Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Πρόσεχε σεαυτῷ
Ο πόλεμος της σαρκός, η μέλλουσα κρίση και οι θλίψεις
Συμβουλές για την καρτερία ενάντια στις σαρκικές επιθυμίες, τη διάκριση των θλίψεων και την εμπιστοσύνη στη θεία δικαιοσύνη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο πόλεμος της σαρκός, η μέλλουσα κρίση και οι θλίψεις
Συμβουλές για την καρτερία ενάντια στις σαρκικές επιθυμίες, τη διάκριση των θλίψεων και την εμπιστοσύνη στη θεία δικαιοσύνη.
Κεφάλαιον γʹ. Περὶ τοῦ πολέμου τῆς σαρκός Ἐὰν δὲ ὁ πόλεμος τῆς σαρκὸς ἐπαναστῇ σοι, μὴ φοβοῦ, μηδὲ κατάπιπτε τοῖς λογισμοῖς, μήπως θρασύνῃς τὸν Ἐχθρόν σου κατὰ σοῦ καὶ ἐνσπείρῃ ἐν σοί τι τῶν ἑαυτοῦ νοημάτων, καί φησιν· οὐ δυνατὸν παύσασθαι τὴν πύρωσιν ἀπὸ σοῦ, ἐὰν μὴ πληροφορήσῃς τὴν ἐπιθυμίαν σου· ἵνα, τραυματίσας σε, στῇ ἐξεναντίας, καταγελῶν σου τῆς ἀδρανείας. Ἀλλ᾽ ὑπομένων ὑπόμεινον τὸν Κύριον, καὶ ἔκχεον ἐνώπιον τῆς ἀγαθότητος αὐτοῦ τὴν δέησίν σου μετὰ κλαυθμοῦ, καὶ αὐτὸς εἰσακούσεταί σου, καὶ ἀνάξει σε ἐκ λάκκου ταλαιπωρίας τῶν ῥυπαρῶν λογισμῶν καὶ ἀπὸ πηλοῦ ἰλύος τῶν αἰσχρῶν φαντασιῶν, καὶ στήσει ἐπὶ πέτραν ἁγιότητος τοὺς πόδας σου, καὶ ὄψει τὴν παρ᾽ αὐτοῦ σοι βοήθειαν ἐπελθοῦσαν. Μόνον ὑπόμεινον, καὶ μὴ χαυνωθῇς τῷ λογισμῷ, μηδὲ ἀποκάμῃς ἐξαντλῶν τὴν ἀντλίαν· ἐγγὺς γὰρ ὁ λιμὴν τῆς ζωῆς· ἔτι γὰρ λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι. Ἀλλ᾽ ἰδεῖν σου τὸν ἀγῶνα περιμένει, εἰ ὄντως ἄχρι θανάτου ἀνταγωνίζεις πρὸς τὴν ἁμαρτίαν. Μὴ οὖν ὀλιγοψύχει, οὐ γὰρ ἐγκατέλιπέ σε. Καὶ γὰρ ὁρᾷ σου τὸν ἀγῶνα καὶ 〈ὁ〉 τῶν ἁγίων Ἀγγέλων χορός, καὶ ὁ τῶν δαιμόνων δῆμος. Οἱ Ἄγγελοι στέφανον παρέχουσι τῷ νικῶντι· οἱ δαίμονες αἰσχύνην προσάγουσι τῷ ἡττημένῳ.
Πολὺς ὁ ἀγὼν τῶν Ἀγγέλων περὶ σοῦ, ἀγαπητέ· πολλὴ ἡ σπουδὴ τῶν δαιμόνων κατὰ σοῦ, φιλόχριστε. Πρόσεχε οὖν σεαυτῷ, μὴ λυπήσῃς τοὺς ἰδίους, καὶ χαροποιήσῃς τοὺς ἀλλοτρίους· ἰδίους φημὶ τοὺς ἁγίους Ἀγγέλους, ἀλλοτρίους δὲ τοὺς ἀκαθάρτους δαίμονας.
