Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἀβραάμ

Ἐφραίμ ὁ Σύρος

Η πορεία και η εσωτερική πάλη του Αβραάμ

Η σιωπηρή υπακοή του δικαίου, η τριήμερη οδοιπορία και η σύγκρουση μεταξύ φυσικής πατρικής στοργής και ευσέβειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 6

Ταῦτά τις ἂν εἶπε μὴ ὢν Ἀβραάμ. Ὁ δὲ δίκαιος οὐδὲν τούτων εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλὰ τῷ Θεῷ πρὸς τὴν τοῦ τέκνου σφαγὴν τὴν ἀπὸ τῆς γνώμης θυσίαν προσέφερεν. Ἀναστὰς γὰρ Ἀβραάμ, φησί, τὸ πρωῒ ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθ᾽ ἑαυτοῦ καὶ δύο παῖδας καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν ἀναστὰς ἐπορεύθη. Καὶ 〈οὐκ〉 εἶπε τῇ μητρὶ τοῦ τέκνου τὴν μέλλουσαν σφαγήν, μάθε τὸ μέλλον, μὴ κλαπῇ τὸ ἐγχείρημα· ἐνταφιάσῃ καὶ αὐτὴ σὺν δάκρυσιν ὃν ἐγέννησε· προπέμψῃ τὸν ἐπὶ θάνατον ὁδεύοντα παῖδα· συμβαδίσῃ τῷ μηκέτι λοιπὸν ὑποστρέφοντι· ἀπολαύσῃ θέας ἐσχάτης τελευταίοις φιλήμασιν.

Ὢ τῆς ἀδαμαντίνης τοῦ δικαίου ψυχῆς! Θαρρῶ μὲν τὴν δικαιοσύνην τοῦ γυναίου, δέδοικα δὲ ταύτης τὴν μαλακωτέρας τῆς φύσεως δύναμιν· ἀλλὰ καὶ δυσκαταγώνιστος ἡ τῆς τοιαύτης ἀκοῆς συμπλοκή. Ἰσχυρότερον τὸ πάθος, καὶ φοβοῦμαι μὴ πέσῃ παλαίουσα· μὴ βιάσηται τὴν γνώμην ἡ συμφορά. Ἂν φθάσας ἱερουργήσω τὸν Ἰσαάκ, μαθοῦσα τὴν πρόφασιν φιλοσοφήσει γενναίως, τῆς φιλουμένης ὄψεως μηκέτι φαινομένης λοιπόν.

Καὶ ἦλθεν εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ. Ὢ κολάσεως χρόνος! Ὢ διαστήματος συμφορά! Οἵων, οἴει, λογισμῶν ὁδοιπορῶν ὁ Ἀβραὰμ ἐδέξατο πόλεμον; Πῶς εὐσέβεια παρ᾽ αὐτῷ καὶ φύσις ἠγωνίζετο;

Οὐ φείδῃ παιδός, ὁ γέρων, μεθ᾽ ὃν ἕτερον οὐκ ἔχεις τινά; Οὐ γίνῃ καὶ τῇ γνώμῃ πατήρ; Φέρεις ἐν σώματι τέκνον, καὶ τῷ τοιούτῳ βαπτίζεις τὸ σιδήριον; Κατανόησον ἀκριβῶς ὁποῖον ἐπείγῃ φονεῦσαι υἱὸν καὶ τοσοῦτον ὁπλίζῃ καλῶς. Εἰς θηρίον ὁ λογισμὸς μετεβλήθη; Φοβῇ τὸν κελεύσαντα; Φιλάνθρωπος ὁ προστάξας.

Καίτοι τοιαῦτα μὲν ὡς εἰκὸς ἡ φύσις προεβάλετο δίκαια, πάλιν δὲ ἡ εὐσέβεια τὴν αὐτῆς ἴσως ἀντετέθη σοφίαν. Θεός, Ἀβραάμ, καὶ τοῦ γενέσθαι καὶ τοῦ γεννῆσαι προστάττει. Ἔχεις οὐδὲν ὃ οὐ παρὰ τοῦ κτίσαντος εἴληφας; Οὐ δεῖ τὸ δοθὲν τοῦ δεδωκότος προκρίνειν. Οὐ δεῖ τὴν χάριν τοῦ χαρισαμένου φιλεῖν περισσότερον.

Ἀγαπᾷς τὸν υἱόν; Εἴπερ φιλεῖς τὸν υἱόν, ἐμὸν τὸ ἐπίταγμα. Οὐδεὶς δεσπότου περιεργάζεσθαι γνώμην δύναται καὶ μὴ παρὰ βουλομένου λαβεῖν. Διὰ τί μὴ ἑκὼν ἐπιδίδως; Οὐδεὶς ἔρημος, ἔχων συνοικοῦντα τὸν πλάσαντα. Τὸ τῶν σπλάγχνων καταφλέγει σε κέντρον; Οὐ χρὴ παρὰ δούλῳ δεσποτικοῦ προστάγματος περιγενέσθαι φύσιν. Ὃς δέδωκεν ἅπαξ παραλόγως υἱόν, δώσει θελήσας καὶ δεύτερον. Τοιαῦταί τινες ἴσως τὴν ψυχὴν ἐμερίζοντο γνῶμαι.