Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Πρόσεχε σεαυτῷ
Η θεραπεία των παθών και η ανάγκη πνευματικής εγρήγορσης
Οδηγίες για τη θεραπεία των παθών, την προστασία από τις μεθοδείες του διαβόλου και δοξολογική δέηση για τη θεία ευσπλαγχνία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η θεραπεία των παθών και η ανάγκη πνευματικής εγρήγορσης
Οδηγίες για τη θεραπεία των παθών, την προστασία από τις μεθοδείες του διαβόλου και δοξολογική δέηση για τη θεία ευσπλαγχνία.
Κεφάλαιον ϛʹ Ἄκουε, ἀγαπητέ· τὰ δυσίατα πάθη, εἰ μὴ διὰ καυστικῶν καὶ στυπτικῶν φαρμάκων, οὐκ ἐκριζοῦνται. Καὶ σὺ οὖν, ἀγαπητέ, μὴ ὀργίζου τὰ τῆς ἀληθείας ἀκούων· εἰ δὲ ἀγανακτεῖς κατὰ τοῦ προσάγοντός σου τὰς ἰατρείας, ἔκδηλον σεαυτὸν ποιεῖς μὴ θέλοντα ἰαθῆναι, μηδὲ ἀπαλλαγῆναι τοῦ πάθους, ἀλλ᾽ ἔτι αἱρεῖσαι ἐν ῥύποις διακεῖσθαι. Ἐὰν γὰρ τὴν ἀλήθειαν κρύψωμεν καὶ πρὸς ἡδονὴν συμβουλεύσωμεν, οὐδὲν διαφέρομεν τῶν ψευδοπροφητῶν, οἳ ἐπλάνων τὸν λαόν, τὰ καταθύμια ἑκάστῳ λαλοῦντες. Οἱ δὲ τοῦ Θεοῦ Προφῆται, τὴν ἀλήθειαν κηρύσσοντες, ἐμισοῦντο καὶ ἀπεκτείνοντο. Οὐχ ὅτι δὲ μετὰ προφήτου ἐπιγράφω ἐμαυτόν, ἐγὼ γὰρ ἐπίσης εἰμὶ κυνὸς ἀκολουθοῦντος προβάτοις τοῦ Κυρίου αὑτοῦ, ὃς ὅταν ἴδῃ τὸν λύκον ἐρχόμενον, οὐκ ἠρεμεῖ, ἀλλ᾽ εὐθὺς ἀναστὰς ὁρμᾷ κατ᾽ αὐτοῦ, καὶ οἱ ποιμένες τοῦ κυνὸς ἀκούοντες ὑλακτοῦντος ἀνιστάμενοι ἐκδιώκουσι τὸν φθορέα καὶ διασῴζουσι τὰ πρόβατα.
Τί οὖν ἀμελοῦμεν τῆς ἑαυτῶν σωτηρίας, ἀγαπητοί; Τί συμπεριφερόμεθα ταῖς ἐπιθυμίαις τοῦ παλαιοῦ ἀνθρώπου, καὶ τὸν μὲν ἔξω ἄνθρωπον κοσμοῦμεν τῷ σχήματι, τὸν δὲ ἔσω διαφθείρομεν ταῖς πράξεσι; Μὴ γενώμεθα σκληροκάρδιοι, ὡς ὁ Φαραώ, ἵνα μὴ τῇ μερίδι αὐτοῦ ὑποπέσωμεν, μηδὲ σκληροτράχηλοι, ὥς τινες τῶν υἱῶν Ἰσραήλ, ὅπως μὴ στερηθῶμεν τῆς γῆς τῆς ἐπαγγελίας. Μισήσωμεν τὴν διαγωγὴν τῶν ἀνεπιστημόνων ἀνθρώπων, ὅτι οὐκ ἀκίνδυνος ἡ ὁδὸς αὐτῶν, ὡς γέγραπται, ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστι καὶ οὐκ ἔστιν αὐτοῖς ἐπιστήμη. Ὅθεν καὶ ὁ Προφήτης ἔλεγεν· Κύριε παντοκράτωρ, οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος παιζόντων, ἀλλ᾽ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην. Ἄκουε δὲ καὶ ἐν ἑτέρῳ, πῶς θρηνεῖ ὁ Προφήτης τὴν γενεὰν ἡμῶν, λέγων· οἴμοι ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὑτοῦ ἐκθλίβουσιν ἐκθλιβήν, ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζοντες.