Οὐκ ἔστι τόπος κρυπτὸς ἀπὸ τῶν ὀφθαλμῶν τοῦ Θεοῦ, ἀγαπητέ, οὐκ ἔστι σκοτία ἐν ὀφθαλμοῖς Κυρίου, ἀδελφέ. Μὴ οὖν σε ἐξαπατάτω ὁ ἐξεναντίας· ἐγγὺς γὰρ τῶν ποδῶν τοῦ Θεοῦ ἵστης. Μὴ καταρόνει· γέγραπται γάρ· ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Μὴ οὖν χαυνωθῇς τῷ λογισμῷ, ἀλλ᾽ ἀνδρίζου, ἐγγὺς γὰρ ὁ βοηθός. Ἄκουε τοῦ λέγοντος Προφήτου· πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Κυκλώσαντες, ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
Ὑπόμεινον οὖν ἀγωνιζόμενος, ἵνα δόκιμος γενόμενος λήψῃ τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. Τὸ γὰρ πολεμεῖσθαι καὶ ἀντιπολεμεῖν πρὸς τὰ πάθη δοκίμους ἡμᾶς καθίστησι πρὸς τὴν πεῖραν τοῦ πολέμου. Εἰ γὰρ μὴ πολεμούμεθα, τῶν πολεμουμένων ἴσως καταγινώσκωμεν, ἄπειροι ὄντες τοῦ ἀγῶνος, καὶ εἰς ὑψηλοφροσύνην περιπίπτωμεν.
Οὐ δεινὸν γάρ ἐστι τὸ πολεμεῖσθαι καὶ ἀντιπολεμεῖν κατὰ τῶν παθῶν· ἀλλὰ χαλεπὸν τὸ ἐκ ῥᾳθυμίας καταπεσεῖν ἐξεναντίας τῶν ὑπεναντίων. Ἀντίστα οὖν κατὰ τῆς φλεγομένης ἐπιθυμίας, ἵνα διαφύγῃς τὴν μηδέποτε σβεννυμένην φλόγα. Ἐὰν γὰρ νικήσῃ ἡμᾶς τὰ πάθη, οὐκ ἀφίσταται ἀφ᾽ ἡμῶν, μᾶλλον δὲ καὶ θρασύνονται καθ᾽ ἡμῶν. Ἄκουε τοῦ λέγοντος· μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα· ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον ὑπὲρ μάχαιραν δίστομον. Πρόσεχε σεαυτῷ ἵνα μὴ στερηθῇς τῆς δόξης τοῦ προσώπου τοῦ Θεοῦ· γέγραπται γάρ· εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κεφάλαιον δʹ Μὴ ἀναλάβῃς τῶν κακοφρόνων βουλὴν τῶν λεγόντων· ἀφ᾽ ἧς ἡμέρας ἀποθάνω, τί ὑπομένω; Καὶ ταῦτα πρὸς τὸ παροργίζειν Κύριον τὸν Θεὸν τὸν μέλλοντα κρῖναι ζῶντας καὶ νεκρούς. Οὐαὶ ψυχῇ τῇ πειθαρχούσῃ τῇ ὑπονοίᾳ ταύτῃ. Οὐαὶ ἀνθρώπῳ τῷ οὕτως ἔχοντι. Αὕτη ἡ βουλὴ εἰς τὰ ταμιεῖα τοῦ θανάτου κατάξει τοὺς πειθομένους αὐτῇ. Αὕτη ἡ βουλὴ ἀπὸ Θεοῦ μακρύνει, καὶ πρὸς τὸν Διάβολον ἐκκλίνειν ποιεῖ. Σὺ δὲ ὁ πιστὸς φεῦγε κακὴν συμβουλίαν καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Πιστεύομεν γὰρ ὅτι ἔσται μετὰ θάνατον κρίσις καὶ ἀνταπόδοσις. Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ μισθοῦ τῶν δουλευσάντων αὐτῷ ἐν ἀληθείᾳ· καθὼς γέγραπται· ἃ ὀφθαλμὸς οὐκ οἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Θέλεις δὲ γνῶναι, ἀγαπητέ, τὴν δύναμιν τοῦ λόγου; Κατανόησαι οἵαν δόξαν κέκτηνται καὶ ἐπὶ γῆς οἱ Ἅγιοι· καθὼς γέγραπται· μνήμη δικαίων μετ᾽ ἐγκωμίων, ὄνομα δὲ ἀσεβῶν σβέννυται. Σὺ δὲ πίστευε, ἀγαπητέ, τοῖς γεγραμμένοις ἐν ταῖς θείαις Γραφαῖς, φεῦγε δὲ τοὺς τῶν ἀπίστων λόγους· ἐξέστραπται γὰρ αὐτῶν ὁ νοῦς καὶ ἡ συνείδησις· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται.
