νυττόμενος, μετὰ ἀνόμων λογιζόμενος.

Ταῦτα πάντα ὑπέμεινεν ὁ Κύριος δι᾽ ἡμᾶς, καὶ ἠνέσχετο ὁ μακρόθυμος τῆς ἡμῶν σωτηρίας ἕνεκεν. Τί οὖν ἀνταποδώσωμεν τῷ Κυρίῳ, τῷ τοσαύτην ἀγάπην εἰς ἡμᾶς τοὺς ἁμαρτωλοὺς ἐπιδειξαμένῳ; Ὅτι οὐδὲ ἀνταπόδοσιν ζητεῖ παρ᾽ ἡμῶν, ἀλλὰ μόνον σπουδάζειν ἡμᾶς βούλεται περὶ σωτηρίας ἡμῶν.

Οὕτως καὶ οἱ Ἀπόστολοι, τοῦ Σωτῆρος τοῖς διδάγμασιν ἐξακολουθήσαντες, πᾶσαν θλῖψιν καὶ στενοχωρίαν ὑπέμειναν διωκόμενοι, ἐλαυνόμενοι, στενοχωρούμενοι, ὑβριζόμενοι, ἐξουθενούμενοι, καταπτυόμενοι, τόπον ἐκ τόπου συνεχῶς ἐλαυνόμενοι, μὴ ἔχοντες ἀνάπαυσιν τὸ σύνολον, ἀλλὰ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἔχοντες καὶ καθ᾽ ὥραν περιμένοντες, καὶ μετὰ ταῦτα νηστείαις καὶ ἀγρυπνίαις καὶ δίψει καὶ γυμνότητι, καὶ ἐπὶ πόνοις καὶ ἐπὶ κινδύνοις καὶ ὁδοιπορίαις καταδαμάζοντες αὑτῶν καὶ δουλαγωγοῦντες τὰ σώματα, ἵνα καὶ ἑαυτοῖς καὶ ἡμῖν τὴν αἰώνιον ζωὴν προξενήσωσι· δεικνύντος τοῦ Θεοῦ δηλονότι οὐκ ἔστιν ἄνεσις ἐπὶ τῆς γῆς τοῖς βουλομένοις σωθῆναι· οὔτε γὰρ μισθὸς ἄνευ κόπου δίδοται, ἀλλ᾽ ἕκαστος ἡμῶν τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.

Τούτων γὰρ κατόπισθεν καὶ οἱ καλλίνικοι Μάρτυρες ἀκολουθήσαντες καὶ τοὺς ποικίλους πειρασμοὺς ἐγγυμνασθέντες καὶ τοῖς βασάνοις ἀναχωνευθέντες, ὡς χρυσὸς ἐν χωνευτηρίῳ, τὸν τῆς ἀφθαρσίας ἀνεδήσαντο στέφανον, μαστιγούμενοι, στρεβλούμενοι, ξεόμενοι, πληγαῖς ἀνηλεῶς αἰκιζόμενοι· ἐν φυλακαῖς δεσμούμενοι ἐνεβλήσκοντο· ἄρχοντες καὶ βασιλεῖς [δίκην] θηρῶν ὀδοῦσιν ὑποβάλλοντες, πυρὶ δὲ παμφάγῳ καὶ δυνατῷ παραδιδόντες αὐτούς· τοῖς τῶν ποταμῶν ῥεύμασιν αὐτοὺς παραδιδόντες καὶ τῷ πελάγει καταποντίζοντες· τροχοῖς προσδεσμοῦντες, κατακλῶντες τὰ ὅσια αὐτῶν καὶ τρυφερὰ μέλη. Τούτων δὲ πάντων κατίσχυον οἱ Ἅγιοι οὐκ ἰσχύϊ σώματος· τοῦτο γὰρ εἶχον τὸ φθαρτὸν σῶμα ὅπερ ἔχομεν καὶ ἡμεῖς· ἀλλὰ τῇ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι ἐνδυναμούμενοι πάντα γενναίως ὑπέμειναν, μηδόλως τῶν σαρκικῶν φρονημάτων πεῖραν δεξάμενοι, οὐ κολακείαις χαυνούμενοι, οὐ δόξῃ προσκαίρῳ καὶ πλούτῳ ματαίῳ ἀπατώμενοι, ἀλλὰ πᾶσαν τὴν ἐλπίδα αὐτῶν ἐπὶ Κύριον ἀδιστάκτως ἔχοντες πᾶσαν μηχανὴν τοῦ Διαβόλου κατεπάτησαν καὶ μάρτυρες Κυρίου ἀνεδείχθησαν, ὁμολογήσαντες τὴν καλὴν ὁμολογίαν ἔμπροσθεν τῶν ἀνθρώπων.