Ἀγαπήσωμεν οὖν ἡμεῖς τὴν εὐλάβειαν· ἐὰν καὶ ὀνειδισθῶμεν, ἐὰν καὶ μαστιγωθῶμεν, μὴ ἐάσωμεν αὐτήν· θησαυρὸς γάρ ἐστι πλήρης ἀγαθῶν, πλήρης ἀρετῶν. Θεὸν δυσωπεῖ ἐπιβλέπειν εἰς ἀγαθὰ τοῦ κεκτημένου αὐτήν, καθὼς γέγραπται· ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾽ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; Καὶ μακάριος ὃς καταπτήσσει πάντα δι᾽ εὐλάβειαν.
Πρόσεχε οὖν σεαυτῷ, ἀγαπητέ· μὴ ἀμέλει τῆς ἑαυτοῦ σωτηρίας· μὴ πρόσεχε τοῖς ἀμελεστέροις, ἀλλὰ τοῖς νήφουσι, μηδὲ τοῖς ναυαγοῦσιν, ἀλλὰ τοῖς σῳζομένοις. Ἕως πότε ἀνέχη δουλεύειν τοῖς ἀσχημονεῖν σε βιαζομένοις;
Μὴ γενοῦ δουλοπαθής, γενοῦ δὲ μᾶλλον ἐλεύθερος. Πολλῆς νήψεώς σοι χρεία. Εἰς τὸ σκάμμα ἕστηκας, μὴ καταφρόνει· ὁ γὰρ ἀντίπαλος ἐξεναντίας ἕστηκε, καθὼς γέγραπται· ὁ ἀντίπαλος ἡμῶν Διάβολος, ὡς λέων ὠρυόμενος, περιπατεῖ ζητῶν τίνα καταπίῃ. Ὁρᾷς οἵα ἀπληστία τοῦ ἀντιδίκου, οἵα ἀποτομία; Ὅτι οὐ πλῆξαι καὶ ἀφιέναι, εἰ μὴ θανῇ τις, βούλεται, ἀλλ᾽ εὐθὺς ὁλόκληρον καταπίνει τὸν μὴ νήφοντα.
Καιρὸν οὖν ἔλαβες; Ὡς καιρὸν ἔχομεν, ἀγωνίζου. Ἐὰν γὰρ τὸν καιρὸν ἀπολέσωμεν ἑαυτῶν ἐν ἀμελείᾳ, ἄλλον καιρὸν μὴ εὕρωμεν. Πόση ἀνθρωπότης ἐγενήθη ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν, καὶ ποῦ εἰσιν; Ἢ τίς ἐπίσταται αὐτῶν τὸν ἀριθμόν; Κύριος ὁ Θεὸς ὁ πλάσας ἡμᾶς· ὁ ἐξάγων κατὰ ἀριθμὸν τὸν κόσμον αὑτοῦ, ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.
Αὐτὸς ἐπίσταται ἕκαστον καὶ ἑκάστου τὸ ἔργον. Ὁ μόνος σοφὸς καὶ ἀγαθὸς καὶ δυνάστης· ὁ φοβερὸς καὶ ἀμνησίκακος· ὁ πολυέλεος, ὁ ἐπιζητῶν τοὺς ἀπολλυμένους, ὁ ἐλεῶν τοὺς ἐπιστρέφοντας καὶ οἰκτείρων τοὺς μετανοοῦντας.