Ὅρα γὰρ τὸν Ἡρώδην φοροῦντα ἐσθῆτα βασιλικὴν καὶ δημηγοροῦντα πρὸς τὸν λαόν, καὶ ἀνθ᾽ ὧν οὐκ ἔδωκε τὴν δόξαν τῷ Θεῷ, Ἄγγελος Κυρίου ἐπάταξεν αὐτόν, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.
Ἐὰν ἐγκρατὴς γενόμενος τῆς ἀρετῆς διεγείρῃ ὁ μισόκαλος τινὰς κατὰ σοῦ πρὸς τὸ σὲ ἐκθλίβειν, μὴ δειλιάσῃς, μηδὲ προδῷς τὴν εὐσέβειαν δι᾽ ἀνθρώπινον φόβον. Φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Ἄκουε τοῦ Σωτῆρος λέγοντος· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. Ὅθεν χρὴ φεύγειν τοὺς διεφθαρμένους λόγους τῶν κακοφρόνων ἀνθρώπων καὶ μὴ προσέχειν σχήματι μόνῳ ἢ πολιαῖς, ἀλλ᾽ εἰς τὸ φρόνημα τοῦ ἀνδρός· οὗτοι γάρ εἰσι περὶ ὧν ὁ Ἀπόστολος λέγει· ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· μήποτε συγκαταθέμενος τοῖς ψευδέσιν αὐτῶν λόγοις, καὶ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ στερηθείς, ἀκούσῃς, ἐκείνην τὴν πικρὰν καὶ ἀπαραμύθητον φωνήν, τὴν πλήρη πένθους καὶ πικρῶν δακρύων, φλογιζόμενος ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἀλλὰ πρὸς τὸν Θεὸν ἔχε τὸν σκοπὸν μόνον, ὅπως τελέσας βίον ἐνάρετον χαρεῖ ἡ ψυχή σου ἐν τῷ μέλλοντι αἰῶνι μετὰ τῶν δικαίων· καὶ τὴν χαράν σου οὐδεὶς αἴρει ἀπὸ σοῦ. Ὄτι τῷ Θεῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κεφάλαιον εʹ Νυνὶ δύο θλίψεις εἰσίν, ἐν οἷς ἐμπλέκεται πᾶς ἄνθρωπος ὑπὸ τὸν ἥλιον· μία κατὰ Θεόν, ἡ δὲ ἑτέρα κατὰ τὸν κόσμον. Καὶ οὐ δυνατὸν δίχα μιᾶς διελθεῖν τὸν ἐνεστῶτα βίον· ἢ τῆς κατὰ Θεὸν ἢ τῆς κατὰ τὸν κόσμον.
Καὶ ἡ μὲν τοῦ κόσμου θλῖψις, χαλεπὴ ὑπάρχει καὶ ἄμισθος, ἡ δὲ κατὰ Θεόν, ἐλπίδα ἔχει ζωῆς αἰωνίου. Σὺ οὖν, ὡς σοφός, εἰς ἣν προῄρει κλῖνον, μηδὲ ἐξακολούθει σου τοὺς λογισμούς, οὐ γὰρ ἀκόντως συμβάλλεταί σοι. Ἀλλὰ πρῶτον μὲν ἐπικαλοῦ τὸν Κύριον ἐν τῷ ὀχλεῖσθαί σε ὑπ᾽ αὐτῶν, ἔπειτα λάμβανε συμβουλίαν παρὰ παντὸς ἀνθρώπου φοβουμένου τὸν Κύριον. Εἰ μὴ νουθεσίαν ὑπομείνῃς τῶν φοβουμένων τὸν Κύριον, ἔσται σου ἡ ψυχὴ ὡς πόλις ἀτείχιστος, καὶ ὅταν βουληθῇ ὁ βάρβαρος, εἰσέρχεται καὶ αἰχμαλωτίζει αὐτήν. Γέγραπται γάρ· ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι. Ὁ δὲ σοφὸς δέξεται συμβουλίαν. Φύγωμεν δὲ τὴν μέθην· φύγωμεν καὶ συντυχίαν γυναικῶν, ὅσον τὸ δυνατόν· ἔστι λόγος γὰρ γυναικός, ὥσπερ βρόχος ἐν τῇ καρδίᾳ, καὶ ἕλκει τὸν ἀποδεξάμενον εἰς αἰσχρὰν μίξιν.
