Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Πρόσεχε σεαυτῷ

Ἐφραίμ ὁ Σύρος

Κοινοβιακός βίος, εξαγόρευση λογισμών και προσοχή στις συναναστροφές

Προτροπές για την καλλιέργεια της αγάπης, τον ορθό τρόπο αποκάλυψης των λογισμών στους πνευματικούς πατέρες και την αποφυγή των παγίδων του νοητού εχθρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 8

Μὴ οὖν μισήσῃς τινὰ ἐν τῇ καρδίᾳ σου, μηδὲ ἀπόδος τὸ κακὸν ἀντὶ κακοῦ, ἀλλὰ κτῆσαι τὴν ἀγάπην σεαυτῷ, ἣν ἡ θεία Γραφὴ ὕψωσε παρὰ πᾶσαν ἀρετήν· αὐτῷ γὰρ τῷ κτίσαντι τὰ πάντα παρείκασεν αὐτήν, εἰποῦσα ὁ Θεὸς ἀγάπη ἐστίν.

Ἀδελφὸς ἀπὸ κοινοβίου παρέβαλε γέροντι· ὁ δὲ γέρων πρὸς αὐτὸν εἶπεν· ἐοίκασι τὰ κοινόβια διδασκαλείοις· οἱ μὲν γὰρ ἐν τῷ πραιτωρίῳ ἐπέρχονται, οἱ δὲ ἐν τοῖς καμινίοις. Καὶ ὠφεληθεὶς ὁ ἀδελφὸς ἐπὶ τῷ λόγῳ, ἔβαλε [γὰρ] αὐτῷ μετάνοιαν. Τοιγαροῦν χρησώμεθα τῷ πράγματι ἑαυτῶν ὡς ἔργῳ, ἵνα μὴ ἀδόκιμοι γενόμενοι ἐκβληθῶμεν τῆς βασιλείας τῶν οὐρανῶν καὶ εἰς τὴν κάμινον τοῦ πυρὸς παραπεμφθῶμεν.

Ὅταν τοὺς προβεβηκότας ἐν τῷ σχήματι θεάσῃ ἀμελοῦντας, τότε πολλῆς δέῃ ἀσφαλείας, μήποτε τούτους ζηλώσας τὴν αὐτὴν ὁδὸν πορεύσῃ· μήποτε καὶ ἐγκρατὴς γενόμενος κατ᾽ αὐτῶν ἐπαρθήσῃ, ὅπερ ἐστὶν ἥττημα ὑψηλοφροσύνης. Ἀλλ᾽ ἄκουε τοῦ λέγοντος· πρόσεχε σεαυτῷ καὶ φύλαξο ντὴν ψυχήν σου σφόδρα, οὐδὲ γὰρ ἡμεῖς ἐξ ἔργων ἑτέρων δικαιούμεθα, οὐδὲ ἕτεροι ἐκ τῶν ἡμετέρων ἔργων κατακριθήσονται. Ὅταν γὰρ εἰσαχθῶμεν ἐνώπιον τοῦ Κριτοῦ γυμνοὶ καὶ τετραχηλισμένοι, ἀποδοῦναι λόγον ὑπὲρ ὧν ἠργασάμεθα, οὐ κατακριθήσεται ἕτερος περὶ ἑτέρου· ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.

Ἐάν τις ἐξείπῃ σοι τοὺς ἑαυτοῦ λογισμούς, μὴ ἐξιχνιάζῃς ἐν τῷ πράγματι, ἐάνπερ ἀσθενῇ τὸ ὄμμα τῆς διανοίας σου, μήποτε ἐκείνου λέγοντος ὑπὸ τῶν αὐτῶν ὀχληθήσῃ παθῶν καὶ ἔσῃ ὅμοιος κυβερνήτῃ ἐν πολλῷ κλύδωνι.

