Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαάκ

Ἐφραίμ ὁ Σύρος

Εισαγωγή και γέννηση του Ισαάκ

Η αναμονή της θείας επαγγελίας από τον δίκαιο Αβραάμ και η γέννηση του Ισαάκ παρά το γήρας των προπατόρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 6

Λόγος εἰς τὸν Ἀβραὰμ καὶ Ἰσαάκ Ἀποικίζει ὁ Θεὸς τὸν δίκαιον Ἀβραὰμ ἐκ τῶν συγγενῶν αὐτοῦ καὶ πάντων τῶν ἰδίων. Καὶ ἦν ἐπ᾽ ἀλλοδαπῆς ἐγκαρτερῶν τοῖς δεινοῖς, τὴν τῆς ὑποσχέσεως περιμένων ἐλπίδα. Βάσανος προσάγεται πολλὴ τῷ πατριάρχῃ, δι᾽ ἧς ἡ βεβαιότης ἡ πρὸς Θεὸν ἐδείχθη.

Χρόνος διέβη πολύς· ἡ νεότης ὡς ἄνθος λοιπὸν ἐμαραίνετο· τὸ γῆρας ἐπὶ θύραις· ἡ φύσις τὸ ἴδιον πάσχουσα ἐνῄρατο, πρὸς γῆρας καμπτομένη· ἀπεσβέσθη τῷ γήρει ἅμα τῇ ὁμοζύγῳ ἡ πρὸς παιδοποιΐαν ἰσχύς τε καὶ δύναμις· τὸ σῶμα τῶν θατέρων ὑπέκυπτε τῇ φύσει, τῆς νεότητος αὐτοῖς προσυπαναλωθείσης. Ἀλλ᾽ ἡ πρὸς Θεὸν ἐλπὶς ἐν αὐτοῖς ἀκμάζουσα, οὐ μόνον ἀγήρως ἦν, ἀλλὰ καὶ ἀήττητος· ὅθεν καὶ παρ᾽ ἐλπίδα ἔτεκε τὸν Ἰσαάκ, ὃς τύπον ἐν ἅπασιν ἔφερε τοῦ Δεσπότου.