Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαάκ

Ἐφραίμ ὁ Σύρος

Το θυσιαστήριο, τα σύμβολα της θυσίας και η εκ του μη όντος δημιουργία

Εξέταση της συμβολικής σημασίας του αχειροποίητου θυσιαστηρίου και της θαυματουργικής εμφάνισης του προβάτου, σε αντιπαραβολή με τις ελληνικές φιλοσοφικές αντιλήψεις περί προαιώνιας ύλης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Ἴδωμεν δὴ τὸν σταυρὸν καὶ συνήσωμεν τῆς θυσίας τὴν δύναμιν. Νόει γὰρ τὸν τοῦ Ἰσαὰκ βωμὸν τὸν σταυρόν. Ἵνα γένηται θυσιαστήριον, καθώς φησιν ὁ Θεός, ἐκ λίθων ἀπελεκήτων διὰ τὸ θυσιαστήριον τοῦ ἰδίου Υἱοῦ, καὶ ὁ νόμος διηγόρευσε λίθους τμηθέντας θυσιαστηρίοις μὴ ἐνίεσθαι. ᾜδει γὰρ ὅτι ὁ Χριστὸς ἐν θυσιαστηρίῳ ἀχειροποιήτῳ ἀνενεχθήσεται.

Διατί δὲ οὕτως ἠθέλησεν ὁ Θεός; Ἵνα δείξῃ τὴν θυσίαν, ὅτι ἀνθρώπων χεῖρες τοῦτο ποιεῖν οὐκ ὀφείλουσιν· ἐκεῖνα δὲ ποιεῖν ἀνθρώπους τὰ θυσιαστήρια, ὅπου ἄλογα προσεκομίζοντο πρόβατα. Τὸ δὲ Χριστοῦ θυσιαστήριον ποιείτω Θεός, ὅτι τὸν Υἱὸν αὐτοῦ ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους προσήγαγεν· ὅτι τὴν Ἱερουσαλὴμ ὁ Θεὸς ἔκτισε καὶ οὐκ ἄνθρωπος· ὁμοίως καὶ τὸ τοῦ Χριστοῦ θυσιαστήριον ὁ Θεὸς ἔκτισεν.

Οἶδα πατέρας θύοντας παιδεύειν τὰ τέκνα αὐτῶν, ἀλλ᾽ οὐχ ἑτέροις προχειρίζονται τὰ μυστήρια. Οὕτω καὶ ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν οὐκ ἀνθρώπων οἰκοδομαῖς ἀλλ᾽ οἰκείαις θυσιαστήριον ἔχειν ὥρισεν. Οἱ τοίνυν λόγοι εἰκόνας ἐχέτωσαν· τὰ γὰρ Χριστοῦ ὑπὲρ πάντας εἰσίν. Ἡ μὲν οὖν εἰρημένη εἰκὼν παρείληπται, οὐχ ἵνα σκανδαλισθῇς, ἀλλ᾽ ἵνα νοήσῃς, καὶ αἱ παραβολαὶ οὐ πρὸς μείωσιν λέγονται τῆς θεότητος, ἀλλὰ πρὸς αὔξησιν.

Ἄκουε οὖν ἐν φωτὶ καὶ μὴ λάλει σκοτεινά· σύνες τὰ ἔργα τοῦ φωτὸς καὶ μὴ σκοτοῦ τὴν διάνοιαν. Εὖρον δὲ καὶ τὸν σταυρὸν ἐν τῷ τύπῳ σημαινόμενον· ὃ δὴ προσηγόρευσε φυτὸν σαβὲκ ἡ θεία οὖν Γραφή. Φυτὸν αὐτὸν καλεῖ, ὅτι οὐκ ἀπὸ γῆς ἦν, ἀλλ᾽ ἀπ᾽ οὐρανοῦ μετεφυτεύθη· καὶ σαβὲκ αὐτὸν ὀνομάζει, ὅτι ἐπὶ γῆς μὲν ἐλειτούργησεν, ἐν οὐρανοῖς δὲ ῥιζωθήσεται. Εἰ ἐν τῷ τόπῳ ἐκείνῳ ἦν ἐξ ἀρχῆς τὸ πρόβατον, ἐκεῖ ἦν καὶ τὸ φυτόν, πάντως πρὸ ἀνατολῆς. Εἰ δὲ ἄφνω τὸ πρόβατον ἐκεῖσε ἀνεδείχθη, δῆλον ὅτι καὶ τὸ φυτὸν οὐκ ἐνυπῆρχε τῷ χώρῳ.

