Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Πρόσεχε σεαυτῷ

Ἐφραίμ ὁ Σύρος

Πρόλογος και εισαγωγή στη μοναχική αποταγή

Εισαγωγικές προτροπές για την απάρνηση του κόσμου, τον αόρατο πόλεμο των αρετών και την παραβολή των δύο οδοιπόρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 8

Εἰς τὸ πρόσεχε σεαυτῷ κεφάλαια δώδεκα Πρόλογος Ὀφειλέται ἐσμέν, ἀγαπητοί, νουθετεῖν καὶ παρακαλεῖν εἷς τὸν ἕνα κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν. Λέγει δὲ καὶ ἐν ἑτέρῳ· εἰδότι καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν. Ἄκουε δὲ καὶ τοῦ Προφήτου λέγοντος· ἰδοὺ τὰ χείλη μου μὴ κωλύσω. Ἀναδέξασθε οὖν συμβουλίαν καὶ τῆς ἐμῆς εὐτελείας, παρακαλῶ· καὶ εἰ μὲν ἐπταισάμην λόγῳ, σύγγνωτε ὡς ἀνθρώπῳ ἰδιώτῃ καὶ ἁμαρτωλῷ. Εἰ δὲ ὀρθῶς εἴρηνται οἱ λόγοι, τοῦτο τῆς χάριτος τὸ ἔργον. Τῆς χάριτος οὖν ἐπιχορηγούσης ἡμῖν τὸν λόγον, οὐ δεῖ κωλύειν τὰ χείλη· τῇ γὰρ πονηρίᾳ τὴν ὀκνηρίαν συνῆψεν ὁ Κύριος εἰπών· δοῦλε πονηρὲ καὶ ὀκνηρέ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. Δοίη ἡμῖν ὁ Κύριος τοῖς εἰληφόσι τὸν λόγον, ποιεῖν καρποὺς εὐπροσδέκτους καὶ προσάγειν τῷ Κυρίῳ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κεφάλαιον αʹ Ἄκουε, ἀγαπητέ· ἐλθὼν γενέσθαι μοναχὸς ἀποτάξασθαι τῷ κόσμῳ ᾑρετίσω. Ἐὰν νομίμως ἐπιτελέσῃς, οὐ μόνον οἱ ἄνθρωποι χαρήσονται ἐπὶ σοί, ἀλλὰ καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ· καθὼς γέγραπται, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας. Τοιγαροῦν νομίμως ἤρξω; Νομίμως καὶ ἐπιτέλεσον. Πρὸ τοῦ ἐπενδῦσαι, γίνωσκε ὅτι εἰς ἄθλησιν ἔρχῃ. Καὶ πρὸς τίνας ἡ πάλη, ἄκουε τοῦ λέγοντος· οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ. Μὴ οὖν ἀποκάμῃς τρέχων, ἕως καταλάβῃς τὸ βραβεῖον. Τὸν κόσμον ἐμίσησας; Μίσει αὐτοῦ καὶ τὴν ἀλαζονείαν.

Πρόσκαιρον πλοῦτον ἀπέρριψας; Ἀπόρριψον καὶ τοῦ πλούτου ὑπερηφανίαν. Σεαυτὸν τῶν κατὰ σάρκα γονέων ἀπεξένωσας; Ἔμμενε ἐν τῇ ἀποταγῇ, φέρων γενναίως τοὺς πόνους τῶν ἀρετῶν. Ἡ γὰρ ἀποταγὴ οὐ πρὸς μίαν ἡμέραν χρηματίζει, ἀλλὰ παρεκτείνουα μέχρι θανάτου. Ἐὰν ὄντως νικηφόρος βούλει γενέσθαι, μάθε φέρειν γενναίως τοὺς πόνους τῶν ἀρετῶν ἐν πρᾳότητι σοφίας. Οἷόν τι λέγω· ὑβριζόμενος ὑπὸ εὐτελεστέρων, καὶ μὴ ὀργιζόμενος· ἐξουδενούμενος, καὶ ἀνεχόμενος· κολαφιζόμενος, καὶ ὑπομένων· συκοφαντούμενος, καὶ μακροθυμῶν· ὑστερούμενος, καὶ εὐχαρσιτῶν. Ὅρα γὰρ τὸν σὸν συμπολίτην, Λάζαρον φημὶ τὸν πτωχόν, ἐν ποίᾳ ἀπορίᾳ καὶ πόνῳ ὑπέμεινε τῷ Κυρίῳ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν, καθὼς γέγραπται· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι δόξαν εἰς ἡμᾶς. Καὶ σὺ οὖν, ἀγαπητέ, τοῦ μακαρισμοῦ τοῦ Κυρίου τυχεῖν ἐπιθυμήσας, τὴν τῆς ταπεινοφροσύνης ὁδὸν βάδιζε, καὶ ὁ Κύριος δωρήσεταί σοι τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν. Ὅτι αὐτοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Κεφάλαιον βʹ. Παραβολή Ἄνθρωποι δύο ἐπορεύοντο εἰς πόλιν ἀπέχουσαν στάδια τριάκοντα· τῶν δὲ ποιησάντων δύο ἢ τρία στάδια, συνήντα αὐτοῖς κατὰ τὴν ὁδὸν τόπος, ἐν ᾧ ὑπῆρχον ὕλαι καὶ δένδρα δασέα σκιάζοντα, καὶ ῥεῖθρα ὑδάτων καὶ πολλὴ τέρψις ὑπῆρχεν ἐν τῷ τόπῳ. Οἱ δὲ θεασάμενοι ταῦτα, ὁ μὲν εἷς τὴν πόλιν ἐπειγόμενος θεάσασθαι, δρομαίως τὸν τόπον παρῄει· ὁ δὲ ἕτερος στραφεὶς κατανοῆσαι, ἔμεινεν ὀπίσω. Εἶτα βουληθέντος αὐτοῦ ἐξελθεῖν τῆς σκιᾶς τῶν δένδρων, ἐφοβήθη τὸν καύσωνα, καὶ ἐν τῷ αὐτὸν χρονίζειν ἐν τῷ τόπῳ, ἀσχολούμενον ἅμα πρὸς τὴν τέρψιν τοῦ τόπου, ἐξῆλθε θηρίον ἐκ τῶν τῇ ὕλῃ οἰκούντων, καὶ δραξάμενον αὐτὸν ἔσυρεν εἰς τὸν ἑαυτοῦ φωλεόν. Ὁ δὲ ἕτερος μὴ ἀμελήσας μηδὲ ἀπασχολήσας ἑαυτὸν πρὸς τὰ κάλλη τῶν δένδρων καὶ τοῦ τόπου τὴν πόλιν κατέλαβεν.

