Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαάκ

Ἐφραίμ ὁ Σύρος

Μακαρισμός του Αβραάμ και καταληκτήρια δοξολογία

Τελικός έπαινος του Αβραάμ ως προτύπου του Χριστού και κλείσιμο του έργου με τη συνήθη δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Μακάριος εἶ, ὦ Ἀβραάμ, ὅτι ἐν σοὶ καὶ ἐν τῷ υἱῷ σου Χριστὸς ἀνετυπώθη. Μακάριος εἶ, ὅτι ἀνὴρ Χαλδαῖος ἀπεστάλης ἐν γῇ Χαναάν, ἵνα κηρύξῃς τοῖς αὐτόθι θεοσέβειαν· καὶ γέγονας ἀπόστολος μὲν δι᾽ ὑπακοῆς, προφήτης δὲ διὰ χάριτος, καὶ ἱερεὺς διὰ πνευματικοῦ χαρίσματος· πατριάρχης δὲ γέγονας δι᾽ ἀπαρχὴν εὐσεβείας· τέλειός τε γέγονας, ἐν πολλοῖς πειρασμοῖς εὑρεθεὶς δόκιμος.

Γένοιτο τοίνυν καὶ ἡμᾶς χαρῆναι σὺν σοί, ὅταν ἔλθῃ Χριστὸς ἐν τῇ δόξῃ αὐτοῦ. ᾯ ἡ δόξα, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.