Ἐὰν καταλάβῃ σε σωματικὴ ἀρρωστία, μὴ ὀλιγοψύχει, ἀλλ᾽ εὐχαρίστως φέρε· λέγει γὰρ ὁ Ἀπόστολος· ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Καὶ ἐν ἑτέρῳ λέγει· μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν. Ἐπιρρίψωμεν οὖν τὴν μέριμναν ἑαυτῶν, ἀγαπητέ, πρὸς τὸν Κύριον, ὅτι αὐτῷ μέλει ὑπὲρ ἡμῶν. Περὶ δὲ τῆς διατροφῆς ἑαυτῶν οἱ ἰσχύοντες ἐργασώμεθα, καὶ ἐν τῷ καταλαβεῖν ἡμᾶς ἀδυναμίαν, ἐὰν ὑπερίδωσιν ἡμᾶς οἱ προεστῶτες, ὅπερ ἀπείη, ὁ Θεὸς ἀπροσδοκήτως ἀποστέλλει ἡμῖν ἀντίληψιν· γέγραπται γάρ· ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό μου. Μόνον ἐν καθαρᾷ συνειδήσει λατρεύσωμεν αὐτῷ, καὶ τὰς καρδίας τῶν ἀφηγουμένων ἡμῶν αὐτὸς κατευθυνεῖ πρὸς ἡμᾶς, καὶ ἡμᾶς ἀξιώσει τοῦ μακαρισμοῦ αὐτοῦ. Μὴ οὖν θλίβου περὶ τοῦ κόπου, πολλοὶ γὰρ καὶ μηδὲν ἐργασάμενοι ὑπὸ τῆς ἀκηδίας ὠχλήθησαν. Μάθε τοιγαροῦν ἐργάτης, ἵνα μὴ μάθῃς προσαίτης. Μὴ οὖν ὀλιγώρει ἐργαζόμενος, διότι γέγραπται· ὁ Κύριος ἐγγύς, καὶ τοῖς κοπιῶσι κατὰ Θεὸν μισθὸν πολὺν ἀποδώσει· μηδὲν μεριμνᾶτε· ἀλλ᾽ ὑπόμεινον τὸν Κύριον, ὅπως ἀξιωθῇς τῆς ἀναπαύσεως τῶν δικαίων· ἐν ἐκείνῃ γὰρ τῇ ἀναπαύσει οὐ κόπος ὑπάρχει, οὐκ ἀκηδία, οὐ μέριμνα, οὐ λύπη, οὐκ ἀσθένεια, οὐκ ἐπιθυμία κακή, οὐδέ τι τῶν ὁμοίων· ἀλλὰ χαρὰ καὶ εἰρήνη καὶ ἀγαλλίασις ἐν Πνεύματι Ἁγίῳ.
Τοῦ γὰρ Ἀντικειμένου ἐμβληθέντος ἐν τῇ γεέννῃ τοῦ πυρὸς σὺν πᾶσι τοῖς ἀγγέλοις καὶ σκεύεσιν αὐτοῦ, παύσονται πᾶσαι αἱ ἐνέργειαι αὐτοῦ. Ὁ δὲ Κύριος ἀξιώσῃ πάντας ἡμᾶς ἐκείνης τῆς ἀνεκλαλήτου χαρᾶς· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.