Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἀβραάμ
Θεία αποδοχή και τυπολογία του Πάθους
Η αποδοχή της προαιρέσεως του Αβραάμ από τον Θεό και η τυπολογική σύνδεση της δοκιμασίας και του κριού με τη θυσία του Μονογενούς Υιού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Θεία αποδοχή και τυπολογία του Πάθους
Η αποδοχή της προαιρέσεως του Αβραάμ από τον Θεό και η τυπολογική σύνδεση της δοκιμασίας και του κριού με τη θυσία του Μονογενούς Υιού.
Τέλος ἐπιθεῖναι τῷ προστάγματί μου βούλει; Ὁμολογῆσαι θέλεις ὅτι δέδωκας ὅπερ ᾔτησα; Ἔχω τὴν χάριν. Ἐδεξάμην τὸ δῶρον. Τὴν θυσίαν ἐτέλεσας. Ἄπαις ἐκ προθέσεως εἶ. Ἀλλ᾽ ἐρεῖς· κεῖται ὁ παῖς Ἰσαάκ. Παρ᾽ ἐμοὶ ἐγένετο προσφορά· τῆς σῆς ἐφάνη πίστεως ὁλοκάρπωμα. Ἀλλ᾽ εἴπερ ἐστίν, ἀλλ᾽ ἐμοὶ κατεσφάγη. Ὡς ἄλλον σοι τοῦτον ἐγὼ χαρίζομαι τὸν υἱόν. Δευτέραν αὐτοῦ γέννησιν ὑπολάμβανε ταύτην. Πρῴην γεγέννηται παραλόγως, σήμερον ζήσεται παρ᾽ ἐλπίδας· προαιρέσεως γάρ, οὐκ ἀναιρέσεως χρῄζω· τρόπον δοκιμάζω, οὐ φόνον ἐπιζητῶ. Οὐκ ἀνατρέπω τὸ παρ᾽ ἐμοῦ σοι κτῆμα ἐπιδοθέν· οὐ τέμνω δένδρον, ἀφ᾽ οὗ πολλῶν ἀνθρώπων δικαιοσύνης περιμένω καρπούς· οὐκ ἀφανίζω ῥίζαν τὴν κατὰ σάρκα μέλλουσαν τὸν ἐμὸν καρποφορεῖν μετ᾽ ὀλίγον μονογενῆ· οὐ μάχομαι, ἀλλὰ τοῖς ἐμοῖς ἀποφαίνομαι. Ἀλόγων παραιτοῦμαι θυσίας, καὶ λογικῶν ἐπέτρεπον γενέσθαι;
Ἁμαρτωλῶν οὐ βούλομαι θάνατον, καὶ δικαίων ἔμελλον ἂν αἱρεῖσθαι σφαγήν; Ἐγώ σοι πρόβατον ἐπινοῶ πρὸς τὴν τοῦ πράγματος χρείαν. Ὅλων ἐν τῇ σῇ σκιᾷ τῶν μελλόντων εἰς οὐρανοὺς θαυμάτων παραδηλῶ τὴν ἀλήθειαν. Ἔστι κἀμοὶ μονογενής, Ἀβραάμ, ἀγνοούμενος. Ὅτι σὺ τὸν υἱὸν δέδωκας μὴ φεισάμενος, κἀγὼ τὸν μονογενῆ τὸν ἐμὸν μετὰ μικρὸν ἐπιδίδωμι. Σὺ τὸν σὸν ἐμοί, κἀγὼ τὸν ἐμὸν τῇ φύσει τῇ σῇ. Σὺ τὸν ὁμόφυλον, κἀγὼ τὸν ὁμοούσιον. Ὁ σὸς ἐξ ἀγόνου, καὶ ὁ ἐμὸς μετὰ μικρὸν ἐκ παρθένου. Ἐνταῦθα πρόβατον ἄλογον, μετ᾽ ὀλίγον ἀμνὸς λογικός.
Ἡ θυσία ἐνταῦθα ξύλῳ φυτοῦ, μετ᾽ ὀλίγον ξύλῳ σταυροῦ. Σαβὲκ ἄφεσις τούτῳ προσηγορία τῷ ξύλῳ· ἄφεσις ὁμοίως ἁμαρτωλῶν ὄνομα τῷ ξύλῳ σταυροῦ. Ἀπὸ συμβαίνοντος τούτῳ καὶ ἀπὸ πραγμάτων ἐκείνῳ. Τούτῳ προσδεσμεῖται κριός· ἐκείνῳ προσηλοῦται Χριστός. Οὗτος ὑπὲρ Ἰσαὰκ τοῦ κινδυνεύοντος σφάττεται· ἐκεῖνος ὑπὲρ τῆς οἰκουμένης σταυροῦται. Ὁ σὸς ἐπὶ τρεῖς ἡμέρας τὴν ἐκ προσδοκίας ὑπέμεινε νέκρωσιν, καὶ ὁ ἐμὸς ἰσαρίθμους ἡμέρας τὸν ἐξ ἀληθείας ὑπὲρ ὑμῶν καταδέξεται θάνατον. Ὁ σὸς ἤλπισε μὲν τελευτᾶν, οὐκ ἐτελεύτησε δέ· καὶ ὁ ἐμὸς τεθνήξεται μέν, οὐ φθαρήσεται δέ. Ὁ Ἰσαὰκ ἔπαθε καὶ οὐκ ἔπαθεν· ὁ αὐτὸς ἔπαθε μὲν οἷς ἠθέλησας, οὐκ ἔπαθε δὲ οἷς ἐκώλυσα· καὶ ὁ μονογενὴς ὁ ἐμὸς πάσχει μὲν οἷς γίνεται θεατός, οὐ πάσχει δὲ οἷς πιστεύεται νοητός.
Καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐκ τῶν κεράτων ἐν φυτῷ σαβέκ. Ἀληθῶς ἄρα τοῖς Ἰουδαίοις ἔλεγεν ὁ Χριστός· Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.