Ὢ τοίνυν τοῦ ποιμένος τοῦ θαυμαστοῦ, καὶ ὢ τοῦ γεωργοῦ τοῦ ἐνδόξου· ὅτι οὐ μόνον γεωργὸς καὶ ποιμήν ἐστιν, ἀλλὰ καὶ δημιουργὸς καὶ μέγας ἐπίσκοπός ἐστιν. Ἆρα ὄντως ἐξ οὐρανοῦ τὸ φυτὸν ἤνεγκεν; Ἆρα τὸ πρόβατον πόθεν ἤγαγεν;

Τί γάρ, ὁ οὐρανὸς γῆν ἔχει, ἵνα καὶ τὰ φυτὰ ἀνήγαγεν; Ἢ ἄλογα τρέφει, ἵνα πρόβατον δώσειεν; Καὶ πῶς ἐστι ποιμὴν καὶ γεωργὸς τῶν λογικῶν ψυχῶν ὁ Θεός· ὅτι τῶν μὲν ἐνεργεστέρων, ὡς πλέον δυναμένων, ποιμήν ἐστι, παρεχόμενος ταῖς ψυχαῖς τοῦ νόμου καὶ τῶν προφητῶν τὰ δικαιώματα καὶ τοῦ Εὐαγγελίου τὰ χαρίσματα, διαφυλάττων δὲ καὶ ἀπὸ τῶν ἐπιβουλῶν τῆς βίας τῶν δαιμόνων καὶ τῶν τῆς σαρκὸς δηλαδὴ παθῶν;

Πόθεν οὖν ἤνεγκε τὸ φυτὸν καὶ τὸ πρόβατον; Ἴσως εἴποι τις ἂν ἀπὸ τοῦ παραδείσου· ἐγὼ δὲ τοῦτο οὐ λέγω. Οὐ γὰρ ὁ παράδεισος ἐδόθη εἰς τύπον, ἀλλ᾽ εἰς ἀλήθειαν· οὔτε εἰς εἰκόνα διατρέχουσαν, ἀλλ᾽ εἰς αὐθεντίαν διαμένουσαν. Ἐκεῖνος δὲ ὁ εἰπών, ἐξαγαγέτω ἡ γῆ ξύλον κάρπιμον καὶ πᾶσαν ψυχὴν ζῶσαν, αὐτὸς καὶ εἶπε καὶ ἐφάνησαν. Ὁ γὰρ μυριάδας γηγενῶν κτίσας ἐν ῥιπῇ ὀφθαλμοῦ, οὐκ ἐκεῖ χρῆται παρὰ ἄλλου πρόβατον, οὐδὲ ἔχρῃζε παρὰ γεωργοῦ ἵνα μετενέγκας φυτεύσῃ τὸ φυτὸν τοῦ σαβέκ, ἀλλὰ τάχα οὖν ὑπέστησεν ἡμῖν τῷ λόγῳ.

Ἀπὸ τοῦ Προφήτου τοίνυν ἴσως μάνθανε τὴν ἀλήθειαν, ὅτι ὁ Θεὸς προσέταξε τῇ κολοκύνθῃ γενέσθαι ὑπὲρ κεφαλῆς αὐτοῦ, καὶ ἐν τῇ ἐρήμῳ εἶπε τῇ πέτρᾳ καὶ παρήγαγεν ὕδατα· οὐ γὰρ αἰτίας δέεται τὸ πρόσταγμα τοῦ Θεοῦ, ἀλλ᾽ οὐδὲ χώρου καὶ χρόνου.