Χρὴ οὖν ἀκούσαντας ἡμᾶς τὴν ἀρχὴν τῶν λεγομένων τὰ ἑπόμενα νοεῖν καὶ οὕτως παρακαλεῖν τὸν θλιβόμενον, ἐξ ὧν παρειλήφαμεν ἐξ ἁγίων ἀνδρῶν, ἢ ἐξ ὧν ἐπειράθημεν ἡμεῖς. Οὐ γάρ ἐστι θέλημα τοῦ Κυρίου ἄλλον δι᾽ ἄλλου καταπεσεῖν· τοὺς πάντας γὰρ αὐτὸς θέλει σωθῆναι. Σὺ δέ, ἀγαπητέ, μὴ παντὶ ἀνθρώπῳ ἔκφαινέ σου τοὺς λογισμούς, ἀλλ᾽ οὓς ἐὰν δοκιμάσῃς ὅτι πνευματικοί εἰσι· πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ Διαβόλου. Εἶπεν γὰρ ὁ Σωτήρ· προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ἡμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ δὲ τῶν ἔργων αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Ἀπὸ δὲ τῶν πνευματικῶν μὴ ἀποκρύψῃς, μήποτε εὑρὼν γωνίαν ὁ Ἐχθρὸς ἐμφωλεύσῃ ἐν σοί. Μετὰ δὲ τῶν σαρκικὰ φρονούντων μὴ συμβουλεύου, οἱ γὰρ φιλήδονοι ἡμέραν καὶ ἡμέραν ἐπισωρεύουσιν ἑαυτοῖς ἁμαρτίας, τοῦτο λέγοντες· αὕτη καὶ μόνη λογισθείη μοι ἁμαρτία· τοῦ Προφήτου ταλανίζοντος καὶ λέγοντος· οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν. Ὅθεν χρὴ φεύγειν τοὺς ἀνωφελεῖς λόγους καὶ μὴ συναπάγεσθαι τοῖς καταφρονοῦσι τὸν φόβον τοῦ Κυρίου, ὅτι οὐδὲν περὶ ὠφελείας λέγουσιν, οὐδὲ διὰ τὸν Κύριον πράττουσιν οὐδὲν περὶ ἀρετῆς καὶ εὐλαβείας, οὐδὲν περὶ σεμνότητος. Οἱ λόγοι αὐτῶν παγίδες θανάτου· ἡ βουλὴ αὐτῶν βόθρος ᾅδου.

Παρρησία καὶ γέλως, μέθη καὶ ἀπώλεια ψυχῆς ἡ συνάφεια αὐτῶν. Ὁ δεινὸς Ὄφις λαλεῖ δι᾽ αὐτῶν. Σὺ δέ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραϋπάθειαν. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν. Ὅρα, ἀγαπητὲ δοῦλε τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μὴ δελεασθῇς ἐν τῇ προσκαίρῳ ἀπάτῃ, ἵνα μὴ στερηθῇς τῆς αἰωνίου ζωῆς. Νῆφε καλῶς. Ἔμπορος ἐκλήθης, μὴ ἀπολέσῃς τὸν μαργαρίτην, μὴ ἀποσυλήσῃ ὁ Ἐχθρὸς τὸν θησαυρόν σου, μὴ βυθίσῃ τὸ πλοῖον σὺν τῷ γόμῳ καὶ ἐπιστρέψῃς κενὸς εἰς τὰ ἴδια. Ὁ Ἐχθρὸς ἐπιστάμενος οἵαν δόξαν κομιεῖται παρὰ τῷ Θεῷ ὁ ἑαυτὸν ἄσπιλον διατηρῶν ἐκ τῶν μολυσμάτων τῆς σαρκός, σφοδρῶς πολεμεῖ διὰ τῶν λογισμῶν κυλίσαι τὸν ἄνθρωπον ἐν αὐτοῖς βουλόμενος, ὅπως μὴ ἐπιτύχῃ τῆς μελλούσης δόξης· καὶ ἐὰν εὕρῃ ψυχὴν ἀποθεμένην τοὺς ἀνωφελεῖς λογισμούς, οὐ πυκνάζει αὐτήν, ἀλλ᾽ οὐδὲ ἀφίσταται εἰς τέλος· πορεύεται δὲ μᾶλλον ἔνθα, κρούσαντος αὐτοῦ εὐθὺς ἀνοίξουσι, καὶ καταμολύνας τὸ σῶμα σὺν τῇ ψυχῇ ἐν ῥυπαρωτάταις ἐπιθυμίαις, τῷ οὐκ ἀνθισταμένῳ αὐτῷ, ἔσχατον ὡς ἀγαθὸς σύμβουλος αὐτῷ δῆθεν ὑποβάλλει· κρεῖσσόν σοι εἰς τὸν κόσμον πορευθέντα σύμβιον λαβεῖν, ἢ οὕτως καταφθείρειν σου τὸ σαρκίον. Ἀπὸ δὲ τοῦ νήφοντος ταῦτα πάντα ἀποστήσονται.