Ὁ ἀδελφὸς λέγει· τὴν ἐπίλυσιν τούτου μαθεῖν θέλω, ἐπεὶ οὐ νοῶ τί ἐστι ταῦτα. Ἄκουε, φησί, τῆς χάριτος ἡμῖν συνεργούσης· οἱ δύο ἄνθρωποί εἰσιν οἵτινες ἤρξαντο βαδίζειν καὶ ἀγωνίζεσθαι πρὸς τὴν ὁδὸν τῆς εὐσεβείας· ὁ δὲ Ἐχθρός, βουλόμενος ἐκκόψαι αὐτοὺς τοῦ δρόμου, ἐμφορεῖ αὐτοῖς ἐπιθυμίας δαιμονιώδεις, κενοδοξίαν, φιλαρχίαν, ὑπερηφανίαν, καὶ ὅσα ὅμοια τούτοις· καὶ ὁ μὲν τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπειγόμενος καταλαβεῖν τῆς ἐν Χριστῷ, ὑπὸ τούτων οὐ κατεσχέθη· ὁ δὲ ἀπασχοληθεὶς πρὸς τὴν καλλονὴν τῶν δένδρων καὶ τοῦ τόπου, οὗτός ἐστιν ὁ ἐκκλίνας τὸν ἑαυτοῦ νοῦν ἐκ τῶν μὴ βλεπομένων πρὸς τὰ βλεπόμενα. Ὁ δὲ καύσων ἐστὶν ὁ πόνος τῶν ἀρετῶν. Τὸ δέ, ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ τόπῳ καὶ θηριάλωτον γενέσθαι, τουτέστι τὸ χρονίζειν τὸν λογισμὸν πρὸς τὴν ἐπιθυμίαν τῶν γηΐνων, ἐξ ἧς ἐπιθυμίας ἐξελθοῦσα, ὡς θηρίον δεινόν, ἡ ἁμαρτία, ἐπιλαμβάνεται αὐτοῦ, καθὼς γέγραπται· ἡ γὰρ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.

Ὅθεν, ἀγαπητοί, φεύγωμεν τὰς κοσμικὰς ἐπιθυμίας, μήποτε γενώμεθα πάλιν δοῦλοι τῆς ἁμαρτίας· λέγει γὰρ ὁ Σωτήρ· ἀμὴν λέγω ὑμῖν· πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. Δουλεύσωμεν οὖν εὐαρέστως τῷ Θεῷ τῷ ἡμᾶς ἐλευθερώσαντι, καὶ μὴ δελεασθῶμεν πρὸς τὰ πάθη τῆς φθορᾶς, μηδὲ προσσχῶμεν εὐπρεπείαις στολισμοῦ ἢ κουκουλλίου ἢ ζωναρίου ἢ ἀναλάβου πειθανοῦ, ἀλλὰ τὰ ταπεινὰ μεταδιώξωμεν καὶ τὰ ἀκενόδοξα, καθὼς πρέπει ἁγίοις· ἀπρεπὲς γὰρ τοὺς τὰ μέγιστα ὑποτάξαντας, ὑπὸ εὐτελεστάτων ἡττᾶσθαι. Ἀλλὰ ἀεὶ ἡ σπουδὴ ἡμῶν ἔστω, ἵνα ὁ ἔσω ἡμῶν ἄνθρωπος εὐαρέστως γένηται τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς, καὶ τῶν ἀνωφελῶν καταφρονήσωμεν. Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν, κατὰ τὴν τοῦ Δεσπότου φωνήν. Τίς γὰρ τέκτων μανθάνων ποτέ, ἀντὶ σκεπάρνου λόγχην κτᾶται ἑαυτῷ; Ἢ τίς ταπεινοφροσύνην κατορθοῦν βουλόμενος περὶ κενοδοξίας ἀντιμάχεται; Ἢ τίς τῶν οὐρανίων ὀρεγόμενος οὐ καταφρονεῖ τῶν γηΐνων; Ὁ δὲ Κύριος δῴη ἡμῖν τὰ ἀρεστὰ αὐτῷ ποιεῖν καὶ φρονεῖν.

Ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.