Διὸ δὴ μάθωσιν ἀπὸ τούτων οἱ τὴν ὕλην αἰτίαν λέγοντες τῶν τοῦ κόσμου μερῶν, εἰδῶν τε καὶ γενῶν εἶναι· οὐ γὰρ ἐπὶ τοῦ Ἰωνᾶ ὕλην ὁ Θεὸς διέκρινεν, ἵνα τὸ μὲν αὐτῆς ξηρὸν γῆν ποιήσῃ, τὸ δὲ ὑγρὸν ἀέρα· καὶ τὸ μὲν ὑγρὸν εἰς λεπτώτατον ὕδωρ, τὸ δὲ ξηρόν, τὸ πάνυ λεπτόν, εἰς πῦρ ἀπονείμῃ· καὶ ἀπὸ τῶν κινήσεων καὶ ὁρμῶν, τὸ μὲν κοῦφον γίνεσθαι πτηνόν, τὸ δὲ ἰσχυρὸν θηρία καὶ τὰ ἄλλα ἄλογα· τὸ δὲ βαρὺ ἑρπετά, καὶ τὸ χαῦνον νηκτά· τῶν δὲ ἀκινήτων δυνάμεων, τῶν εἰρημένων τεσσάρων μερῶν, τὸ μὲν ξηρὸν διαμεῖναι εἰς ξηροὺς καρπούς, τὸ δὲ θερμὸν καὶ ξηρὸν εἰς ὑγροὺς καρπούς· καὶ τὸ μὲν βαρὺ καὶ ὑγρὸν εἰς ἀμφιβίους πόας, τὸ δὲ κοῦφον καὶ ὑγρὸν εἰς φερεσβίους· καὶ ἐκ τῆς καθ᾽ ἕκαστον δυνάμεως τὰς διαφορὰς τῶν ξηρῶν τε καὶ ὑγρῶν, τῶν τε λαχανωδῶν καὶ ποωδῶν καὶ ῥιζωδῶν ἰδέας· οἷον ἐκ τῆς μόνον ξηρᾶς διεῖλε τὸ καθαρώτατον εἰς ἄλικος καὶ σίτου γένεσιν, τὸ δὲ ὑγρώτερον εἰς κριθὴν καὶ ἔλυμον καὶ βρόμου διανομήν, τὸ δὲ βαρύτατον εἰς τὰς καθ᾽ ἕκαστον χεδροπίας· πάλιν δὲ ἐκ τοῦ ὑγροῦ καὶ κούφου τὸ μὲν μερικῶς θερμὸν εἰς πράσα, τὸ δὲ γεῶδες θερμὸν εἰς κράμβην καὶ τὰ δριμαῖα πάντα, τὸ δὲ κουφότερον ὑγρὸν εἰς κολοκύνθας καὶ σικύους καὶ πέπονας. Πολὺς δὲ τούτων ὁ λόγος, ἐὰν θέλω καθ᾽ ἕκαστον ἐξηγήσασθαι.

Εἰ οὖν κατηνάλωσε τὴν ὕλην ὁ Θεός, ὡς Ἕλληνές φασιν, εἰς τὰ μέρη καὶ γένη —ταύτην καὶ μέρη καὶ γένη—πόθεν οὖν ἐποίησε δένδρον καὶ πρόβατον; Πόθεν τε κολοκύνθαν; Καὶ ἐν ἄλλῳ καιρῷ πετεινῶν ἀπείρων πλῆθος, ὥστε κορέσαι χιλιάδας ἐπὶ χρόνον πολύν; Πόθεν δὲ τῇ πέτρᾳ τὸ ὕδωρ καὶ τῇ σιαγόνι τοῦ ὄνου πηγήν;

Ὥσπερ οὖν ταῦτα ἐκ μὴ ὄντων ἐποίησεν, οὐ γὰρ χρόνῳ μετήγαγε ταῦτα, ἵνα εἴπητε ὅτι ἀπὸ τῆς φύσεως ἐχρήσατο, οὕτω δὴ καὶ πάντα ἐκ μὴ ὄντων ἐποίησεν· οὐ γὰρ κρείττων ἐστὶν ἡ ὕλη τῶν νοερῶν πάντων ταγμάτων. Εἰ δὲ τὰ ἀμείνονα ῥώμῃ καὶ συνέσει, τάχει τε καὶ διανοίᾳ, ἐκ μὴ ὄντων ἐγένετο, τίς ἀμφισβητήσει περὶ τῶν ἐλαττόνων καὶ διαρρεόντων; Καὶ ὁ Παῦλος δὲ εἶπε, τὰ ὁρώμενα πρόσκαιρα, τὰ δὲ μὴ ὁρώμενα αἰώνια· ᾔδει γάρ που τῆς ἐπουρανίου οὐσίας πολὺ τὸ διάφορον πρὸς τὰ ἐπίγεια.