Πρόσεχε οὖν σεαυτῷ καὶ οὐδὲν τούτων οὐ μή σε καταλάβῃ. Ὅθεν ἀναγκαῖον φεύγειν τὴν παρρησίαν· καὶ πάλιν λέγω, φεῦγε τὴν παρρησίαν, μήποτε καταλάβῃ σε ἀναισχυντία, καὶ δήσασα, ὡς κακὸν αἰχμάλωτον, παραδῷ δοῦλον τῇ ἁμαρτίᾳ· καὶ τότε ἄρξῃ λέγειν· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέ με· καὶ πάλιν· ἐνεπάγην εἰς ἰλὺν βυθοῦ καὶ οὐκ ἔστιν ὑπόστασις. Ὅθεν χρὴ φεύγειν τὴν συνάφειαν τῶν κακοφρόνων ἀνθρώπων, οὐχ ὡς ἀνθρώπους μισῶν, ἀλλὰ τὸ βλάβος παραιτούμενος. Εἰ δὲ προελήφθης μετὰ ἀμελεστέρων, πρόσεχε σεαυτῷ, ὅπως κἀκείνους κερδήσῃς διὰ τῆς ὀρθῆς πολιτείας καὶ σεαυτὸν μὴ ἀπολέσῃς. Μὴ πίστευε τὴν ψυχήν σου τοῖς λαλοῦσιν ἄχρηστα καὶ ἐπαγγελλομένοις σωφροσύνην· εἶπε γὰρ ὁ Σωτήρ· ἐκ τῶν περισσευμάτων τῆς καρδίας τὸ στόμα λαλεῖ. Στέλλου τοιγαροῦν ἀπὸ τῶ νεωτεριζόντων καὶ γελοίοις συμπεριφερομένων, ἵνα μὴ παρακούσῃς τοῦ λέγοντος· τὰς νεωτερικὰς ἐπιθυμίας φεῦγε. Μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου, μὴ μικρόν, μὴ μέγα, μὴ δυνάστην· οὐδεὶς γὰρ δυνήσεταί σε ἐξελέσθαι ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου. Ἄκουε τοῦ λέγοντος· τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ὅταν τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ;

Μὴ οὖν ἀπολέσῃς τὴν πρὸς Θεὸν παρρησίαν, μὴ διὰ τιμὴν ἢ δόξαν ἀνθρωπίνην, μὴ διὰ βρώματος ἢ πόματος ἢ ἐνδύματος· ταῦτα γὰρ πάντα εἰς φθορὰν χωροῦσιν· αἱ δὲ πράξεις, εἴτε ἀγαθαὶ εἴτε φαῦλαι, γράφονται ἑκάστου. Τὰ ἄνω φρόνει, μὴ τὰ ἐπὶ γῆς, ἵνα ἐπιτύχῃς τῶν ἐπαγγελιῶν τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς, καὶ συγκαταριθμηθῇς ἐν τοῖς ἐκλεκτοῖς τοῦ Υἱοῦ, καὶ εὐλογήσῃ σε τὸ Πνεῦμα τὸ Ἅγιον σὺν πᾶσι τοῖς Ἁγίοις αὐτοῦ· ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.