Σὲ προσκυνοῦμεν, Κύριε, τὸν πλάσαντα ἡμᾶς Θεόν. Σοὶ προσφέρομεν δόξαν καὶ τιμήν, ὅτι ἀνέχῃ καὶ ὑπ᾽ ἐμοῦ τοῦ βδελύγματος ὑμνεῖσθαι. Ἐν τούτῳ γάρ, Κύριε, μεγάλη σου ἡ εὐσπλαγχνία καὶ ἡ φιλανθρωπία, ὅτι καὶ ἀναξίους καλεῖς, ἁμαρτωλῶν μετανοούντων οὐκ ἀποστρέφῃ, θλιβομένους οὐ παρορᾷς, ὀλιγοψυχοῦντας οὐκ ἐγκαταλείπεις. Μακαρία καὶ τρισμακαρία ἡ ψυχή, ἡ σὲ μόνον ποθήσασα· ἡ γὰρ σὲ ποθοῦσα καὶ τὰς ἐντολάς σου φυλάσσει.
Τί οὖν ἡμεῖς καταφρονοῦμεν τῆς ἑαυτῶν σωτηρίας, ἀγαπητοί; Ἐννοηθῶμεν ἐκ τῶν προσκαίρων τὰ αἰώνια. Ἐν ποίᾳ γὰρ φροντίδι ὑπάρχει τις ἐν τῷ προσιέναι ἀπαγγέλλειν τὸ μάθημα τὸ ἐπιτεταγμένον, καὶ ἀποδοῦναι τοῦ ἐργοχείρου τὴν σύνταξιν τῷ προεστῶτι. Τί οὖν ἡμεῖς οὐ φροντίζομεν τῆς ὥρας ἐκείνης, ὅταν ἀπαιτούμεθα λόγον παντὸς τοῦ βίου; Πάλιν ἐν τῷ εὐκαιρῆσαί τινα ἐν χειμῶνι, ὥρᾳ ἑσπέρας, εἰς ἑτέρου κελλίον, ἐπειγόμενον καταλαβεῖν τὸ ἴδιον, ἐν ποίᾳ φροντίδι ἔσται διὰ τὴν σκοτίαν καὶ τὴν σύγχυσιν τοῦ ἀέρος; Καὶ πῶς καταφρονοῦμεν ἡμεῖς τῆς ἀπαραιτήτου ὁδοῦ; Ἄρα τί συναντήσει ἡμῖν μετὰ τὸ χωρισθῆναι ἡμᾶς τοῦ σώματος;
Πρόσχωμεν οὖν ἑαυτοῖς, ἀγαπητοί, ἵνα εὐφρανθῶμεν ἐν τῇ εὐφροσύνῃ τῶν δικαίων. Ὁ γὰρ τῇ ἀπάτῃ ἐκδοὺς ἑαυτόν, πολλὰ συντριβήσεται καὶ ἐν τῇ ζωῇ ταύτῃ ὑπάρχων. Σήμερον ἐσθίει, πίνει, ποιεῖ τὰ θελήματα ἑαυτοῦ, καθ᾽ ὅσον δύναται, οὐ καθ᾽ ὅσον βούλεται, εὐφραινόμενος ἐπὶ ζημίᾳ τῆς ἑαυτοῦ ψυχῆς, τῇ δὲ ἐπιούσῃ, ἐὰν μὴ ἔχῃ τοῖς αὐτοῖς ἐμπεπλῆσθαι, διαφόρως λυπηθήσεται. Ὁ δὲ προσέχων ἑαυτῷ, ἕξιν ἀγαθὴν ἀναλαβών, τοῦτον ἡ εὐφροσύνη οὐκ ἐκλείψει, οὐδὲ μαρανθήσεται, ἥτις ἐστὶν ἡ ἐλπὶς τῶν μελλόντων ἀγαθῶν· καθὼς γέγραπται· ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην.
Εὔξασθε καὶ περὶ ἐμοῦ ταλαιπώρου, παρακαλῶ, πρὸς Κύριον· ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.