Οὕτω καὶ ἡμεῖς, ἀγαπητοί, εἰ καὶ καιρὸς οὐ πάρεστι μαρτυρίου, τῇ συνειδήσει γενώμεθα μάρτυρες, ἀνθιστάμενοι ταῖς τοῦ Διαβόλου ἐπινοίαις διὰ τῆς ταπεινοφροσύνης καὶ τῆς ὑπομονῆς καὶ τῆς εἰς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπης, καὶ τοῦ συμπεριφέρεσθαι ἀλλήλους διὰ τὸν Θεόν, ἀποπληροῦντες τὴν τοῦ Σωτῆρος ἐντολήν, ἣν εἶπε· μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ. Εἰ οὖν τὴν ψυχὴν τιθέναι ὑπὲρ ἀλλήλων προστετάγμεθα, πόσῳ μᾶλλον τὴν ὑπακοὴν καὶ ὑποταγὴν ἀλλήλοις παρέχειν ὀφείλομεν, ἵνα τοῦ Κυρίου μιμηταὶ γενώμεθα τοῦ πρῶτον δείξαντος τὴν ὑπακοὴν ἔργῳ καὶ λόγῳ, ὑπήκοος γενόμενος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ; Ὁμοίως καὶ τὴν ψυχὴν ἔθηκεν οἰκείᾳ φιλανθρωπίᾳ, καὶ ταῦτα οὐ φίλων ἡμῶν ὄντων αὐτοῦ, ἀλλὰ καὶ ἐχθρῶν. Ἐχθροὺς δὲ ὄντας ἡμᾶς τοῖς παραπτώμασι καὶ ταῖς ἐπιθυμίαις, διὰ τοῦ θανάτου αὐτοῦ κατήλλαξεν ἡμᾶς τῷ Πατρί, ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον.

Ἡμεῖς δὲ διακολουθεῖν ὀφείλοντες, τὰς ἐντολὰς αὐτοῦ προσταχθέντες τηρεῖν, οὐ τηροῦμεν. Καὶ αὐτὸς δὲ πρῶτον ἐποίησε καὶ οὕτως ἐδίδαξεν· ἡμεῖς δὲ οὐδὲ κἂν τὴν τυχοῦσαν ὑπακοὴν ἀλλήλοις παρέχομεν, ἀλλὰ ταῖς ἀντιλογίαις μᾶλλον καὶ τῇ ἀνυποταξίᾳ πάντες ἐδουλώθημεν· καὶ οὐ τοῖς τυχοῦσιν ἀνυποτακτοῦμεν, ἀλλ᾽ αὐτῷ τῷ Δεσπότῃ Χριστῷ. Ὅταν γὰρ τοῖς πατράσιν ἡμῶν ἀντιλέγομεν τοῖς τὰ σωτήρια ἡμῖν διδάγματα παρέχουσιν, οἵτινες καὶ τὴν ψυχὴν προθύμως ἔχουσι τιθέναι ὑπὲρ ἡμῶν, οὐχὶ τῷ Χριστῷ ἀντιλέγομεν τῷ εἰπόντι, ὅτι ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με;

Οὕτως οὖν ἀθετοῦντες τὸν ποιήσαντα ἡμᾶς, πῶς τῆς βασιλείας ἀξιώσει ἡμᾶς καὶ οὐ μᾶλλον κατακρινεῖ ἡμᾶς καὶ καταδικάσει, ὅτι οὕτω μεθιστάμεθα τὰς ἐντολὰς αὐτοῦ, καὶ οὐδὲ τὸν ἐκ τῆς παρακοῆς κίνδυνον πρὸ ὀφθαλμῶν ἔχομεν, οὐδὲ τὸ τῆς ὑπακοῆς κέρδος ἐπιγινώσκομεν, ὅτι ἡ μὲν παρακοὴ θάνατον κατεργάζεται, ἡ δὲ ὑπακοὴ ζωὴν αἰώνιον προξενεῖ;

Ἀγωνισώμεθα οὖν, ἀγαπητοί, διὰ τῆς καλῆς ταύτης ὑπακοῆς καὶ ὑποταγῆς τὴν αἰώνιον κληρονομῆσαι ζωήν, καὶ μὴ τῷ τῆς παρακοῆς καὶ ἀνυποταξίας θανάτῳ ἑαυτοὺς ὑπευθύνους καταστήσωμεν. Ἔχοντες δὲ τὸν φόβον τοῦ Κυρίου πειθαρχήσωμεν τοῖς τοῦ Ἀποστόλου διδάγμασι, καθὼς λέγει· ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἡ γὰρ εἰρήνη πάσης ἀγαθῆς ἐλπίδος ὑπόθεσις ὑπάρχει. Εἰρήνη τοῦ θανάτου θάνατος, Διαβόλου πένθος, δαιμόνων ἀφανισμός.

Ταύτην ζητήσωμεν καὶ καταδιώξωμεν· ἥτις ἐστὶν ὁ Χριστός, ὡς λέγει ὁ Ἀπόστολος· Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸν μεσότοιχον τοῦ φραγμοῦ λύσας· καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακράν.